Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-malalas" aria-label="More works by John Malalas">
—
⋯
Original / primary: Pg Scrape Grc
341.1.1
Ὁμοίως δὲ καὶ τὴν δέσποιναν Μαριανὴν τὴν ἑαυτοῦ γυναῖκα 341 ἀγοράσασαν προάστειον ἔχον πρόσοδον καὶ δοῦσαν παρ' ὃ ἦν τὸ προάστειον ἄξιον καὶ τιμηθεῖσαν ὡς Αὔγουσταν, ἀκούσας ἔπεμψε καὶ διετιμήσατο τὸ αὐτὸ προάστειον, ὁρκώσας τοὺς διατιμησαμένους· καὶ μαθὼν ὅτι πλείονος τιμῆς πολὺ ἄξιόν ἐστι τῆς ἀγορασίας, ἠγανάκτησε κατὰ τῆς βασιλίσσης καὶ ἐξώρισεν αὐτὴν τῆς πόλεως, ἀναδοὺς τῇ πωλησάσῃ γυναικὶ τὸ προάστειον. Ὁ δὲ αὐτὸς βασιλεὺς ἀνηγόρευσε βασιλέα Γρατιανὸν τὸν υἱὸν αὐτοῦ· τὴν δὲ αὐτὴν δέσποιναν Μαριανὴν ἀνεκαλέσατο ὁ υἱὸς αὐτῆς Βαλεριανὸς μετὰ τὸ γενέσθαι αὐτὸν βασιλέα ἐν τῇ Ῥώμῃ παρὰ τοῦ αὐτοῦ πατρός. Ὁ δὲ θειότατος Βαλεντινιανὸς νόσῳ βληθεὶς μετὰ χρόνον ἐτελεύτα ἐν καστελλίῳ Βιργιτινών, ὢν ἐνιαυτῶν νεʹ. Μετὰ δὲ τὴν βασιλείαν Βαλεντινιανοῦ τοῦ μεγάλου τοῦ ἀποτόμου ἐποίησεν ὁ στρατὸς βασιλέα αὐθεντήσας τὴν σύγκλητον Εὐγένιον ὀνόματι· καὶ ἐβασίλευσεν ἡμέρας εἴκοσι δύο καὶ ἐσφάγη εὐθέως. 342 Καὶ ἐβασίλευσεν ὁ θειότατος Βάλης ὁ ἀδελφὸς Βαλεντινιανοῦ τοῦ ἀποτόμου, ὁ γενναῖος ἐν πολέμοις, ὑπὸ τῆς συγκλήτου Κωνσταντινουπόλεως ἀναγορευθείς, ἔτους τκςʹ κατὰ Ἀντιόχειαν. ὅτε γὰρ ἐτελεύτα Βαλεντινιανὸς ὁ αὐτοῦ ἀδελφός, οὐκ ἦν ἐν Κωνσταντινουπόλει ὁ Βάλης, ἀλλ' ἦν πέμψας αὐτὸν ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ πολεμῆσαι εἰς τὸ Σίρμιον πρὸς τοὺς Γότθους. οὕστινας νικήσας κατὰ κράτος ὑπέστρεψε· καὶ στεφθεὶς ἐβασίλευσεν ἔτη ιγʹ. ἦν δὲ τῷ δόγματι Ἐξακιονίτης, πολεμιστής, καὶ μεγαλόψυχος καὶ φιλοκτίστης. Ἢ μόνον δὲ ἐβασίλευσεν, ἔδωκε τοῖς Ἀρειανοῖς τὴν μεγάλην ἐκκλησίαν ἐν Κωνσταντινουπόλει, καὶ εἰς τὰς ἄλλας πόλεις τὸ αὐτὸ πεποιηκώς. καὶ πάνυ ἐκάκωσε τοὺς χριστιανοὺς ἐν τῇ βασιλείᾳ αὐτοῦ. Ὁ δὲ αὐτὸς Βάλης καὶ τὴν δευτέραν Καππαδοκίαν ἐποίησεν ἐπαρχίαν, ἀπομερίσας αὐτὴν ἀπὸ τῆς πρώτης. Ἐπὶ δὲ τῆς βασιλείας αὐτοῦ ἔπαθεν ὑπὸ θεομηνίας Νίκαια, 343 πόλις τῆς Βιθυνίας, μηνὶ σεπτεμβρίῳ ἰνδικτιῶνος ιαʹ· ἐτελεύτησε δὲ ὁ αὐτὸς Βάλης ποιήσας πρόκενσον εἰς Ἀδριανούπολιν τῆς Θρᾴκης, ἀπελθὼν κτίσαι φαβρίκα ἐκεῖ οἶκον πρὸ τῆς πόλεως ἐν ἀγρῷ ἑτέρῳ, τοῦ οἰκήματος τοῦ ἀγροῦ ἀδήλως ἀναφθέντος καὶ ἀναφθέντων τῶν σκαλῶν νυκτός, ἀπώλετο μετὰ τῶν κουβικουλαρίων καὶ σπαθαρίων αὐτοῦ, ὢν ἐνιαυτῶν μθʹ. Μετὰ δὲ τὴν βασιλείαν Βάλεντος ἐβασίλευσεν ὁ εὐσεβέστατος Γρατιανὸς ὁ υἱὸς Βαλεντινιανοῦ ὁ μείζων ἐπὶ τῆς ὑπατείας Αὐσονιανοῦ καὶ Ἑρμογένους· ἐβασίλευσε δὲ ἔτη ιζʹ. ἦν δὲ ἥσυχος καὶ τιμητικός. Ἐπὶ δὲ τῆς βασιλείας αὐτοῦ Θέων ὁ σοφώτατος φιλόσοφος ἐδίδασκε καὶ ἡρμήνευε τὰ ἀστρονομικὰ καὶ τὰ Ἑρμοῦ τοῦ Τρισμεγίστου συγγράμματα καὶ τὰ Ὀρφέως. Τῷ δὲ ἕκτῳ ἔτει τῆς βασιλείας τοῦ αὐτοῦ Γρατιανοῦ ἀνηγορεύθη ὑπ' αὐτοῦ βασιλεὺς Θεοδόσιος ὁ Σπανός, γαμήσας Πλακιδίαν, ἀδελφὴν Γρατιανοῦ. 344 Πρὸ δὲ τῆς βασιλείας Γρατιανοῦ ἐτελεύτησε Βαλεριανός, βασιλεὺς Ῥώμης, ὁ υἱὸς Βαλεντινιανοῦ, ὁ ἀδελφὸς Γρατιανοῦ ὁ μείζων, βασιλεύσας τῆς Ῥώμης ἔτη ὀλίγα πάνυ· καὶ ἐγένετο ἀντ' αὐτοῦ βασιλεὺς ἐν τῇ Ῥώμῃ ὁ συγγενὴς αὐτοῦ Βαλεντινιανός. Ὁ δὲ βασιλεὺς Γρατιανὸς νόσῳ περιπεσὼν τὸν σπλῆνα ἔμεινεν ἐπὶ πολὺν χρόνον νοσῶν· καὶ ἐν τῷ ἀνιέναι αὐτὸν ἐν τῷ Ἱππικῷ Κωνσταντινουπόλεως θεωρῆσαι διὰ τοῦ Κοχλίου κατὰ τὴν θύραν τοῦ λεγομένου Δεκίμου ἐσφάγη καὶ τελευτᾷ, ὢν ἐνιαυτῶν κηʹ. Μετὰ δὲ τὴν βασιλείαν Γρατιανοῦ ἡ σύγκλητος Κωνσταντινουπόλεως ἀνηγόρευσε βασιλέα Θεοδόσιον, ὡς ἐκ τοῦ γένους αὐτῶν ὄντα ἐκ τῆς Ἱσπανίας χώρας. καὶ ἀναγορευθεὶς ὑπὸ τῆς συγκλήτου ἐβασίλευσεν ὁ θειότατος Θεοδόσιος ὁ Σπανός, ὁ μέγας, γαμβρὸς Γρατιανοῦ, ἔτη ιζʹ. ἦν δὲ χριστιανὸς καὶ φρόνιμος καὶ εὐσεβὴς καὶ ἐνδρανής. ἢ μόνον δὲ ἐβασίλευσεν, εὐθέως ἀνέδωκε τὰς ἐκκλησίας τοῖς ὀρθοδόξοις, πανταχοῦ ποιήσας σάκρας καὶ διώξας τοὺς Ἀρειανούς. ὁ δὲ αὐτὸς βασιλεὺς ἔστεψε τοὺς δύο αὐτοῦ υἱούς, οὓς ἔσχεν ἀπὸ τῆς προτέρας αὐτοῦ γυναικὸς Γάλλης, καὶ τὸν μὲν Ἀρκάδιον ἐποίησε βασιλέα ἐν Κωνσταντινουπόλει, τὸν δὲ Ὁνώριον ἐν Ῥώμῃ. τοὺς δὲ ναοὺς τῶν Ἑλλήνων πάνταςκατέστρεψεν ἕως ἐδάφους ὁ αὐτὸς Θεοδόσιος βασιλεύς. κατέλυσε δὲ καὶ τὸ ἱερὸν Ἡλιουπόλεως τὸ μέγα καὶ περιβόητον τὸ λεγόμενον Τρίλιθον, καὶ ἐποίησεν αὐτὸ ἐκκλησίαν χριστιανοῖς. ὁμοίως δὲ καὶ τὸ ἱερὸν Δαμασκοῦ ἐποίησεν ἐκκλησίαν χριστιανῶν· καὶ ἄλλα 345 δὲ πολλὰ ἱερὰ ἐποίησεν ἐκκλησίας, καὶ ηὐξήθη τὰ τῶν χριστιανῶν πλέον ἐπὶ τῆς βασιλείας αὐτοῦ. Ὁ δὲ αὐτὸς βασιλεὺς ἀπεμέρισε καὶ τὴν Φοινίκην Λιβανησίαν ἀπὸ τῆς παράλου καὶ ἐποίησεν ἐπαρχίαν, δοὺς δίκαια μητροπόλεως καὶ ἄρχοντα ὀρδινάριον Ἐμέζτῃ τῇ πόλει. ὁ αὐτὸς δὲ βασιλεὺς καὶ τὸν Πόντον μερίσας ἐποίησεν ἐπαρχίαν, ἥντινα ἐκάλεσεν Αἱμίμοντον. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐτυράννησε Βαλβῖνος ὁ Ἴσαυρος, καὶ ἔστρεψεν Ἀνάζαρβον τὴν πόλιν καὶ Εἰρηνούπολιν καὶ Καστάβαλαν, τῆς Κιλικίας πόλεις. καὶ συλληφθεὶς ὑπὸ Ῥούφου στρατηλάτου ἀνῃρέθη. Ὁ δὲ αὐτὸς βασιλεὺς Θεοδόσιος ἐν τῷ αὐτῷ χρόνῳ τοὺς τρεῖς ναοὺς τοὺς ὄντας ἐν Κωνσταντινουπόλει εἰς τὴν πρῴην λεγομένην Ἀκρόπολιν καταλύσας, ἐποίησε τὸν τοῦ Ἡλίου ναὸν αὐλὴν οἰκημάτων, καὶ ἐδωρήσατο αὐτὴν τῇ μεγάλῃ ἐκκλησίᾳ Κωνσταντινουπόλεως· ἥτις αὐλὴ κέκληται ἕως τοῦ νῦν τοῦ Ἡλίου· τὸν δὲ τῆς Ἀρτέμιδος ναὸν ἐποίησε ταβλοπαρόχιον τοῖς κοττίζουσιν· ὅστις τόπος κέκληται ἕως τῆς νῦν ὁ ναός· ἡ δὲ πλησίον ῥύμη τὸ ἐλάφιν. τὸν δὲ τῆς Ἀφροδίτης ναὸν ἐποίησε καρουχαρεῖον τοῦ ἐπάρχου τῶν πραιτωρίων, κτίσας πέριξ ὁσπήτια καὶ κελεύσας δωρεὰν μένειν ἐν αὐτοῖς τὰς πάνυ πενιχρὰς πόρνας. ἐποίησε δὲ ὁ αὐτὸς Θεοδόσιος καὶ τὴν λεγομένην πρῴην κώμην Ῥοφαεινᾶν πόλιν· ἥτις μετεκλήθη Θεοδοσιούπολις, λαβοῦσα ἔκτοτε ἡ αὐτὴ 346 κώμη καὶ δίκαιον πόλεως ἕως τῆς νῦν, ἐπὶ τῆς ὑπατείας Μηροβαύδου καὶ Σατουρνίνου. Ὁ δὲ αὐτὸς Θεοδόσιος ἐπὶ τῆς ἑαυτοῦ βασιλείας ἐποίησε τὴν σύνοδον τῶν ρνʹ ἐπισκόπων τῶν ἐν Κωνσταντινουπόλει ἕνεκεν τοῦ ὁμοουσίου τοῦ ἁγίου πνεύματος. ὡσαύτως δὲ ὁ αὐτὸς Θεοδόσιος βασιλεὺς προήγαγε τὸν ἔπαρχον πραιτωρίων Ἀντίοχον τὸν ἐπίκλην Χούζωνα τὸν μέγαν, καταγόμενον ἀπὸ Ἀντιοχείας τῆς μεγάλης. ἢ μόνον δὲ προήχθη ἔπαρχος, ἀνήγαγε τῷ αὐτῷ Θεοδοσίῳ βασιλεῖ ὅτι ἐπλατύνθη καὶ ηὐξήθη ἡ αὐτὴ μεγάλη πόλις Ἀντιόχεια τῆς Συρίας καὶ ἔχει πολλὰ οἰκήματα ἔξω τειχέων ἐπὶ μίλιον ἕνα. καὶ ἐκέλευσεν ὁ αὐτὸς βασιλεὺς Θεοδόσιος περιτειχισθῆναι καὶ τὰ ἔξω τῆς πόλεως ὄντα οἰκήματα· καὶ ἐγένετο τεῖχος ἀπὸ τῆς πόρτας τοῦ λεγομένου φίλον αὐτοῦ ἕως τοῦ λεγομένου Ῥοδίωνος· καὶ περιέλαβε τὸ ὄρος τὸ νέον τεῖχος ἕως τοῦ παλαιοῦ τείχους τοῦ κτισθέντος ὑπὸ Τιβερίου Καίσαρος, καὶ προσεκόλλησε τὸ νέον τεῖχος ἕως τοῦ ῥύακος τοῦ λεγομένου Φυρμίνου τοῦ κατερχομένου ἐκ τῆς διασφαγῆς τοῦ ὄρους, ἐνεγκὼν τοὺς λίθους ἐκ τοῦ μονομαχείου τοῦ παλαιοῦ τοῦ ὄντος εἰς τὴν ἀκρόπολιν ἄνω, λύσας καὶ τὸν ἀγωγὸν τὸν ἐρχόμενον εἰς τὴν αὐτὴν ἀκρόπολιν ἀπὸ τῶν λεγομένων ὑδάτων ἐκ τῆς Λαοδικηνῆς ὁδοῦ· ὅντινα ἀγωγὸν ἐποίησεν Ἰούλιος ὁ Καῖσαρ, κτίσας τὸ δημόσιον 347 ἄνω εἰς τὸ ὄρος τοῖς λεγομένοις ἀκροπολίταις τοῖς ἀπομείνασι καὶ οἰκήσασιν ἄνω μεθ' οὓς κατήγαγε Σέλευκος ὁ Μακεδὼν ὁ Νικάτωρ ἐν τῇ πόλει τῇ κτισθείσῃ ὑπ' αὐτοῦ ἐν τῷ λεγομένῳ αὐλῶνι· οὕστινας καὶ παρεκάλεσεν οἰκεῖν ἅμα αὐτῷ τὴν κάτω πόλιν Ἀντιόχειαν τὴν μεγάλην. ἐν ἐκείνῳ δὲ τῷ καιρῷ ἔλαβε τεῖχος καὶ Γίνδαρος καὶ τὸ Λύταργον καὶ ἄλλαι πολλαὶ κωμοπόλεις τῆς Συρίας. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας οἱ Τζάννοι περάσαντες ἦλθον εἰς τὴν Καππαδοκίαν καὶ Κιλικίαν καὶ Συρίαν· καὶ ἐπραίδευσαν καὶ ἀπῆλθον. Ὁ δὲ αὐτὸς βασιλεὺς Θεοδόσιος ἐμέρισε τὴν νέαν Ἤπειρον ἀπὸ τῆς παλαιᾶς καὶ ἐποίησεν ἐπαρχίαν, δοὺς δίκαιον μητροπόλεως καὶ ἄρχοντα Δοῤῥαχίῳ πόλει· ὁμοίως δὲ καὶ δευτέραν Παλαιστίνην ἐμέρισεν ἀπὸ τῆς πρώτης καὶ ἐποίησεν ἄρχοντα, δοὺς δίκαιον μητροπόλεως καὶ ἄρχοντα τῇ λεγομένῃ Σκυθῶν πόλει. Ὁ δὲ αὐτὸς Θεοδόσιος βασιλεὺς ἀπὸ Κωνσταντινουπόλεως ἐξελθὼν ἐπὶ Ῥώμην εἰσῆλθεν ἐν Θεσσαλονίκῃ πόλει· καὶ τοῦ ὄντος μετ' αὐτοῦ στρατιωτικοῦ πλήθους διὰ μιτᾶτα ταράξαντος τὴν πόλιν, ἐστασίασαν καὶ ὕβρισαν τὸν βασιλέα οἱ Θεσσαλονικεῖς. καὶ θεωρήσας ἱππικὸν ἐν τῇ αὐτῇ πόλει γέμοντος τοῦ Ἱππικοῦ ἐκέλευσε τοξευθῆναι· καὶ ἀπώλετο πλῆθος χιλιάδων δεκαπέντε. καὶ διὰ τοῦτο ἀγανακτήσας κατ' αὐτοῦ Ἀμβρόσιος ὁ ἐπίσκοπος ἐποίησεν αὐτὸν ὑπὸ κώλυμα· καὶ ἔμεινεν ἐπὶ πολλὰς ἡμέρας μὴ 348 εἰσερχόμενος εἰς τὴν ἐκκλησίαν, ἕως οὗ παρακληθεὶς ὁ ἐπίσκοπος εἰς τὰ ἅγια γενέθλια ἐδέξατο αὐτόν. οὐκ ἄλλως δὲ ἐδέξατο αὐτόν, ἕως οὗ ἐποίησε σάκραν, ἵνα οἱασδήποτε ἀγανακτήσεως παρὰ βασιλέως γινομένης ἔνδοσιν δίδοσθαι ἀπὸ τῶν ἐπιτρεπομένων τριάκοντα ἡμερῶν καὶ εἶθ' οὕτως γενέσθαι τὸ προσταχθέν. Ὁ δὲ αὐτὸς βασιλεὺς καὶ τὴν δευτέραν Γαλατίαν ἀπὸ τῆς πρώτης μερίσας ἐποίησεν ἐπαρχίαν, δοὺς δίκαιον πόλεως καὶ ἄρχοντα Πισινοῦντι τῇ πόλει. Ὁ δὲ αὐτὸς Θεοδόσιος βασιλεὺς ποιήσας πρόκενσον ἀπιὼν ἐπὶ πόλεμον, ἐν Μιζουλάνῳ ἠῤῥώστησε, καὶ τελευτᾷ ἐκεῖ ἐν Μιζουλάνῳ, ὢν ἐνιαυτῶν ξεʹ· καὶ ἠνέχθη τὸ λείψανον αὐτοῦ ἐν Κωνσταντινουπόλει. ὅτε δὲ ἔμελλε τελευτᾶν Θεοδόσιος, μαθὼν ὅτι εἰς Ῥώμην ἦλθεν ὁ Ἀρκάδιος πρὸς Ὁνώριον τὸν αὐτοῦ ἀδελφὸνἀῤῥωστήσαντα, ἔγραψεν αὐτῷ ὑποστρέψαι εἰς Κωνσταντινούπολιν διὰ τὴν ἀνατολήν. καὶ διατρίψαντος ἐν Ῥώμῃ τοῦ αὐτοῦ βασιλέως Ἀρκαδίου πρὸς τὸν αὐτοῦ ἀδελφὸν βασιλέα Ὁνώριον, ὡσαύτως δὲ καὶ κατὰ τὴν ὁδὸν διασύραντος, ἐν ὅσῳ ἔρχεται ὁ Ἀρκάδιος ἐν Κωνσταντινουπόλει, Γαϊνὰς ἐτυράννησεν ὁ συγκλητικός, θέλων βασιλεῦσαι. καὶ κατέφθασεν ὁ Ἀρκάδιος ἐν Κωνσταντινουπόλει καὶ ἐφόνευσε τὸν τύραννον Γαϊνάν. Μετὰ οὖν τὴν βασιλείαν Θεοδοσίου τοῦ μεγάλου τοῦ Σπανοῦ ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ Ἀρκάδιος ἐν Κωνσταντινουπόλει ἐλθὼν 349 ἀπὸ Ῥώμης τὰ πάντα ἔτη εἰκοσιτρία, ἐάσας ἐν Ῥώμῃ Ὁνώριοντὸν ἀδελφὸν αὐτοῦ τὸν μικρότερον. ἦν δὲ περίγοργος καὶ ἐνδρανής. καὶ εὐθέως ἐλθὼν ἐποίησε βασιλέα τὸν υἱὸν αὐτοῦ Θεοδόσιον τὸν μικρὸν ἐν Κωνσταντινουπόλει. Ὁ δὲ αὐτὸς Ἀρκάδιος ἐποίησε καὶ ἴδιον ἀριθμόν, οὓς ἐκάλεσεν Ἀρκαδιακούς. ἀῤῥωστήσας δὲ ἐξαίφνης τελευτᾷ, ὢν ἐνιαυτῶν λαʹ. Μετὰ δὲ τὴν βασιλείαν Ἀρκαδίου ἐβασίλευσεν ὁ ἀδελφὸς αὐτοῦ Ὁνώριος ἐν Ῥώμῃ ἔτη λαʹ. ἦν δὲ ὀργίλος καὶ σώφρων. Ὁ δὲ αὐτὸς βασιλεὺς ἔκλεισε τὸ ἱερὸν τοῦ Σεράπιδος Ἡλίου τοῦ ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ταραχῆς γενομένης δημοτικῆς ἐν τῇ Ῥώμῃ μεγάλης, ἀγανακτήσας ἀπῆλθεν εἰς Ῥάβενναν πόλιν· καὶ πέμψας ἤγαγεν Ἀλάριχον στρατηλάτην ἀπὸ τῶν Γαλλιῶν μετὰ πλήθους, ἵνα πραιδεύσῃ τὴν Ῥώμην. καὶ ἐλθὼν ὁ Ἀλάριχος ἐν τῇ πόλει παρέθετο αὑτὸν τῇ πόλει καὶ τοῖς συγκλητικοῖς τοῖς ἐχθροῖς Ὁνωρίου, καί τινα τῶν τῆς πόλεως οὐκ ἔβλαψεν, ἀλλὰ ὁρμήσας εἰς τὸ παλάτιον ἐπῆρε πάντα τὰ τοῦ παλατίου χρήματα καὶ τὴν ἀδελφὴν Ὁνωρίου ἀπὸ πατρὸς Πλακιδίαν, μικρὰν οὖσαν 350 παρθένον· καὶ πάλιν ἀπῆλθεν αὐτὸς εἰς τὰς Γαλλίας τυραννήσας. Κωνστάντιος δὲ ἔτι κόμης ὢν μετὰ Ἀλαρίχου, πιστευθεὶς παρ' αὐτοῦ τὴν κόρην Πλακιδίαν, δυνηθεὶς ἔλαβεν αὐτήν· καὶ φυγὼν τὸν Ἀλάριχον ἤγαγεν αὐτὴν πρὸς τὸν βασιλέα Ὁνώριον. καὶ εὐχαριστῶν αὐτῷ ὁ Ὁνώριος ἐποίησεν αὐτὸν συγκλητικόν, καὶ ἐξέδωκεν αὐτῷ τὴν Πλακιδίαν εἰς γυναῖκα, καὶ ἐποίησεν αὐτὸν βασιλέα ἐν Ῥώμῃ· ἐξ ἧς ἔσχεν υἱὸν ὁ αὐτὸς Κωνστάντιος, ὃν ἐκάλεσε Βαλεντινιανόν. καὶ ἅμα Κωνσταντίῳ γενόμενος ὁ Ὁνώριος ἐπὶ τῆς αὐτοῦ βασιλείας ἀνεῖλε τοὺς τέσσαρας τυράννους Ἄτταλον καὶ Σεβαστιανὸν καὶ Μάξιμον καὶ Κώνσταν τοὺς συγκλητικούς, οἵτινες ἀντῆραν αὐτῷ ὑπονοθεύσαντες τὸν δῆμον. μετὰ δὲ τὸ φονευθῆναι αὐτοὺς καὶ τὰς οὐσίας αὐτῶν δημευθῆναι ἐάσας τὸν Κωνστάντιον ἐν τῇ Ῥώμῃ βασιλεύειν ἦλθεν ὁ αὐτὸς Ὁνώριος ἐν Κωνσταντινουπόλει βασιλεύων μετὰ Θεοδοσίου τοῦ μικροῦ. Ὁ δὲ Κωνστάντιος, βασιλεὺς Ῥώμης, τελευτᾷ ἰδίῳ θανάτῳ ἐπὶ τῆς βασιλείας καὶ ζωῆς Ὁνωρίου· καὶ τυραννήσας συγκλητικός τις ὀνόματι Ἰωάννης, τῶν ἄλλων συγκλητικῶν συμποιησαμένων μετ' αὐτοῦ, βασιλεύει ἐν τῇ Ῥώμῃ. καὶ γνοὺς τοῦτο ὁ Ὁνώριος ἐμάνη· καὶ νόσῳ βληθεὶς ὑδρωπιάσας τελευτᾷ, ὢν ἐνιαυτῶν μβʹ. ΛΟΓΟΣ ΙΔʹ ΒΑΣΙΛΕΙΑΣ ΘΕΟΔΟΣΙΟΥ ΝΕΩΤΕΡΟΥ ΕΩΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΛΕΟΝΤΟΣ ΤΟΥ ΜΙΚΡΟΥ. Μετὰ δὲ τὴν βασιλείαν Ὁνωρίου ἐβασίλευσε μόνος ὁ θειότατος Θεοδόσιος ὁ νέος, ὁ υἱὸς Ἀρκαδίου βασιλέως, ἀδελφοῦ Ὁνωρίου, ἐπὶ τῆς ὑπατείας Στελίχωνος καὶ Ἀβριλιανοῦ, ὑπὸ τοῦ ἰδίου πατρὸς στεφθείς· ἐβασίλευσε δὲ τὰ πάντα ἔτη νʹ καὶ μῆνας ζʹ. ὅστις ἔχαιρε τῷ Πρασίνῳ μέρει καὶ ἀντεποιεῖτο αὐτῶν κατὰ πόλιν. ἐν δὲ Κωνσταντινουπόλει μετήγαγεν αὐτούς, θεωροῦντας πρῴην εἰς τὰ δεξιὰ αὐτοῦ μέρη, καὶ ἐποίησεν αὐτοὺς θεωρεῖν εἰς τὰ ἀριστερὰ βάθρα· καὶ τοὺς τῆς πεδατούρας στρατιώτας τοὺς κατέναντι τοῦ καθίσματος θεωροῦντας μετέστησεν ἐπὶ τὸ Βένετον μέρος· καὶ τὰ βάθρα ἔδωκε τοῖς τοῦ Πρασίνου μέρους, ἔχοντα μεσόστυλα ἕξ, εἰρηκὼς τῷ ἐπάρχῳ Κύρῳ ὅτι Οὓς φιλῶ κατέ 352 ναντί μου θέλω θεωρεῖν. καὶ ἔκραξαν ἐν Κωνσταντινουπόλει οἱ ἐκ τοῦ Πρασίνου μέρους τῷ αὐτῷ βασιλεῖ, Τὰ ἴδια τοῖς ἰδίοις. καὶ ἔπεμψεν αὐτοῖς μανδᾶτα διὰ τοῦ πρωτοκούρσορος, λέγων ὅτι Ἐγὼ ὡς τιμῶν ὑμᾶς εἰς τὰ ἀριστερὰ τοῦ καθίσματος, ἔνθα θεωρῶ, μετέστησα ὑμᾶς· καὶ εὐφήμησαν αὐτόν. καὶ ἐκέλευσε κατὰ πόλιν εἰς τὰ ἀριστερὰ τῶν ἀρχόντων θεωρεῖν τοὺς Πρασίνους. Ἐβασίλευσε δὲ παιδίον· ὅτε δὲ προέκοψε τῇ ἡλικίᾳ ὁ αὐτὸς Θεοδόσιος βασιλεύς, ἀνεγίνωσκεν ἔσω εἰς τὸ παλάτιον ἐν τῇ ζωῇ τοῦ αὐτοῦ πατρὸς Ἀρκαδίου. καὶ μετὰ τὴν τελευτὴν τοῦ πατρὸς αὐτοῦ συνανεγίνωσκεν αὐτῷ ἄλλος νεώτερος εὐφυέστατος ὀνόματι Παυλῖνος, υἱὸς κόμητος δομεστίκων. μετὰ δὲ τὴν τελευτὴν τοῦ αὐτοῦ πατρὸς ἀνδρωθεὶς Θεοδόσιος ὁ βασιλεὺς ἐζήτει λαβεῖν γυναῖκα εἰς γάμον· καὶ ὤχλει τῇ αὐτοῦ ἀδελφῇ Πουλχερίᾳ τῇ δεσποίνῃ, οὔσῃ παρθένῳ, ἥτις ὡς φιλοῦσα τὸν ἴδιον αὐτῆς ἀδελφὸν οὐχ εἵλατο γαμηθῆναί τινι· καὶ δὴ περιεργασαμένη περὶ παρθένων πολλῶν κορασίων, θυγατέρων πατρικίων ἢ ἐξ αἵματος βασιλικοῦ, εἶπεν τῷ αὐτῷ Θεοδοσίῳ βασιλεῖ, ἀδελφῷ αὐτῆς, συνδιάγουσα αὐτῷ ἐν τῷ παλατίῳ. καὶ εἶπεν αὐτῇ ὁ αὐτὸς βασιλεὺς Θεοδόσιος ὅτι Ἐγὼ θέλω, εἰ εὕρῃς μοι νεωτέραν εὔμορφον πάνυ, ἵνα τοιοῦτον κάλλος μὴ ἔχῃ γυνὴ εἰς Κωνσταντινούπολιν, εἴτε ἐξ αἵματός ἐστι βασιλικοῦ εἴτε ἐξ αἵματός ἐστι συγκλητικοῦ 353 πρώτου. εἰ δὲ μή ἐστι καλὴ εἰς ὑπερβολήν, οὐ χρείαν ἔχω, οὔτε ἀξιωματικὴν οὔτε ἐκ βασιλικοῦ αἵματος οὔτε πλοῦτον, ἀλλὰ καὶ εἴ τινος δή ποτέ ἐστι θυγάτηρ, μόνον παρθένον καὶ εὐπρεπεστάτην πάνυ, ταύτην λαμβάνω. καὶ ἀκηκοῶσα ταῦτα ἡ δέσποινα Πουλχερία πανταχοῦ ἔπεμψε περιεργαζομένη· καὶ Παυλῖνος δὲ περιέτρεχεν, ἀρέσαι αὐτῷ. Ἐν δὲ τῷ μεταξὺ συνέβη ἐλθεῖν ἐν Κωνσταντινουπόλει μετὰ τῶν ἰδίων συγγενῶν κόρην εὐπρεπῆ, ἐλλόγιμον, Ἑλλαδικήν, ὀνόματι Ἀθηναΐδα, τὴν καὶ Εὐδοκίαν μετακληθεῖσαν, θυγατέρα γενομένην Λεοντίου τοῦ φιλοσόφου Ἀθηναίου εὐπορωτάτου· ἥτις Ἀθηναῒς ἡ καὶ Εὐδοκία ἠναγκάσθη καταλαβεῖν τὴν βασιλεύουσαν πόλιν πρὸς τὴν ἰδίαν αὐτῆς θείαν διὰ τὴν αἰτίαν ταύτην. ὁ φιλόσοφος Λεόντιος ὁ αὐτῆς πατὴρ ἔχων υἱοὺς τελείους δύο, μέλλων τελευτᾶν διέθετο, τάξας ἐν τῇ ἑαυτοῦ διαθήκῃ τοὺς δύο αὐτοῦ υἱοὺς κληρονόμους πάσης τῆς ὑπ' αὐτοῦ καταλιμπανομένης περιουσίας Οὐαλέριον καὶ Γέσιον, εἰρηκὼς ἐν τῇ αὐτοῦ διαθήκῃ, Ἀθηναΐδι τῇ ποθεινοτάτῃ μου γνησίᾳ θυγατρὶ δοθῆναι βούλομαι νομίσματα ἑκατὸν καὶ μόνον· ἀρκεῖ γὰρ αὐτῇ ἡ αὐτῆς τύχη ἡ ὑπερέχουσα πᾶσαν γυναικείαν τύχην. καὶ ἐτελεύτησεν ὁ αὐτὸς Λεόντιος ὁ φιλόσοφος ἐν Ἀθήναις. μετὰ οὖν τὴν αὐτοῦ ἀποβίωσιν ἐδυσώπει ἡ αὐτὴ Ἀθηναῒς ἡ καὶ Εὐδοκία τοὺς ἰδίους ἀδελφούς, ὡς μείζονας, προσπίπτουσα αὐτοῖς καὶ αἰτοῦσα μὴ προσχεῖν τῇ αὐτῇ διαθήκῃ, ἀλλὰ κατὰ τὸ τρίτον μέρος μερίσασθαι μετ' 354 αὐτῶν τὰ πατρῷα, λέγουσα μηδὲν ἡμαρτηκέναι, ὡς καὶ ὑμεῖς οἴδατε, πρὸς τὸν ἴδιον ὑμῶν πατέρα· καὶ οὐκ οἶδα διὰ τί ἄπορόν με κατέλιπε μέλλων τελευτᾶν καὶ εὐπορίας τύχην μετὰ τὴν αὐτοῦ νέκρωσιν ἐχαρίσατο. οἱ δὲ αὐτῆς ἀδελφοὶ ἔμειναν ἀπειθεῖς, καὶ ὀργισθέντες ἐδίωξαν αὐτὴν καὶ ἐκ τοῦ πατρῴου αὐτῆς οἴκου, ἔνθα συνέμενεν αὐτοῖς. καὶ ἐδέξατο αὐτὴν ἡ ἀδελφὴ τῆς γενομένης αὐτῆς μητρός, ὡς ὀρφανήν, καὶ ὡς παρθένον ἐφύλαξεν αὐτήν. ἥντινα λαβοῦσα ἀνῆλθεν ἐν Κωνσταντινουπόλει πρὸς τὴν ἄλλην ἀδελφὴν τοῦ αὐτῆς πατρὸς καὶ θείαν αὐτῆς. καὶ λαβοῦσαι αὐτὴν ποιῆσαι ἀξίωσιν κατὰ τῶν αὑτῆς ἀδελφῶν παρεσκεύασαν αὐτὴν προσελθεῖν τῇ εὐσεβεστάτῃ δεσποίνῃ Πουλχερίᾳ, ἀδελφῇ Θεοδοσίου βασιλέως. καὶ δὴ προσελθοῦσα ἐδίδαξεν ὡς βιαζομένη παρὰ τῶν ἰδίων αὐτῆς ἀδελφῶν, διαλεγομένη ἐλλογίμως. καὶ ἑωρακυῖα αὐτὴν ἡ αὐτὴ Πουλχερία εὐπρεπῆ καὶ ἐλλόγιμον, ἐπηρώτησε τὰς αὐτῆς θείας εἰ ἐστὶ παρθένος. καὶ ἐδιδάχθη παρ' αὐτῶν ὅτι παρθένος ἐστὶν ἁγνὴ φυλαχθεῖσα ὑπὸ τοῦ αὐτῆς πατρός, φιλοσόφου γεναμένου ἐν Ἑλλάδι, καὶ διὰ λόγων πολλῶν φιλοσοφίας ἀναχθεῖσα. καὶ κελεύσασα αὐτὴν ἅμα ταῖς αὐταῖς θείαις διὰ κουβικουλαρίων φυλαχθῆναι καὶ περιμεῖναι, λαβοῦσα, φησί, τὴν δέησιν παρ' αὐτῆς εἰσῆλθε πρὸς τὸν ἴδιον αὐτῆς ἀδελφὸν τὸν βασιλέα Θεοδόσιον καὶ εἶπεν αὐτῷ ὅτι Ηὗρον νεωτέραν πάνυ εὔμορφον, καθαρίαν, εὔστολον, ἐλλόγιμον, Ἑλλαδικήν, παρ 355 θένον, θυγατέρα φιλοσόφου. ὁ δὲ ἀκούσας, ὡς νεώτερος, ἀνήφθη· καὶ μεταστειλάμενος τὸν συμπράκτορα αὐτοῦ καὶ φίλον Παυλῖνον ᾔτησε τὴν ἑαυτοῦ ἀδελφὴν ὡς ἐπ' ἄλλῳ τινὶ εἰσαγαγεῖν τὴν Ἀθηναΐδα τὴν καὶ Εὐδοκίαν ἐν τῷ αὑτῆς κουβικλείῳ, ἵνα διὰ τοῦ βήλου θεάσηται αὐτὴν ἅμα Παυλίνῳ. καὶ εἰσήχθη· καὶ ἑωρακὼς αὐτὴν ἠράσθη αὐτῆς, καὶ Παυλίνου δὲ θαυμάσαντος αὐτήν. καὶ κρατήσας αὐτὴν καὶ χριστιανὴν ποιήσας, ἦν γὰρ Ἕλλην, καὶ μετονομάσας αὐτὴν Εὐδοκίαν, ἔλαβεν αὐτὴν εἰς γυναῖκα, ποιήσας αὐτῇ βασιλικοὺς γάμους. καὶ ἔσχεν ἐξ αὐτῆς θυγατέρα ὀνόματι Εὐδοξίαν. Ἀκούσαντες δὲ οἱ τῆς Αὐγούστας Εὐδοκίας ἀδελφοὶ ὅτι βασιλεύει, προσέφυγον ἐν τῇ Ἑλλάδι φοβηθέντες· καὶ πέμψασα ἤνεγκεν αὐτοὺς ἐκ τῆς πόλεως Ἀθηνῶν ὑπὸ λόγον ἐν Κωνσταντινουπόλει, καὶ ἐποίησεν αὐτοὺς ἀξιωματικούς, προαγαγόντος αὐτοὺς τοῦ βασιλέως τὸν μὲν λεγόμενον Γέσιον ἔπαρχον πραιτωρίων τοῦ Ἰλλυριῶν ἔθνους, τὸν δὲ Οὐαλέριον μάγιστρον, εἰρηκυίας αὐτοῖς τῆς αὐτῆς βασιλίσσης Εὐδοκίας, ἀδελφῆς αὐτῶν, ὅτι Εἰ μὴ ὑμεῖς κακῶς ἐχρήσασθέ μοι, οὐκ ἠναγκαζόμην ἐλθεῖν καὶ βασιλεῦσαι. τὴν οὖν ἐκ τῆς γενέσεώς μου βασιλείαν ὑμεῖς μοι ἐχαρίσασθε· ἡ γὰρ ἐμὴ ἀγαθὴ τύχη ἐποίησεν ὑμᾶς ἀτυχεῖς εἰς ἐμέ, οὐχὶ ἡ ὑμετέρα πρὸς ἐμὲ γνώμη. Ὁ δὲ βασιλεὺς Θεοδόσιος καὶ Παυλῖνον, ὡς φίλον αὐτοῦ 356 καὶ μεσάσαντα τῷ γάμῳ καὶ συναριστοῦντα αὐτοῖς, ἐποίησε διὰ πάσης ἀξίας ἐλθεῖν· καὶ μετὰ ταῦτα προηγάγετο αὐτὸν μάγιστρον· καὶ ηὐξήθη. ὡς ἔχων δὲ παῤῥησίαν πρὸς τὸν βασιλέα Θεοδόσιον, ὡς παράνυμφος, καὶ πρὸς τὴν Αὔγουσταν Εὐδοκίαν εἰσῄει συχνῶς ὁ αὐτὸς Παυλῖνος, ὡς μάγιστρος. Ὁ δὲ αὐτὸς Θεοδόσιος βασιλεὺς ἔπεμψεν ἐν τῇ Ῥώμῃ Ἄσπαρα τὸν πατρίκιον μετὰ δυνάμεως πολλῆς στρατοῦ κατὰ Ἰωάννου τοῦ τυράννου. καὶ ἐνίκησε τὸν αὐτὸν Ἰωάννην ὁ Ἄσπαρ, καὶ ἐξέβαλεν αὐτὸν τῆς βασιλείας Ῥώμης, καὶ ἐφόνευσεν αὐτόν. καὶ ἐποίησεν ὁ βασιλεὺς Θεοδόσιος βασιλέα ἐν τῇ Ῥώμῃ Βαλεντινιανὸν τὸν μικρόν, τὸν υἱὸν Πλακιδίας τῆς μεγάλης καὶ Κωνσταντίου βασιλέως, τὸν ἴδιον αὐτοῦ συγγενέα. καὶ ἐκδίδωσιν αὐτῷ τὴν ἑαυτοῦ θυγατέρα, ἣν εἶχεν ἀπὸ Εὐδοκίας Αὐγούστας, θυγατρὸς τοῦ φιλοσόφου, ὀνόματι Εὐδοξίαν· ἀφ' ἧς ἔσχεν ὁ αὐτὸς Βαλεντινιανὸς θυγατέρας δύο Εὐδοκίαν καὶ Πλακιδίαν. Συνέβη δὲ μετὰ χρόνον ἐν τῷ προϊέναι τὸν βασιλέα Θεοδόσιον εἰς τὴν ἐκκλησίαν ἐν τοῖς ἁγίοις θεοφανίοις τὸν μάγιστρον Παυλῖνον ἀηδισθέντα ἐκ τοῦ ποδὸς ἀπρόϊτον μεῖναι καὶ ἐκκουσσεῦσαι. προσήνεγκε δὲ τῷ αὐτῷ Θεοδοσίῳ βασιλεῖ πένης τις μῆλον Φρυγιατικὸν παμμέγεθες πολὺ εἰς πᾶσαν ὑπερβολήν. καὶ ἐξενίσθη ὁ βασιλεὺς καὶ πᾶσα ἡ σύγκλητος αὐτοῦ· καὶ εὐθέως ὁ βασιλεύς, δεδωκὼς τῷ προσαγαγόντι τὸ μῆλον νομίσμα 357 τα ἑκατὸν πεντήκοντα, ἔπεμψεν αὐτὸ τῇ Αὐγούστῃ Εὐδοκίᾳ· καὶ ἡ Αὔγουστα ἔπεμψεν αὐτὸ Παυλίνῳ μαγίστρῳ, ὡς φίλῳ τοῦ βασιλέως· ὁ δὲ μάγιστρος Παυλῖνος, ἀγνοῶν ὅτι ὁ βασιλεὺς ἔπεμψεν αὐτὸ τῇ Αὐγούστῃ, λαβὼν ἔπεμψεν αὐτὸ τῷ βασιλεῖ Θεοδοσίῳ, ὡς εἰσέρχεται εἰς τὸ παλάτιον. καὶ δεξάμενος αὐτὸ ὁ βασιλεὺς ἐγνώρισεν αὐτὸ καὶ ἀπέκρυψεν αὐτό· καὶ καλέσας τὴν Αὔγουσταν ἐπηρώτησεν αὐτήν, λέγων, Ποῦ ἐστι τὸ μῆλον ὃ ἔπεμψά σοι; ἡ δὲ εἶπεν ὅτι ἔφαγον αὐτό. καὶ ὥρκωσεν αὐτὴν κατὰ τῆς αὐτοῦ σωτηρίας εἰ ἔφαγεν αὐτὸ ἤ τινι αὐτὸ ἔπεμψε. καὶ ἐπωμόσατο ὅτι Οὐδενὶ αὐτὸ ἔπεμψα, ἀλλ' ὅτι αὐτὴ αὐτὸ ἔφαγε. καὶ ἐκέλευσεν ὁ βασιλεὺς ἐνεχθῆναι τὸ μῆλον, καὶ ἔδειξεν αὐτῇ αὐτό. καὶ ἠγανάκτησε κατ' αὐτῆς, ὑπονοήσας ὅτι ὡς ἐρῶσα τῷ αὐτῷ Παυλίνῳ ἔπεμψεν αὐτῷ τὸ μῆλον καὶ ἠρνήσατο. καὶ διὰ τοῦτο ἀνεῖλε τὸν αὐτὸν Παυλῖνον ὁ βασιλεὺς Θεοδόσιος· καὶ λυπηθεῖσα ἡ Αὔγουστα Εὐδοκία, ὡς ὑβρισθεῖσα, ἐγνώσθη γὰρ πανταχοῦ ὅτι δι' αὐτὴν ἐσφάγη ὁ Παυλῖνος· ἦν γὰρ πάνυ εὔμορφος νεώτερος· ᾐτήσατο δὲ ἡ Αὔγουστα τὸν βασιλέα Θεοδόσιον τοῦ κατελθεῖν εἰς τοὺς ἁγίους τόπους εἰς εὐχήν· καὶ παρέσχεν αὐτῇ. καὶ κατῆλθεν ἀπὸ Κωνσταντινουπόλεως ἐπὶ Ἱεροσόλυμα εὔξασθαι· καὶ ἔκτισεν ἐν Ἱεροσολύμοις πολλά, καὶ τὸ τεῖχος ἀνενέωσε τῆς Ἱερουσαλήμ, εἰποῦσα ὅτι Δι' ἐμὲ εἶπε Δαβὶδ ὁ προφήτης ὅτι καὶ ἐν τῇ εὐδοκίᾳ σου οἰκοδο 358 μηθήσεται τὰ τείχη Ἱερουσαλήμ, κύριε. καὶ μείνασα ἐκεῖ καὶ κτίσασα ἑαυτῇ μνῆμα βασιλικὸν ἐτελεύτησε, καὶ ἐτέθη ἐν Ἱεροσολύμοις. ἐν δὲ τῷ μέλλειν αὐτὴν τελευτᾶν ἐπωμόσατο μὴ συνειδέναι τῇ κατηγορίᾳ τῆς ἕνεκεν Παυλίνου. Ὁ δὲ βασιλεὺς Θεοδόσιος ἦν ἐλλόγιμος, παρὰ παντὸς τοῦ δήμου φιλούμενος καὶ τῆς συγκλήτου. ἐπὶ δὲ τῆς βασιλείας αὐτοῦ καὶ Βαλεντινιανοῦ ἐπεστράτευσε κατὰ Ῥώμης καὶ κατὰ Κωνσταντινουπόλεως Ἀττιλᾶς, ἐκ τοῦ γένους τῶν Γηπέδων, πλῆθος ἔχων μυριάδων πολλῶν, δηλώσας διὰ Γότθου ἑνὸς πρεσβευτοῦ τῷ Βαλεντινιανῷ, βασιλεῖ Ῥώμης, Ἐκέλευσέ σοι δι' ἐμοῦ ὁ δεσπότης μου καὶ δεσπότης σου Ἀττιλᾶς ἵνα εὐτρεπίσῃς αὐτῷ τὸ παλάτιόν σου. ὁμοίως δὲ καὶ Θεοδοσίῳ βασιλεῖ τὰ αὐτὰ ἐν Κωνσταντινουπόλει ἐδήλωσε δι' ἑνὸς Γότθου πρεσβευτοῦ. καὶ ἀκηκοὼς Ἀέτιος ὁ πρῶτος συγκλητικὸς Ῥώμης τὴν ὑπερβάλλουσαν τόλμαν τῆς ἀπονενοημένης ἀποκρίσεως Ἀττιλᾶ, ἀπῆλθε πρὸς Ἀλάριχον πρὸς τοὺς Γάλλους, ὄντα ἐχθρὸν Ῥωμαίων, καὶ προετρέψατο αὐτὸν καὶ ἤνεγκεν αὐτὸν ἅμα αὐτῷ κατὰ Ἀττιλᾶ· ἐπολέμησε γὰρ πόλεις πολλὰς τῆς Ῥώμης. καὶ ἐξαίφνης ἐπιῤῥίψαντες αὐτῷ, ὡς ἐστὶν ἀπληκεύων πλησίον τοῦ Δανουβίου ποταμοῦ, ἔκοψαν αὐτῶν χιλιάδας πολλάς. εἰς δὲ τὴν συμβολὴν πληγὴν λαβὼν ὁ Ἀλάριχος ἀπὸ σαγίτας ἐτελεύτη 359 σεν. ὡσαύτως δὲ καὶ ὁ Ἀττιλᾶς ἐτελεύτησε καταφορᾷ αἵματος διὰ τῶν ῥινῶν ἐνεχθείσῃ νυκτός, μετὰ Οὕννας παλλακίδος αὐτοῦ καθεύδων· ἥτις κόρη καὶ ὑπενοήθη ὅτι αὐτὴ αὐτὸν ἀνεῖλε. περὶ οὗ πολέμου συνεγράψατο ὁ σοφώτατος Πρίσκος ὁ Θρᾴξ. ἕτεροι δὲ συνεγράψαντο ὅτι Ἀέτιος ὁ πατρίκιος τὸν σπαθάριον αὐτοῦ ὑπενόθευσε, καὶ αὐτὸς κεντήσας ἀνεῖλεν αὐτόν· καὶ ὑπέστρεψεν ἐν Ῥώμῃ ὁ πατρίκιος Ἀέτιος νικήσας. Ὁ δὲ βασιλεὺς Θεοδόσιος ἐν τοῖς αὐτοῖς χρόνοις ἔκτισε τὴν μεγάλην ἐκκλησίαν ἐν Ἀλεξανδρείᾳ· ἥτις λέγεται ἕως τοῦ νῦν ἡ Θεοδοσίου· ἐφίλει γὰρ Κύριλλον τὸν ἐπίσκοπον Ἀλεξανδρείας. Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν παῤῥησίαν λαβόντες ὑπὸ τοῦ ἐπισκόπου οἱ Ἀλεξανδρεῖς ἔκαυσαν φρυγάνοις αὐθεντήσαντες Ὑπατίαν τὴν περιβόητον φιλόσοφον, περὶ ἧς μεγάλα ἐφέρετο· ἦν δὲ παλαιὰ γυνή. ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ἔπαθεν ὑπὸ θεομηνίας ἡ Κρήτη νῆσος, ἥτις εἶχεν ἐν μέσῳ θαλάσσης ὑπαρχούσας πόλεις ἑκατόν, καθὼς περὶ τῆς αὐτῆς νήσου ἐξέθετο ὁ σοφώτατος Εὐριπίδης. ἔπαθε δὲ καὶ πᾶσα ἡ περίχωρος αὐτῆς. ἔπεσε δὲ ἐν τῇ αὐτῇ Κρήτῃ τὸ δημόσιον τῆς μητροπόλεως Γορτύνης τὸ κτισθὲν ὑπὸ τοῦ Καίσαρος Ἰουλίου, ἔχον ἰδιάζοντα θόλα ιβʹ, καὶ ἐν ἑκάστῳ μηνὶ μία διοίκησις θόλων παρεῖχεν. ἦν δὲ τὸ 360 δημόσιον τέλειον, ὑπὸ δὲ ἑνὸς καμινίου μόνου τὰ δώδεκα θόλα ὑπεκαίοντο· καὶ ἦν ἰδεῖν ξένον θέαμα. καὶ ἀνήγειρεν ἓξ αὐτῶν ὁ βασιλεὺς Θεοδόσιος, ὅ ἐστι δύο σχήματα τοῦ δημοσίου, θερινοῦ καὶ χειμερινοῦ, τῶν κτητόρων τῆς αὐτῆς πόλεως αἰτησάντων αὐτόν. παρέσχε δὲ καὶ λόγῳ κτισμάτων ὑπὲρ τῆς πόλεως καὶ χώρας πολλά. Ἔκτισε δὲ καὶ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ βασιλικὴν διάφωτον μεγάλην, πάνυ εὐπρεπῆ, κατέναντι οὖσαν τῶν λεγομένων Ἄθλων, ἥντινα οἱ Ἀντιοχεῖς καλοῦσι τὴν Ἀνατολίου, διότι Ἀνατόλιοςστρατηλάτης ἐπέστη τῷ κτίσματι, λαβὼν τὰ χρήματα ἀπὸ τοῦ βασιλέως, ὅτε ἐγένετο παρ' αὐτοῦ στρατηλάτης ἀνατολῆς· διὰ τοῦτο καὶ ὅτε ἐπλήρωσε τὸ αὐτὸ ἔργον τῆς βασιλικῆς, ἐπέγραψεν ἐν αὐτῇ διὰ χρυσέου μουσαρίου ταῦτα· Ἔργον Θεοδοσίου βασιλέως· ὥσπερ ἄξιον. ἐπάνω δὲ ἦσαν βασιλεῖς δύο Θεοδόσιος καὶ ὁ συγγενὴς αὐτοῦ Βαλεντινιανὸς ὁ ἐν Ῥώμῃ βασιλεύων. ὁ δὲ αὐτὸς Θεοδόσιος ἐχρύσωσε καὶ τῆς Δαφνητικῆς πόρτας δύο θύρας τὰς χαλκᾶς καθ' ὁμοιότητα ἧς ἐχρύσωσε πόρτας ἐν Κωνσταντινουπόλει, ἥτις καλεῖται ἕως ἄρτι ἡ χρυσέα πόρτα· ὁμοίως δὲ καὶ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ καλεῖται ἕως τῆς νῦν ἡ χρυσέα πόρτα, χρυσωθεῖσα διὰ Νυμφιδιανοῦ ὑπατικοῦ. ἐν ᾧ χρόνῳ ἀπηγγέλθη ὁ θάνατος Βαλεντινιανοῦ βασιλέως Ῥώμης, σφαγέντος ὑπὸ Μαξίμου συγκλητικοῦ καὶ κρατήσαντος καὶ βασιλεύσαντος ἐν Ῥώμῃ. 361 Ὁ δὲ αὐτὸς Θεοδόσιος βασιλεὺς ἐποίησε κακῶς Ἀντιόχῳ τῷ πραιποσίτῳ καὶ πατρικίῳ, δυναμένῳ ἐν τῷ παλατίῳ καὶ κρατήσαντι τῶν πραγμάτων. ἦν γὰρ καὶ ἀναθρεψάμενος τὸν αὐτὸν Θεοδόσιον ἐν τῇ ζωῇ τοῦ αὐτοῦ πατρός, ὡς κουβικουλάριος καὶ διοικῶν ἀπὸ τοῦ αὐτοῦ πατρὸς Ἀρκαδίου τὴν πολιτείαν Ῥωμαίων. καὶ ἔμεινε μετὰ τὸ πληρῶσαι αὐτόν, ὡς πατρίκιος καταυθεντῶν τοῦ αὐτοῦ Θεοδοσίου. καὶ ἀγανακτήσας κατ' αὐτοῦ ἐδήμευσεν αὐτὸν καὶ κουρεύσας ἐποίησε παπᾶν τῆς μεγάλης ἐκκλησίας Κωνσταντινουπόλεως, ποιήσας διάταξιν μὴ εἰσέρχεσθαι εἰς ἀξίας συγκλητικῶν ἢ πατρικίων τοὺς εὐνούχους κουβικουλαρίους μετὰ τὸ πλήρωμα τῆς αὐτῶν στρατείας, τοῦτ' ἐστὶ τοὺς ἀπὸ πραιποσίτων παλατίου. καὶ ἐτελεύτα ὁ αὐτὸς Ἀντίοχος, ὢν πρεσβύτερος. Ὁ δὲ αὐτὸς βασιλεὺς προεβάλετο ἔπαρχον πραιτωρίων καὶ ἔπαρχον πόλεως τὸν πατρίκιον Κῦρον, τὸν φιλόσοφον, ἄνδρα σοφώτατον ἐν πᾶσι. καὶ ἦρξεν ἔχων τὰς δύο ἀρχὰς ἔτη τέσσαρα, προϊὼν εἰς τὴν καροῦχαν τοῦ ἐπάρχου τῆς πόλεως καὶ φροντίζων τῶν κτισμάτων καὶ ἀνανεώσας πᾶσαν Κωνσταντινούπολιν· ἦν γὰρ καθαριώτατος. περὶ οὗ ἔκραξαν οἱ Βυζάντιοι εἰς τὸ ἱππικὸν πᾶσαν τὴν ἡμέραν θεωροῦντος Θεοδοσίου ταῦτα. Κωνσταντῖνος ἔκτισε, Κῦρος ἀνενέωσεν· αὐτὸν ἐπὶ τόπον, Αὔγουστε. Κῦρος δὲ ἐκπλαγεὶς ἀπεφθέγξατο, Οὐκ ἀρέσκει μοι τύχη πολλὰ 362 γελῶσα. καὶ ἐχόλησεν ὁ βασιλεύς, ὅτι ἔκραξαν περὶ Κύρου καὶ μετὰ Κωνσταντίνου αὐτὸν ἔκραξαν, ὡς ἀνανεώσαντα τὴν πόλιν· καὶ κατεσκευάσθη λοιπὸν καὶ ἐπλάκη ὡς Ἕλλην ὁ αὐτὸς Κῦρος, καὶ ἐδημεύθη παυθεὶς τῆς ἀρχῆς. καὶ προσφυγὼν ἐγένετο καὶ αὐτὸς παπᾶς, καὶ ἐπέμφθη εἰς τὴν Φρυγίαν, ἐπίσκοπος γενάμενος εἰς τὸ λεγόμενον Κοτυάειον. ἦσαν γὰρ οἱ αὐτοὶ Κοτυαεῖς πολῖται φονεύσαντες ἐπισκόπους τέσσαρας· τὸ δὲ Κοτυάειον πόλις ἐστὶ τῆς Φρυγίας ἐπαρχίας Σαλουταρίας. καὶ κατέλαβε τὴν Κοτυαέων πόλιν ἐπίσκοπος ὢν ὁ αὐτὸς Κῦρος πρὸ τῶν ἁγίων γενεθλίων. γνόντες δὲ οἱ τῆς πόλεως κληρικοὶ καὶ πολῖται ὅτι ὡς Ἕλληνα ἔπεμψεν αὐτὸν ὁ βασιλεύς, ἵνα ἀποθάνῃ, ἐν τοῖς ἁγίοις γενεθλίοις ἐξαίφνης οὖν ἐν τῇ ἐκκλησίᾳ ἔκραξαν αὐτῷ προσομιλῆσαι. καὶ ἀναγκασθεὶς ἀνῆλθεν ὁμιλῆσαι· καὶ μετὰ τοῦ δοῦναι εἰρήνην προσωμίλησεν οὕτως. Ἀδελφοί, ἡ γέννησις τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ σιωπῇ τιμάσθω, ὅτι ἀκοῇ μόνῃ συνελήφθη ἐν τῇ ἁγίᾳ παρθένῳ λόγῳ. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. καὶ εὐφημηθεὶς κατῆλθε, καὶ ἔμεινεν ἐκεῖ ἕως θανάτου. καὶ προηγάγετο ἔπαρχον Ἀντίοχον τὸν Χούζωνα, τὸν ἔγγονον Ἀντιόχου τοῦ Χούζωνος τοῦ μεγάλου, ὃς παρέσχεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ προσθήκην χρημάτων εἰς τὸ ἱππικὸν καὶ τὰ Ὀλύμπια καὶ τὸν Μαϊουμᾶν. καὶ μετ' αὐτὸν 363 προήχθη ἔπαρχος Ῥουφῖνος ὁ συγγενὴς τοῦ αὐτοῦ βασιλέως· καὶ ἐφονεύθη, ὡς μελετήσας τυραννίδα. Ὁ δὲ αὐτὸς βασιλεὺς Θεοδόσιος ἐφίλει ἔρωτι Χρυσάφιον τὸν κουβικουλάριον, τὸν λεγόμενον Ζτομμᾶν, ὡς πάνυ εὐπρεπῆ ὄντα· καὶ παρεῖχεν αὐτῷ πολλὰ ὅσα ἂν ᾐτήσατο αὐτόν, καὶ εἶχε παῤῥησίαν πρὸς αὐτόν, καὶ κατῆρχε πάντων τῶν πραγμάτων καὶ ἥρπαζε πάντα· ἦν γὰρ πάτρων καὶ προστάτης τῶν Πρασίνων. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἔπαθεν ὑπὸ θεομηνίας Νικομήδεια, μητρόπολις τῆς Βιθυνίας, τὸ πέμπτον αὐτῆς πάθος ἑσπέρας βαθείας καὶ ἀπώλετο εἰς γῆν καὶ εἰς θάλασσαν καταποντισθεῖσα. καὶ πολλὰ ἔκτισεν ἐκεῖ καὶ τὰ δημόσια καὶ τοὺς ἐμβόλους καὶ τὸν λιμένα καὶ τὰ θεώρια καὶ τὸ μαρτύριον τοῦ ἁγίου Ἀνθίμου καὶ πάσας τὰς ἐκκλησίας αὐτῆς. Ἐπὶ δὲ τῆς βασιλείας αὐτοῦ παρέλαβον οἱ Ἴσαυροι λῃσταρχοῦντες Σελεύκειαν τῆς Συρίας μηνὶ περιτίῳ, ἐπὶ τῆς ὑπατείας τοῦ αὐτοῦ Θεοδοσίου καὶ Ῥομορίδου· καὶ ἐπραίδευσαν καὶ ἔστρεψαν τὴν χώραν ἐλθόντες διὰ τῶν ὀρέων· καὶ πάντα λαβόντες ὑπέστρεψαν εἰς τὴν Ἰσαυρίαν. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἔπαθεν ὑπὸ θεομηνίας πρώτοις Κωνσταντινούπολις ὑπὸ σεισμοῦ μηνὶ ἰανουαρίῳ κςʹ ἐν νυκτὶ ἀπὸ τῶν λεγομένων Τρῳαδησίων ἐμβόλων ἕως τοῦ χαλκοῦ τετρα 364 πύλου. ὅστις βασιλεὺς ἐλιτάνευσε μετὰ τῆς συγκλήτου καὶ τοῦ ὄχλου καὶ τοῦ κλήρου ἀνυπόδητος ἐπὶ ἡμέρας πολλάς. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ἦλθε πολεμῶν Ῥωμαίοις Βλάσσης, βασιλεὺς Περσῶν· καὶ γνοὺς ὁ βασιλεὺς Ῥωμαίων ἐποίησε στρατηλάτην ἀνατολῆς τὸν πατρίκιον Προκόπιον καὶ ἔπεμψεν αὐτὸν μετὰ ἐξπεδίτου πολεμῆσαι. μέλλοντος δὲ αὐτοῦ συμβάλλειν ἐδήλωσεν αὐτῷ ὁ βασιλεὺς Περσῶν ὅτι Εἰ ἔχει τὸ ἐξπέδιτόν σου ὅλον ἄνδρα δυνάμενον μονομαχῆσαι καὶ νικῆσαι ἕνα Πέρσην προβαλλόμενον παρ' ἐμοῦ, εὐθέως ποιῶ τὰ πάκτα τῆς εἰρήνης ἐπὶ ἔτη νʹ καὶ τὰ ἐξ ἔθους παρεχόμενα δῶρα. καὶ τούτων δοξάντων προεβάλετο ὁ βασιλεὺς Περσῶν ἐκ τοῦ τάγματος τῶν λεγομένων ἀθανάτων Πέρσην ὀνόματι Ἀρδαζάνην, οἱ δὲ Ῥωμαῖοι Ἀρεόβινδόν τινα Γότθον, κόμητα φοιδεράτων. καὶ ἐξῆλθον οἱ δύο ἔφιπποι καὶ ἔνοπλοι. ὁ δὲ Ἀρεόβινδος ἐβάσταζε καὶ σωκάρην κατὰ τὸ Γοτθικὸν ἔθος. πρῶτος δὲ ὁ Πέρσης ὥρμησε μετὰ τοῦ κοντοῦ· καὶ πλαγιάσας ὁ Ἀρεόβινδος ἐπὶ τὸ δεξιὸν αὑτοῦ μέρος ἐσόκκευσεν αὐτόν, καὶ κατενεγκὼν ἐκ τοῦ ἵππου ἔσφαξε. καὶ λοιπὸν ὁ βασιλεὺς Περσῶν ἐποίησε πάκτα εἰρήνης· καὶ ἀνελθὼν μετὰ τὴν νίκην ὁ αὐτὸς Ἀρεόβινδος ἐν Κωνσταντινουπόλει σὺν τῷ στρατηλάτῃ Προκοπίῳ καὶ εὐχαριστηθεὶς παρὰ τοῦ βασιλέως προήχθη ὕπατος. Ὁ αὐτὸς δὲ βασιλεὺς ἐποίησεν ἐπαρχίαν, ἀπομερίσας ἀπὸ 365 τῆς Λυκαονίας, ἥντινα ἐκάλεσε Λυκίαν, δοὺς δίκαιον μητροπόλεως καὶ ἄρχοντα τῇ λεγομένῃ πόλει Μύρᾳ τῆς αὐτῆς Λυκίας, ἔνθα ἐστὶ θεοῦ μυστήριον πῦρ αὐτόματον. ὁμοίως δὲ ὁ αὐτὸς βασιλεὺς καὶ Συρίαν δευτέραν ἀπομερίσας ἀπὸ τῆς πρώτης ἐπαρχίας, δοὺς δίκαιον μητροπόλεως καὶ ἄρχοντα τῇ Ἀπαμείᾳ τῇ πόλει, καὶ Κιλικίαν δευτέραν ἀπομερίσας ἀπὸ τῆς πρώτης ἐποίησεν ἐπαρχίαν, δοὺς δίκαιον μητροπόλεως καὶ ἄρχοντα Ἀναζάρβῳ τῇ πόλει. ἐποίησε δὲ καὶ ἄλλην ἐπαρχίαν, ἀπομερίσας ἀπὸ τῆς Βιθυνίας, ἥντινα ἐκάλεσεν Ὁνωριάδα εἰς ὄνομα τοῦ αὑτοῦ θείου Ὁνωρίου, δοὺς δίκαιον μητροπόλεως καὶ ἄρχοντα Ἡρακλείᾳ, πόλει τῆς Πόντου. Ἐπὶ δὲ τῆς βασιλείας αὐτοῦ ἀκμὴν Νεστόριος ἤκμαζεν· ὅστις ἐπίσκοπος μετὰ ταῦτα ἐγένετο Κωνσταντινουπόλεως· καὶ ταραχῆς γενομένης ἐν τῷ ὁμιλεῖν αὐτόν, ἠναγκάσθη ὁ αὐτὸς Θεοδόσιος προσκαλέσασθαι τὴν σύνοδον τῶν σμʹ ἐπισκόπων ἐν Ἐφέσῳ κατὰ τοῦ αὐτοῦ Νεστορίου καὶ καθελεῖν αὐτὸν ἀπὸ τῆς ἐπισκοπῆς. ἡγεῖτο δὲ τῆς συνόδου Κύριλλος ὁ ἐπίσκοπος Ἀλεξανδρείας τῆς μεγάλης. Ἐν αὐτῷ δὲ τῷ καιρῷ ἐν τῇ Ῥώμῃ διάγουσα ἡ δέσποινα Εὐδοξία, γενομένη χήρα, γυνὴ Βαλεντινιανοῦ βασιλέως, θυγάτηρ δὲ Θεοδοσίου βασιλέως καὶ Εὐδοκίας, λυπουμένη κατὰ Μαξίμου τοῦ τυράννου τοῦ φονεύσαντος τὸν ἄνδρα αὐτῆς καὶ βασιλεύσαντος, προετρέψατο δὲ Ζινζίριχον τὸν Οὐάνδαλον, τὸν ῥῆγα τῆς Ἀφρικῆς, ἐλθεῖν κατὰ Μαξίμου, βασιλέως τῆς Ῥώμης. ὅστις