Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-malalas" aria-label="More works by John Malalas">
—
⋯
Original / primary: Pg Scrape Grc
36.1.1
νην· ἥντινα ἐβάσταζεν εἰς ἰδίαν βοήθειαν πρὸς πάντας ἐχθροὺς καὶ πολεμίους εἰς τὸ ὑποτάσσειν καὶ ἀναιρεῖν. τὴν δὲ κάραν ἐκάλεσε Γοργόνα διὰ τὸ ὀξὺ τοῦ βοηθήματος καὶ διὰ τὸ ἐνεργὲς πρὸς τοὺς ὑπεναντίους. κἀκεῖθεν περάσας ἦλθεν ἐπὶ τὴν τῆς Αἰθιοπίας χώραν, ἥτις ἐβασιλεύετο ὑπὸ τοῦ Κηφέως, καὶ εὑρηκὼς ἐκεῖ ἱερὸν Ποσειδῶνος, εἰσῆλθεν ἐν αὐτῷ καὶ εἶδεν ἐν τῷ ἱερῷ παραμένουσαν κόρην, κατὰ τάγμα τοῦ ἰδίου αὐτῆς πατρὸς τοῦ Κηφέως ἐκδοθεῖσαν, τὴν λεγομένην Ἀνδρομέδαν παρθένον. καὶ ταύτην ἀπέσπασεν ἐκ τοῦ ἱεροῦ, καὶ φθείρας αὐτὴν ὡς εὐπρεπῆ ἔλαβεν εἰς γυναῖκα. καὶ καταπλεύσας ἀνεχώρησεν ἐκ τῆς χώρας ἐκείνης· ἐρχόμενος κατὰ τὴν Ἀσσυρίων χώραν κατήντησεν ἐν τῇ χώρᾳ τῆς Λυκαονίας· καὶ γνόντες εὐθέως ἀντιστάντες ἐπολέμησαν αὐτῷ· καὶ χρησάμενος τῇ βοηθείᾳ τῆς κάρας τῆς Γοργόνης ἐνίκησε τοὺς Λυκάονας. καὶ εὑρηκὼς κώμην λεγομένην Ἄμανδραν ἐποίησεν αὐτὴν πόλιν, καὶ ἔστησεν ἑαυτῷ στήλην ἔξω τῶν πυλῶν, βαστάζουσαν τὸ ἀντεικόνισμα τῆς Γοργόνος, καὶ θυσίαν ποιήσας ἐκάλεσε τὴν τύχην τῆς πόλεως Περσίδα εἰς τὸ ἴδιον αὐτοῦ ὄνομα· ἥτις στήλη ἕως τοῦ παρόντος ἵσταται ἐκεῖ. ἥντινα πόλιν ἐκάλεσε τὸ Ἰκόνιον, διότι πρώτης νίκης εἰκόνα σὺν τῇ Γοργόνῃ ἐκεῖ ἔλαβεν. ὑπέταξε δὲ καὶ τὰς ἄλλας χώρας μηδενὸς ἀνθισταμένου. ἐρχόμενος δὲ ἐπὶ τὴν Ἰσαυρίαν καὶ Κιλικίαν, καὶ ἀντιστάσεις αὐτοῦ πολεμίων ὑπομένοντος, ἐχρηματίσθη ταῦτα ὅτι Ἀπὸ τοῦ ἰδίου ἵππου ἀποβὰς τὸν σὸν ταρσὸν τοῦ ποδὸς εἰς 37 τὴν χθόνα πήξας νίκην λάβοις. καὶ κατελθὼν ἐκ τοῦ ἰδίου ἵππου ἐν τῇ λεγομένῃ κώμῃ Ἀνδρασῷ, ἐκεῖ τὸν ταρσὸν τοῦ ποδὸς ἔπηξεν· καὶ νικήσας τῇ χρήσει τῆς Γοργόνος, ἐποίησε τὴν αὐτὴν κώμην πόλιν, ἥντινα ἐκάλεσε Ταρσὸν ἐκ τοῦ χρησμοῦ τοῦ ἰδίου αὐτοῦ ποδός, θυσιάσας κόρην ἀδαῆ ὀνόματι Παρθενόπην εἰς ἀποκαθαρισμὸν τῆς πόλεως. καὶ εὐχαριστήσας ὥρμησεν ἐκεῖθεν διὰ τοῦ Ἀργαίου ὄρους κατὰ Ἀσσυρίων· καὶ νικήσας αὐτοὺς καὶ φονεύσας τὸν Σαρδανάπαλλον, βασιλέα αὐτῶν, τὸν ἐκ τοῦ γένους αὐτοῦ καταγόμενον, ὑπέταξεν αὐτούς, καὶ ἐβασίλευσεν αὐτῶν ἔτη νγʹ, καὶ ἐπ' ὀνόματι αὐτοῦ ἐκάλεσεν αὐτοὺς Πέρσας, ἀφελόμενος ἀπὸ Ἀσσυρίων τὴν βασιλείαν καὶ τὸ ὄνομα. καὶ ἐφύτευσε δένδρα, καὶ ἐκάλεσε περσέας· οὐ μόνον δὲ ἐκεῖ, ἀλλὰ καὶ ἐν τοῖς Αἰγυπτίοις μέρεσιν ἐφύτευσε τὰς περσέας εἰς μνήμην ἑαυτοῦ. ἐδίδαξε δὲ καὶ τοὺς Πέρσας τὴν τελετὴν τοῦ μυσεροῦ καὶ ἀθέου σκύφους τῆς Μεδούσης· ὧντινων ἐκάλεσε τὴν χώραν Μήδων διὰ τὸ μάθημα. Ὁ δὲ αὐτὸς Περσεὺς μετὰ τὸ βασιλεῦσαι τῆς Περσικῆς χώρας ἔτη πολλά, μαθὼν ὅτι ἐν τῇ Συρίᾳ χώρᾳ διάγουσιν ἐκ τοῦ Ἄργους Ἰωνῖται, ἦλθεν εἰς τὴν Συρίαν πρὸς αὐτοὺς εἰς τὸ Σίλπιον ὄρος, ὡς πρὸς ἰδίους συγγενεῖς· οἵτινες δεξάμενοι αὐτὸν μετὰ πάσης τιμῆς προσεκύνησαν· γνόντες αὐτὸν οἱ αὐτοὶ Ἀργεῖοι Ἰωπολῖται ὅτι καὶ οὗτος ἐκ τοῦ γένους τῶν Ἀργείων κατάγεται, χα 38 ρέντες ἀνύμνουν αὐτόν. χειμῶνος δὲ γενομένου, καὶ πλημμυρήσαντος πολὺ τοῦ παρακειμένου ποταμοῦ τῇ Ἰωνιτῶν πόλει τοῦ λεγομένου Δράκοντος, νυνὶ δὲ Ὀρόντου, ᾔτησε τοὺς Ἰωνίτας εὔξασθαι· καὶ ἐν τῷ εὔχεσθαι αὐτοὺς καὶ μυσταγωγεῖν κατηνέχθη σφαῖρα πυρὸς κεραυνοῦ ἐκ τοῦ οὐρανοῦ, ἥτις ἐποίησε παυθῆναι τὸν χειμῶνα καὶ τὰ τοῦ ποταμοῦ ἐπισχεθῆναι ῥεῖθρα. καὶ θαυμάσας ἐπὶ τῷ γεγονότι ὁ Περσεὺς ἐξ ἐκείνου τοῦ πυρὸς εὐθέως ἀνῆψε πῦρ, καὶ εἶχε φυλαττόμενον μεθ' ἑαυτοῦ· ὅπερ πῦρ ἐβάσταζεν ἐπὶ τὰ Περσικὰ μέρη εἰς τὰ ἴδια βασίλεια. καὶ ἐδίδαξεν αὐτοὺς τιμᾶν ἐκεῖνο τὸ πῦρ, ὅπερ ἔλεγεν αὐτοῖς ἑωρακέναι ἐκ τοῦ οὐρανοῦ κατενεχθέντα· ὅπερ πῦρ ἕως τοῦ παρόντος ἐν τιμῇ ἔχουσιν οἱ Πέρσαι, ὡς θεῖον. ὁ δὲ αὐτὸς Περσεὺς ἔκτισε τοῖς Ἰωνίταις ἱερόν, ὃ ἐπωνόμασε πυρὸς ἀθανάτου. ὁμοίως δὲ καὶ εἰς τὰ Περσικὰ ἔκτισεν ἱερὸν πυρός, καταστήσας ἐκεῖ διακονεῖν αὐτῷ εὐλαβεῖς ἄνδρας, οὕστινας ἐκάλεσε μάγους. ταῦτα δὲ Παυσανίας ὁ σοφώτατος χρονογράφος συνεγράψατο. Καὶ μετὰ καιρὸν ἐλθὼν ὁ Κηφεὺς βασιλεὺς κατ' αὐτοῦ ἐκ τῆς Αἰθιοπίας, ὁ πατὴρ τῆς Ἀνδρομέδας, ἐπολέμησεν αὐτῷ· ἦν δὲ ὁ Κηφεὺς ἐκ τοῦ γήρως μὴ βλέπων. καὶ ἀκούσας ὁ Περσεὺς ὅτι πολεμεῖ αὐτῷ, ὀργισθεὶς πάνυ, ἐξῆλθε κατ' αὐτοῦ βα 39 στάζων τὴν κάραν, καὶ ὑπέδειξεν αὐτῷ αὐτήν. καὶ ὁ Κηφεὺς μὴ βλέπων ἐπέβαινεν αὐτῷ ἔφιππος· ὁ δὲ Περσεὺς ἀγνοῶν ὅτι οὐ καθορᾷ, ἐλογίσατο μηκέτι ἐνεργεῖν τὴν κάραν ἧς κατεῖχε Γοργόνος· καὶ στρέψας αὐτὴν πρὸς ἑαυτὸν προσέσχεν αὐτῇ· καὶ τυφλωθεὶς ἔμεινεν ὡσεὶ νεκρὸς καὶ ἀνῃρέθη. καὶ λοιπὸν ἐβασίλευσε Περσῶν ὁ υἱὸς τοῦ Περσέως καὶ τῆς Ἀνδρομέδας, προβληθεὶς ἐκ τοῦ ἰδίου αὐτοῦ πάππου τοῦ Κηφέως, τοῦ βασιλέως τῆς Αἰθιοπίας· ὅστις ἐκέλευσε, καὶ ἐκαύθη ἡ μυσερὰ κεφαλὴ τῆς Γοργόνος, καὶ ἀνεχώρησεν ἐπὶ τὴν ἰδίαν αὐτοῦ χώραν. καὶ ἔμεινε λοιπὸν τὸ γένος τοῦ Περσέως βασιλεῦον τῆς Βαβυλωνίας χώρας. Ἐν δὲ τοῖς προειρημένοις ἀνωτέροις χρόνοις κατέλαβε τὴν Βοιωτίαν χώραν ἐκ τῆς Φοινίκης Κάδμος, ὁ Ἀγήνορος υἱός· ὅντινα ἔπεμψεν ὁ αὐτοῦ πατὴρ εἰς ἀναζήτησιν καὶ ἀνάῤῥυσιν τῆς Εὐρώπης, ἀδελφῆς αὐτοῦ. καὶ μαθὼν ὁ αὐτὸς Κάδμος ὅτι βασιλεύει τῆς Κρήτης, ἐπὶ τὴν Βοιωτίαν ὥρμησε· καὶ διατρίψας εἰς τὴν Βοιωτίαν ἐδίδαξεν αὐτοὺς τὰ Φοινίκων ἀγνοοῦντας γράμματα, καὶ ἐτίμουν αὐτὸν καὶ ἐποίησαν αὐτὸν βασιλέα τῆς Βοιωτίας· ἦν γὰρ καὶ εὐειδὴς τῇ θέᾳ· ὅστις βασιλεύει τῶν Βοιωτῶν ἔτη ξβʹ. καὶ ἠγάγετο γυναῖκα ἐκεῖθεν ὀνόματι Ἁρμονίαν· ἐξ ἧς ἔσχε θυγατέρας ἕξ, Ἰνὼ καὶ Ἀγαύην καὶ Σεμέλην καὶ Εὐρυνόμην καὶ Κλεανθὼ καὶ Εὐρυδίκην· αἵτινες ἐλέγοντο προϊοῦσαι αἱ 40 Καδμιάδες. κτίζει δὲ καὶ πόλιν ἐν τῇ Βοιωτίᾳ μεγάλην, ἥντινα ἐκάλεσεν εἰς ἴδιον ὄνομα Καδμείαν. καὶ βασιλεύει ὁ αὐτὸς Κάδμος ἐκεῖ· ἀνεκαλέσατο δὲ ἐκ τῆς ἐξορίας τὸν Τειρεσίαν, Βοιώτιον ὄντα φιλόσοφον, τὸν θηρολέτην, ὄντα πλούσιον καὶ χρήμασι καὶ ἀξίᾳ καὶ σοφίᾳ. ὅστις παρεισήγαγε δόγμα τοῖς Ἕλλησι τὸ αὐτομάτως φέρεσθαι τὰ πάντα καὶ ἀπρονόητον εἶναι τὸν κόσμον· καὶ οἱ ἱερεῖς συνεσκευάσαντο αὐτόν, καὶ ἐξωρίσθη εἰς τὸ ἱερὸν Δαφναίου Ἀπόλλωνος, ὡς γυναικώδεις ἔχων φρένας, καὶ πολυπραγμονοῦντα πῶς μιγνυμένη γυνὴ μετὰ ἀνδρὸς συλλαμβάνει, καὶ ἡ φύσις τοῦ αἵματος μερίζεται εἰς ὀστέα καὶ σάρκας καὶ φλέβας καὶ νεῦρα καὶ αἷμα, καὶ ζωογονεῖται βρέφος καὶ τίκτεται· ἅτινα ὁ σοφώτατος Κεφαλίων συνεγράψατο. ὁ γὰρ σοφώτατος Σοφοκλῆς δρᾶμα ἐξέθετο καὶ ποιητικῶς εἶπεν ὅτι τὴν Παλλάδα εἶδε λουομένην καὶ γυνὴ ἐγένετο· ὁ Τειρεσίας, φησί, τὴν σοφίαν τοῦ δημιουργοῦ ἐζήτησε γνῶναι καὶ οὐκ ἠδυνήθη· ὅθεν ἐξέθετο ὁ αὐτὸς Σοφοκλῆς ἐν τοῖς αὐτοῦ συγγράμμασι ταῦτα ἀληθείας εἶναι· εἷς ἐστιν ὁ θεός, ὃς τὸν οὐρανὸν ἔτευξε καὶ γαῖαν μακρὰν πόντου τε χαροποῦ οἶδμα καὶ ἀνέμων βίας· θνητοὶ δὲ πολὺ καρδίᾳ πλανώμενοι, ἱδρυσάμεθα πημάτων παραψυχὰς θεῶν ἀγάλ 41 ματα ἐκ λίθων καὶ ξύλων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους, θυσίας τε τούτοις καὶ κενὰς πανηγύρεις τεύχοντες εὐσεβεῖν νομίζομεν. μοναρχίαν γὰρ ἐδόκει δοξάζειν ὁ αὐτὸς Σοφοκλῆς. Ὁ δὲ Κάδμος ἐξέδωκε τὴν ἑαυτοῦ θυγατέρα τὴν Ἀγαύην Ἐχίονί τινι συγκλητικῷ· ὅστις Ἐχίων ἔσχεν ἐξ αὐτῆς υἱὸν ὀνόματι Πενθέα, ἄνδρα συνετὸν καὶ ἐν φρονήσει καὶ ἐν πᾶσι. τὴν δὲ Σεμέλην, τὴν ἄλλην αὐτοῦ θυγατέρα, εὐπρεπεστάτην οὖσαν πάνυ, ἐφίλησέ τις ὀνόματι Πολυμήδων, υἱὸς Αἰθερίωνος συγκλητικοῦ, ἐκ τοῦ γένους καταγομένου τοῦ Πίκου Διός· ἣν προτρεψάμενος ἔφθειρεν, ἀφ' ἧς ἔσχεν υἱόν. καὶ ἐν τῷ ἔχειν αὐτὴν ἐν γαστρὶ τὸν παῖδα χειμῶνος ὄντος ἐγένοντο ἀστραπαὶ μεγάλαι καὶ βρονταί· καὶ ἐθροήθη ἡ κόρη Σεμέλη, καὶ τὸ μὲν βρέφος παρευθὺς ἐγέννησε μηνῶν ἑπτά, αὐτὴ δὲ μὴ ὑπενέγκασα τοὺς πόνους ἐτελεύτησε· καὶ ἔπεμψεν ὁ Κάδμος τὸ βρέφος εἰς τὴν Νυσίαν χώραν, κἀκεῖ ἐτράφη· διὰ τοῦτο δὲ συνεγράψατο ὅτι ὁ Ζεὺς τὸν λοιπὸν χρόνον τῆς μητρικῆς αὐτοῦ γαστρὸς ἐν τῷ ἰδίῳ κόλπῳ ἐφύλαξε, διότι μέρος ζωῆς ἔσχε παρὰ τὸν χρόνον τῆς γεννήσεως αὐτοῦ ἐκτρωθείς, καθὼς Παλαίφατος ὁ σοφώτατος συνεγράψατο. ὅντινα ὁ αὐτοῦ πάππος Κάδμος Νύσιον ἐκάλεσεν, ἀλλ' οἱ λοιποὶ ὡς θαύματά τινα ποιοῦντα ἐκ τῆς ἡλιακῆς εὐχῆς Διόνυσον μετεκάλεσαν, ὡς ἐκ γένους ὄντα πατρῴου, καὶ ἀπε 42 θέωσαν αὐτὸν εὑρηκότα δι' ἀμπέλου τροφὴν ἀνθρώποις. ἐξέθετο γὰρ καὶ περὶ τῆς ἀμπέλου καὶ τῆς γεωργικῆς τινα· ἔμαθε δὲ καὶ μυστικά τινα καὶ ἐγένετο ἀνὴρ σοφὸς καὶ ἐν μυσταγωγίαις ὁ αὐτὸς Διόνυσος, καὶ ἐποίει φαντασίας τινὰς θαυμάτων. ὅστις καὶ πρὸς Πέρσας καὶ πρὸς Ἰνδοὺς καὶ εἰς πολλὰς χώρας ἀπῆλθε, καὶ πολεμῶν φαντασίας τινὰς θαυμάτων ἐδείκνυεν, ἔχων καὶ στρατὸν μεθ' ἑαυτοῦ πολύν. ὁ δὲ Κάδμος γεγηρακὼς παρεχώρησε τῆς διοικήσεως τῆς βασιλείας τῶν Βοιωτῶν τῷ υἱῷ τοῦ Ἐχίονος, τῷ Πενθεῖ, τῷ ἐκγόνῳ αὐτοῦ· ὅστις ἐπῃνεῖτο παρὰ τῶν συγκλητικῶν καὶ παρὰ πάντων. ὁ Κάδμος δὲ λαβὼν τὸν Τειρεσίαν διῆγεν ἐν τῇ χώρᾳ τῆς Βοιωτίας ἐπὶ τὸ Κιθαιρώνιον ὄρος τὸν πολὺν χρόνον. τοῦτο δὲ ἀκούσας ὁ Διόνυσος, ὅτι ἐγήρασεν ὁ αὐτοῦ πάππος, ἦλθεν ἐπὶ τὴν Καδμείαν πόλιν μετὰ πολλῆς ἀξίας καὶ ὅπλων, ὀφείλων βασιλεῦσαι. καὶ ἑωρακὼς αὐτὸν φαντασίας τινὰς ποιοῦντα καὶ ὁπλίτας ἔχοντα, καὶ προσκαλούμενον πᾶσαν τὴν συγγένειαν αὐτοῦ, καὶ τὰς συγγενίδας διδάσκοντα μυσταγωγίας ἡλιακῶν βακχευμάτων, ἃς ἔλεγον βάκχας, ὡσαύτως δὲ καὶ τοὺς πολίτας καὶ τελετάς τινων εὐχῶν διδάσκοντα ἡλιακῶν πρὸς τὸ πεῖσαι τοὺς Βοιωτοὺς δύνασθαι αὐτὸν ἀντέχεσθαι 43 τῆς βασιλείας, κεκοσμημένον ὅπλῳ καὶ στρατῷ, οὕς, φησί, σκίρτους ἐκάλει, ὡς γοργοὺς καὶ ἐξαλλομένους· ἦσαν γὰρ ἐκ τῆς Βεσσικῆς χώρας, καὶ σοφίᾳ μυστικῇ πεπαιδευμένοι· ταῦτα γνοὺς ὁ Πενθεὺς ἐφθόνει αὐτῷ, ἀκούσας ὅτι καὶ τῆς βασιλείας τῶν Βοιωτῶν ἐπιθυμεῖ. καὶ γενόμενοι ἐχθροὶ συνέβαλον πόλεμον ἐν τῇ πόλει· καὶ ὁ Πενθεὺς νικήσας αὐτὸν παρέλαβεν αὐτόν, καὶ δήσας ἐφύλαξεν αὐτὸν διὰ τὴν παρουσίαν τοῦ Κάδμου, τοῦ πάππου αὐτῶν. ἡ δὲ Ἀγαύη, ὡς θεία αὐτοῦ καὶ μήτηρ τοῦ Πενθέως, πείσασα τὸν ἴδιον υἱὸν ἐποίησεν αὐτὸν ἀπολῦσαι αὐτόν. ὅστις ἀπολυθεὶς ἐβουλεύετο πῶς ἀνέλῃ τὸν Πενθέα· καὶ ὁπλισάμενος μετεστείλατο τὴν Ἀγαύην, καὶ ᾔτησε φιλιωθῆναι αὐτὴν τῷ Πενθεῖ καὶ ἅμα αὐτῷ ἀπελθεῖν πρὸς τὸν Κάδμον. ἡ δὲ πολλὰ ποιήσασα τῷ Πενθεῖ, τῷ ἑαυτῆς υἱῷ, ἔπεισεν αὐτὸν φιλιωθῆναι αὐτῷ καὶ ἀπελθεῖν πρὸς τὸν Κάδμον, ὅτι ἐλυπήθη πρὸς αὐτούς, τῆς Ἀγαύης συνταξαμένης ἅμα αὐτοῖς ἀπιέναι καὶ πείθειν τὸν ἴδιον πατέρα. ὁ δὲ Διόνυσος ὠργίζετο κατὰ τοῦ Πενθέως, ὡς δεθεὶς καὶ λοιδορούμενος παρ' αὐτοῦ· ἔλεγε γὰρ πᾶσιν ὅτι ἐκ πορνείας ἐτέχθη ὁ αὐτὸς Διόνυσος. διὰ τοῦτο δὲ καὶ ὁ Εὐριπίδης μετὰ χρόνους εὑρηκὼς τὸ τοιοῦτον σύγγραμμα τῶν Βακχῶν ἐξέθετο δρᾶμα, ὡς ἀπὸ Πενθέως εἰπὼν ταῦτα· Σεμέλη δὲ λο 44 χευθεῖσα ἐκ βροτοῦ τινος εἰς Ζῆνα φέρουσα τὴν ἁμαρτίαν λέγει. φιλιωθέντων δὲ αὐτῶν ἐκέλευσε τῷ ἰδίῳ στρατῷ ὁ Διόνυσος προλαβεῖν κατὰ τὴν ὁδὸν ἐν στενῷ τόπῳ καὶ συσχεῖν τὸν Πενθέα. ἐν δὲ τῷ μέλλειν αὐτοὺς ἐξιέναι μετὰ ὀλίγων ἀνδρῶν ἦλθεν ὁ Διόνυσος πρὸς αὐτόν· καὶ λοιπὸν ὁ Πενθεύς, ἀγνοῶν τὸ σκέμμα, καὶ αὐτὸς ὀλίγους μεθ' ἑαυτοῦ ἔλαβεν ἄνδρας· καὶ ἡ Ἀγαύη ἦν μετ' αὐτῶν. ἐν δὲ τῷ αὐτοὺς ἀπιέναι ἐπέῤῥιψεν αὐτῷ ὁ στρατὸς τοῦ Διονύσου, καὶ συνέσχον τὸν Πενθέα· καὶ εὐθέως ἐκέλευσεν ὁ Διόνυσος ἀποτμηθῆναι αὐτόν, καὶ τὴν κεφαλὴν δοθῆναι τῇ μητρὶ αὐτοῦ, ὡς ὑβριζούσῃ τὸν αὐτὸν Διόνυσον. καὶ ὑπέστρεψεν ὁ Διόνυσος εἰς τὴν Καδμείαν εἰς τὸ βασιλεῦσαι. διὰ τοῦτο δὲ λέγουσι τὴν Ἀγαύην ἀποκεφαλίσασαν τὸν ἴδιον αὐτῆς υἱόν, διότι ἔπεισε τὸν Πενθέα φιλιωθῆναι τῷ Διονύσῳ καὶ αἰτία γέγονε τοῦ θανάτου τοῦ ἰδίου αὐτῆς υἱοῦ. οἱ οὖν συγκλητικοὶ καὶ πολῖται τῆς Καδμείας πόλεως οὐκ ἐδέξαντο τὸν αὐτὸν Διόνυσον διοικῆσαι τὴν βασιλείαν αὐτῶν, λέγοντες ὅτι τὸν ἴδιον ἐξάδελφον ἐφόνευσε μὴ ὢν βασιλεύς· ἐὰν βασιλεύσῃ, ἀπολεῖ τὴν Βοιωτίαν. καὶ προετρέψαντο παρακαλέσαντες τὸν Λυκοῦργον, ἄνδρα σοφόν, εἰπόντες αὐτῷ τὰ συμβάντα. καὶ ὡπλίσατο κατ' αὐτοῦ, καὶ ἐκβάλλει αὐτὸν ἐκ τῆς Καδμείας πόλεως καὶ τῆς Βοιωτίας. καὶ γνοὺς τοῦτο ὁ Διόνυσος, ὅτι ὡπλίσατο κατ' αὐτοῦ, 45 ἔφυγε τὸν Λυκοῦργον· καὶ εἰς Δελφοὺς ἀπελθὼν ἐκεῖ τελευτᾷ. καὶ ἐτέθη τὸ λείψανον τοῦ αὐτοῦ Διονύσου ἐκεῖ ἐν σορῷ· καὶ τὰ ὅπλα δὲ αὐτοῦ αὐτὸς ἐκεῖ εἰς τὸ ἱερὸν ἐκρέμασε, καθὼς Δείναρχος ὁ σοφώτατος συνεγράψατο περὶ τοῦ αὐτοῦ Διονύσου. ὡσαύτως δὲ καὶ ὁ σοφώτατος Φιλόχορος τὰ αὐτὰ συνεγράψατο, ἐν ᾗ ἐκθέσει εἶπε περὶ τοῦ αὐτοῦ Διονύσου, ἔστιν ἰδεῖν τὴν ταφὴν αὐτοῦ ἐν Δελφοῖς παρὰ τὸν Ἀπόλλωνα τὸν χρυσοῦν. βάθρον δέ τι εἶναι ὑπονοεῖται ἡ σορός, ἐν ᾧ γράφεται, Ἐνθάδε κεῖται θανὼν Διόνυσος ἐκ Σεμέλης. ὁμοίως δὲ καὶ ὁ σοφώτατος Κεφαλίων τὰ αὐτὰ ἐν τῷ ἰδίῳ συγγράμματι ἐξέθετο. Μετὰ οὖν τὴν τελευτὴν τοῦ Κάδμου, βασιλέως τῆς Βοιωτίας, ἐβασίλευσεν ὁ Νυκτεύς. οὗτος ἔχει θυγατέρα, ἱέρειαν τοῦ ναοῦ Ἡλίου, ὀνόματι Ἀντιόπην· ἥτις ἐδιδάχθη τὴν ἡλιακὴν εὐχήν, ἤτοι μυσταγωγίαν τῶν Διονυσιακῶν βακχευμάτων, κἀκεῖθεν ἐλέγετο βάκχη. ὁ δὲ αὐτῆς πατήρ, ὁ Νυκτεύς, εἶχεν ἀδελφὸν ὀνόματι Λύκον, βασιλέα τοῦ Ἄργους· ὅστις Λύκος βασιλεὺς εἶχε συγκλητικὸν ὀνόματι Θεόβοον, υἱὸν γενόμενον Βρόντονός τινος, ἐξαδέλφου τῆς Δίρκης, ἐκ τοῦ γένους τοῦ Πίκου Διὸς καταγομένου. ὁ αὐτὸς δὲ Θεόβοος ὁ συγκλητικὸς κατὰ τάγμα ἐλθὼν ἐκ τοῦ Ἄργους ἐν τῷ ἱερῷ τοῦ Ἡλίου παρακοιμηθῆναι, καὶ ἑωρακὼς τὴν ἱέρειαν Ἀντιόπην, εὐπρεπεστάτην οὖσαν καὶ εὐμήκη, ἐβλήθη 46 εἰς ἔρωτα αὐτῆς. καὶ παραμείνας ἐν τῷ ἱερῷ προφάσει τοῦ τάγματος τῆς εὐχῆς, ὡς συγγενὴς αὐτῆς, ὑπονοθεύσας ἔφθειρεν αὐτὴν καὶ ἔγκυον ἐποίησε· καὶ φοβηθεὶς τὸν Νυκτέα, βασιλέα τῆς Βοιωτίας, ἀνεχώρησεν εἰς τὴν ἰδίαν αὐτοῦ χώραν. μαθὼν δὲ ὁ Νυκτεὺς βασιλεύς, ὁ ταύτης πατήρ, ὅτι ἐφθάρη, ἔλαβεν αὐτὴν ἐκ τοῦ ἱεροῦ· καὶ ἐξετάσας αὐτὴν ἔμαθε παρ' αὐτῆς τὸν φθορέα Θεόβοον ὅτι ἐκ τῶν συγκλητικῶν ἐστι τοῦ ἀδελφοῦ αὐτοῦ Λύκου καὶ τῆς αὐτοῦ γυναικὸς γένος. ἀγνοῶν δὲ ὁ Νυκτεύς, ὁ πατὴρ αὐτῆς, ὅτι ἔγκυός ἐστιν, ἔπεμψεν αὐτὴν εἰς τὸν ἴδιον αὐτοῦ ἀδελφόν, τὸν Λύκον, βασιλέα τοῦ Ἄργους, ἵνα ἐξετάσῃ καὶ αὐτὸς τὸ πρᾶγμα τῆς φθορᾶς αὐτῆς, καὶ εἰ ἀληθές ἐστιν ὅτι ἐκ τοῦ Ἄργους ἐστὶν ὁ αὐτῆς φθορεύς, καὶ αὐτὴν τιμωρήσηται, ὡς φθαρεῖσαν ἱέρειαν οὖσαν, καὶ ἐκεῖνον δὲ ἀμύνηται, ὡς τοιοῦτόν τι τολμήσαντα κατὰ ἱερατικοῦ σώματος. ὁ δὲ βασιλεὺς Λύκος εἰσαγαγὼν τὴν αὐτὴν Ἀντιόπην εἰς ἐξέτασιν, καὶ ἑωρακὼς αὐτῆς τὴν εὐπρέπειαν, καὶ μαθὼν ὅτι ἔγκυός ἐστιν, ἠλέησεν αὐτήν, λέγων ὅτι δεῖ περιμεῖναι, ἄχρις οὗ τέκῃ, καὶ τότε τιμωρήσασθαι αὐτήν, ὡς ἱερατικὸν ὑβρίσασαν σχῆμα. ὁ δὲ αὐτὸς Λύκος βασιλεὺς εἶχε γυναῖκα τὴν Δίρκην· καὶ παραδοὺς αὐτῇ τὴν Ἀντιόπην εἶπεν αὐτὴν φυλάττεσθαι παρ' αὐτῇ, ἄχρις οὗ τέκῃ· ὁ δὲ Λύκος βασιλεὺς ἦν θεῖος τῆς Ἀντιόπης. ἡ δὲ αὐτὴ Ἀντιόπη ἐγέννησε δίδυμα, οὕστινας ἐκάλεσεν Ἀμφίονα καὶ Ζῆθον. καὶ 47 ἐῤῥίφησαν γεννηθέντα τὰ βρέφη κατὰ κέλευσιν τοῦ Λύκου βασιλέως ἐν τῇ κώμῃ τῇ λεγομένῃ Ῥασθέᾳ πλησίον τοῦ Κιθαιρωνίου ὄρους. οὕστινας παῖδας οἴκτου χάριν ἔλαβε παρὰ τῶν ῥιπτόντων τὰ αὐτὰ βρέφη Ὀρδίων τις γεηπόνος, ἄπαις ὤν, γνοὺς ὅτι τέκνα ὑπῆρχον τῆς ἱερείας Ἀντιόπης· ᾔδει γὰρ αὐτήν, ὡς ἱέρειαν· καὶ ἀνεθρέψατο αὐτά. μετὰ δὲ χρόνον πολέμου κινηθέντος τῇ Ἀργείων χώρᾳ, ἐξῆλθεν ὁ Λύκος βασιλεὺς ἐπὶ τὸν πόλεμον· καὶ ἐχρόνισε πολεμῶν. ἡ δὲ Δίρκη, τοῦ Λύκου βασιλέως γυνή, λογισαμένη ὅτι οὐκέτι μετὰ τὸν τοκετὸν ἐτιμωρήσατο τὴν αὐτὴν Ἀντιόπην, ἀλλ' εἴασεν αὐτήν, ὡς ἐρῶν αὐτῆς καὶ λάθρᾳ μιγνύμενος μετ' αὐτῆς, ὡς εὐπρεπεστάτης, λαβοῦσα αὐτὴν μετὰ ὀλίγων στρατιωτῶν ὡς ἐπὶ χώραν ἀπῆλθεν ἐπὶ τὸ Κιθαιρώνιον ὄρος ἐν τῇ κώμῃ ὅπου οἱ αὐτῆς υἱεῖς ἦσαν ἀνατραφέντες. τοῦτο δὲ ἀγνοοῦσα ἡ Δίρκη, καὶ ἐξαγαγοῦσα ἐκ τοῦ αὐτοῦ χωρίου ταῦρον ἄγριον, καὶ πήξασα δᾷδα ἐν τοῖς αὐτοῦ κέρασι, τὴν Ἀντιόπην ἐκέλευσε δεθῆναι, καὶ τὸν σχοῖνον εἰς τὸν τράχηλον τοῦ ταύρου εἱλιγῆναι, καὶ οὕτως συρῆναι τὴν Ἀντιόπην ὑπὸ τοῦ ταύρου καὶ ἀπολέσθαι. καὶ ἀκούσαντες πάντες οἱ τοῦ αὐτοῦ κτήματος τὸν μέλλοντα γίνεσθαι τῆς Ἀντιόπης θάνατον καὶ τοὺς αὐτῆς ὀλολυγμούς, ἐξῆλθον ἐκ τοῦ Δέρας Θέας χωρίου οὕτως λεγομένου· ἦσαν δὲ ἐν πλήθει πολλοὶ ἐν αὐτῷ ἄγροικοι· ὡσαύτως δὲ καὶ οἱ 48 δύο υἱοὶ τῆς Ἀντιόπης ἦσαν μετ' αὐτῶν ἅμα τῷ ἀναθρεψαμένῳ αὐτοὺς Ὀρδίωνι γεωργῷ. καὶ παρεκάλουν τὴν Δίρκην μὴ τοιούτῳ μόρῳ ἀνελεῖν αὐτήν· ἡ δὲ ἐξεῖπεν αὐτοῖς ὅτι ἱέρεια ἦν τοῦ Ἡλίου, καὶ ἐφθάρη καὶ ἐγέννησε δύο παῖδας ἐκ πορνείας, καὶ δεῖ αὐτὴν τιμωρηθῆναι. καὶ ἀκούσαντες οἱ τῆς Ἀντιόπης υἱοί, Ζῆθος καὶ Ἀμφίων, παρὰ τοῦ ἀναθρεψαμένου αὐτοὺς Ὀρδίωνος ὅτι ἡ μήτηρ αὐτῶν ἐστιν ἡ μέλλουσα τιμωρεῖσθαι, ἡ Ἀντιόπη, συναθροίσαντες πᾶσαν τὴν ἀγροικικὴν χώραν, ἅμα αὐτοῖς ἀπελθόντες ἐφόνευσαν τοὺς στρατιώτας. καὶ λαβόντες τὴν Δίρκην ἀφείλοντο ἃ ἐφόρει βασιλικὰ κοσμήματα, καὶ ἔλυσαν τὴν Ἀντιόπην. καὶ λυθεῖσα τῶν δεσμῶν ἡ Ἀντιόπη ἐπέτρεψε τοῖς ἰδίοις αὐτῆς παισίν, Ἀμφίονι καὶ Ζήθῳ, φονεῦσαι τὴν Δίρκην· καὶ λαβόντες τὴν Δίρκην ἔδησαν εἰς τὸν αὐτὸν ἄγριον ταῦρον, καὶ συρεῖσα ὑπὸ τοῦ ταύρου ἡ Δίρκη ἀπώλετο. ὁ δὲ ταῦρος ἐκ τῆς ἐλασίας ἐδίψησε, καὶ εὑρὼν πηγὴν ἔστη πιεῖν· καὶ κοπεῖσα ἡ σχοῖνος εἴασε πλησίον τῆς πηγῆς τὸ λείψανον τῆς Δίρκης· καὶ ἐκλήθη ἡ αὐτὴ πηγὴ ἐξ ἐκείνου ἕως τῆς νῦν ἐν τῇ χώρᾳ ἐκείνῃ ἡ Δίρκη. καὶ λοιπὸν ὁ Ζῆθος καὶ ὁ Ἀμφίων ἔλαβον τὴν ἑαυτῶν μητέρα, τὴν Ἀντιόπην, καὶ ἔφυγον ἐπὶ τὴν ἰδίαν χώραν αὐτῶν, τὴν Βοιωτίαν· καὶ ἐκεῖ ἀναφανέντες ἐγνώσθησαν τοῖς Βοιωτοῖς. ὁ δὲ αὐτῶν πάππος ὁ Νυκτεύς, ὁ βασιλεὺς τῆς αὐτῆς Βοιωτίας χώρας, γεγήρακε, καὶ νόσῳ βληθεὶς τελευτᾷ. καὶ λοιπὸν μετὰ τὴν τελευτὴν τοῦ Νυκτέως βασιλέως οἱ τῆς Βοιωτίας πάντες ᾔτη 49 σαν αὐτοὺς βασιλεῦσαι αὐτῶν τὸν Ἀμφίονα καὶ τὸν Ζῆθον, ὡς ἐκ γένους βασιλικοῦ ὑπάρχοντας τοῦ Νυκτέως. καὶ ἀνηγορεύθησαν βασιλεῖς, καὶ ἐβασίλευσαν ὁ Ἀμφίων καὶ ὁ Ζῆθος τῆς Βοιωτίας χώρας οἱ μουσικοί. καὶ εὐθέως Ἀμφίων ὁ λυρικὸς κτίζει πόλιν μεγάλην πάνυ, δωδεκάπυλον, τὴν πρώην μὲν οὖσαν κώμην λεγομένην Ἐνχιλίαν· ἣν ὠνόμασαν οἱ αὐτοὶ ἀδελφοὶ πόλιν Θήβας εἰς τὸ ὄνομα τοῦ αὐτῶν πατρὸς κατὰ κέλευσιν τῆς αὐτῶν μητρός, τῆς Ἀντιόπης. καὶ ἐβασίλευσαν ἔτη πολλὰ τῶν Θηβῶν· καὶ λοιπὸν ἐκλήθη ἡ αὐτὴ χώρα Θῆβαι. ὁ δὲ Λύκος βασιλεύς, ὁ τῆς Δίρκης ἀνήρ, ὁ θεῖος αὐτῶν, ἐτελεύτα ἐν τῷ πολέμῳ. ἅτινα συνεγράψατο Κεφαλίων μετὰ ἀληθείας· ὁ γὰρ σοφώτατος Εὐριπίδης ποιητικῶς ἐξέθετο δρᾶμα ὡς ὅτι ὁ Ζεὺς εἰς Σάτυρον μεταβληθεὶς ἔφθειρε τὴν Ἀντιόπην, κἀκεῖθεν ἐγεννήθη ὁ Ζῆθος καὶ ὁ Ἀμφίων οἱ μουσικοί. κατὰ δὲ μετάστασιν μετεμψυχώσεως καταχθέντα τὸν πατέρα αὐτῶν Θεόβοον ἐκ τοῦ Πίκου Διὸς εἶπεν, ὅτι ὁ Ζεὺς μεταβληθεὶς εἰς Σάτυρον, ὅ ἐστι κατὰ τὴν Βοιωτῶν γλῶσσαν εἰς ἄλλο σῶμα εὐτελέστερον, ἔφθειρε τὴν Ἀντιόπην. Μετὰ δὲ τὴν βασιλείαν τοῦ Ἀμφίονος καὶ τοῦ Ζήθου ἐβασίλευσαν οἱ ἐκ τοῦ γένους αὐτῶν τῶν Θηβῶν ἕως τῆς βασιλείας τοῦ Οἰδίποδος, υἱοῦ Λαΐου καὶ τῆς Ἰοκάστης. ὅστις Λάϊος, 50 βασιλεὺς Θηβῶν, ἔσχεν υἱὸν Ἰώκκαν, μετακληθέντα τὸν αὐτὸν προειρημένον Οἰδίποδα. καὶ χρησμοδοτηθεὶς ὅτι τῇ ἰδίᾳ αὐτοῦ μητρὶ Ἰοκάστῃ συμμιγήσεται, ἐκέλευσε τοῖς παραμένουσιν αὐτῷ στρατιώταις λαβεῖν τὸν αὐτὸν Οἰδίποδα εἰς τὰς ὕλας, καὶ βληθῆναι τοὺς πόδας αὐτοῦ ἐν ξύλῳ γλυφέντι καὶ ἔχοντι ὀπὰς καὶ ἡλωθῆναι τὸ ξύλον· ἐξ αὐτοῦ οὖν ἐπινενόηται ὁ λεγόμενος παρὰ τοῖς στρατιώταις ἕως τῆς νῦν κοῦσπος· καὶ ποιήσαντες ὡς ἐκελεύσθησαν οἱ στρατιῶται εἴασαν τὸν Οἰδίποδα εἰς τὰς ὕλας, ὅπως θηριόβρωτος γένηται. καὶ ἐλθών τις ἄγροικος ὀνόματι Μελίβοιος ἐπὶ τὴν ὕλην κόψαι ξύλα, εὗρεν αὐτὸν συρόμενον ἐπὶ τὴν γῆν καὶ τοὺς πόδας αὐτοῦ ὀγκωθέντας. καὶ λαβὼν ἐν ᾗ ἐβάσταζεν ἀξίνῃ ἔκλασε τὸ ξύλον ὅπου ἐσφάληντο οἱ αὐτοῦ πόδες, καὶ λαβὼν αὐτὸν ἀνεθρέψατο, καλέσας αὐτὸν Οἰδίποδα διὰ τὸ οἰδάνειν τοὺς πόδας αὐτοῦ· καὶ ἐγένετο γενναῖος αὐξηθείς. ἐν δὲ τῇ χώρᾳ ἐκείνῃ ἀνεφάνη γυνή τις χήρα ὀνόματι Σφίγξ, δυσειδής, κατάμασθος, χωρική· ἥτις μετὰ τὴν ἀποβολὴν τοῦ ἰδίου αὐτῆς ἀνδρὸς συναγαγοῦσα πλῆθος ἀγροίκων λῃστῶν ὁμοφρόνων αὐτῇ ἐν τῇ ἰδίᾳ αὐτῆς κώμῃ τῇ λεγομένῃ Μωάβῃ, κειμένῃ δὲ μεταξὺ δύο ὀρέων, ἐχόντων ἐν μέσῳ στενὴν ὁδὸν μίαν μόνην, καὶ καθημένη ἐν τῇ μιᾷ κορυφῇ τοῦ ὄρους, ἔχουσα τὴν ἅμα αὐτῇ λῃστρικὴν χεῖρα, καὶ πάντας τοὺς παριόντας ὁδοιπόρους καὶ πραγματευτὰς ἐφόνευσε καὶ τὰ αὐτῶν πάντα ἐκομίζετο. ἥτις περιβόητος ἐγένετο εἰς τὰς Θήβας, καὶ πολλῶν ἐξελθόντων στρα 51 τηγῶν, καὶ μετ' αὐτῶν στρατὸς πολὺς ἐκ τοῦ Λαΐου βασιλέως, καὶ ταύτης οὐδεὶς ἠδυνήθη περιγενέσθαι διὰ τὸ ἰσχυρὸν τῶν ὀρέων καὶ διὰ τὸ πλῆθος τῶν ἀγροίκων λῃστῶν τῶν μετ' αὐτῆς συμμεριζομένων τὰ τῶν παριόντων ξένων καὶ πολιτῶν. ὁ δὲ Οἰδίπους τέλειος γενόμενος ἔμαθεν ὅτι ἀπὸ τῆς πόλεως κατάγεται τῶν Θηβῶν· καὶ ἀκούσας ὅτι γυνή τις ὀνόματι Σφίγξ, λῃστρίς, ἐλυμαίνετο πάντας τοὺς ἐπὶ τὰς Θήβας ἐρχομένους, καὶ στενὸν τὴν πόλιν· σοφὸν οὖν τι βουλευσάμενος εἰς τὸ ἀναιρεῖν τὴν Σφίγγα ἔλαβεν ἐκ τοῦ κτήματος ὅπου ἀνετράφη ἀγροίκους γενναίους, ὡς, φησί, θέλων ἅμα τῇ Σφιγγὶ λῃστεύειν. καὶ ἀπῆλθε πρὸς αὐτὴν αἰτῶν αὐτὴν συλλῃστεύειν αὐτῇ· ἥτις θεασαμένη τοῦ νεωτέρου τὴν θέαν καὶ τῶν μετ' αὐτοῦ, ἐδέξατο αὐτὸν καὶ τοὺς σὺν αὐτῷ· καὶ ἐπήρχετο καὶ αὐτὸς τοῖς παριοῦσιν. εὑρηκὼς δὲ καιρὸν ὅτε οὐκ ἔσχεν ὄχλον λῃστῶν μετ' αὐτῆς, λαβὼν λόγχην ἀνεῖλεν αὐτήν, καὶ ἀφείλετο πάντα τὰ αὐτῆς, φονεύσας ἅμα τοῖς αὐτῆς πολλούς. καὶ εἰσήγαγε τὸ λείψανον αὐτῆς ἐν τῇ τῶν Θηβῶν πόλει, ὡς ὀφείλων κομίσασθαι ἅμα τοῖς αὐτοῦ χρήματα ἀπὸ τοῦ βασιλέως Λαΐου. καὶ θαυμάζοντες πάντες οἱ Θηβαῖοι πολῖται ἀνύμνουν αὐτὸν καὶ ἔκραζον αὐτὸν βασιλέα τῶν Θηβῶν γενέσθαι. καὶ 52 ἠγανάκτησεν ὁ βασιλεὺς κατὰ τῶν τῆς πόλεως, καὶ ἔπεμψε στρατὸν κατ' αὐτῶν· καὶ γενομένου ἐμφυλίου πολέμου ἐξῆλθεν ὁ Λάϊος ἀπολογήσασθαι αὐτοῖς. καὶ ῥιφείσης κατ' αὐτοῦ σαγίττας ἐφονεύθη ὁ Λάϊος· καὶ λοιπὸν ἡ Ἰοκάστη, μὴ θέλουσα ἐκβληθῆναι τῆς βασιλείας, εὐθέως ἀγαγοῦσα τὸν Οἰδίποδα ἐποίησεν αὐτὸν βασιλέα, μαθοῦσα ὅτι οὐκ ἔχει γυναῖκα. καὶ ἐγαμήθη αὐτῷ πρὸς θεραπείαν τῶν τῆς πόλεως καὶ τῆς συγκλήτου· καὶ ἐβασίλευσε τῶν Θηβῶν ὁ Οἰδίπους ἔτη ιθʹ, καὶ τῆς Ἰοκάστης ἀγνοούσης καὶ τοῦ Οἰδίποδος ὅτι μήτηρ αὐτοῦ ὑπῆρχε· καὶ ἔσχε δύο υἱοὺς παρ' αὐτῆς, τὸν Ἐτεοκλέα καὶ τὸν Πολυνείκην, καὶ θυγατέρας δύο, Ἰσμήνην καὶ Ἀντιγόνην. μετὰ δὲ χρόνον τινὰ ἐπηρώτησεν ἡ αὐτὴ Ἰοκάστη τὸν Οἰδίποδα πόθεν ἐστὶ καὶ τίς αὐτοῦ πατήρ; ὁ δὲ εἶπε τὸν Μελίβοιον τὸν ἀναθρεψάμενον αὐτόν. καὶ μεταστειλαμένη τὸν Μελίβοιον τὸν ἀναθρέψαντα αὐτὸν ἔμαθε παρ' αὐτοῦ ὅτι οὐκ ἔστιν αὐτοῦ υἱός, ἀλλ' εὗρεν αὐτὸν εἰς τὰς ὕλας. καὶ ἐπερωτήσασα τὸν χρόνον, ἔγνω ὅτι υἱὸς αὐτῆς ἐστι· καὶ εἶπεν αὐτῷ. καὶ ἀκούσας ὁ Οἰδίπους ἔλαβεν ἥλους, καὶ πήξας τοῖς ἰδίοις αὐτοῦ ὀφθαλμοῖς τελευτᾷ, ἐάσας τὸ βασίλειον τοῖς δυσὶν αὐτοῦ υἱοῖς, ἐνιαυτὸν παρ' ἐνιαυτὸν βασιλεύειν κελεύσας· οἵτινες εἰς ἔχθραν ἐλθόντες διὰ τὴν βασιλείαν, ἐπολέμησαν μετ' ἀλλήλων, καὶ ἑαυτοὺς ἔσφαξαν μονομαχήσαντες. ὁ γὰρ Πολυνείκης, ἐκβληθεὶς ἀπὸ τῆς βασιλείας καὶ διωχθεὶς ἀπὸ τῶν 53 Θηβῶν ἀπὸ τοῦ Ἐτεοκλέους, ἀδελφοῦ αὐτοῦ, ἀπῆλθεν εἰς τὸ Ἄργος· καὶ ἠγάγετο γυναῖκα τὴν θυγατέρα Ἀδράστου τοῦ βασιλέως τοῦ Ἄργους. καὶ προτρεψάμενος τὸν Ἄδραστον βασιλέα καὶ ἄλλους βασιλεῖς μετὰ πλήθους στρατοῦ κατὰ τοῦ ἰδίου ἀδελφοῦ ἦλθε κατὰ τῶν Θηβῶν· οἱ δὲ προτραπέντες καὶ μετ' αὐτοῦ ἐπιστρατεύσαντες ἦσαν αὐτοί, Ἄδραστος, Καπανεύς, Ἀμφιάραος, Παρθενοπεύς, Ἱππομέδων. καὶ τῶν δύο ἀδελφῶν, ὡς εἴρηται, τελευτησάντων, ἀνεχώρησαν οἱ βασιλεῖς μετὰ τῶν ἰδίων στρατευμάτων ἐπὶ τὰς αὐτῶν χώρας, καὶ ἐλύθη ἡ βασιλεία τῶν Θηβῶν, ἤτοι Βοιωτῶν, κατασχοῦσα ἔτη τξθʹ. τὰ δὲ προγεγραμμένα ταῦτα πάντα ὁ σοφώτατος Παλαίφατος ἀληθῆ ἐξέθετο. ὁ γὰρ σοφώτατος Εὐριπίδης ποιητικῶς ἐξέθετο δρᾶμα περὶ τοῦ Οἰδίποδος καὶ τῆς Ἰοκάστης καὶ τῆς Σφιγγός. τὰ γὰρ τῶν Θηβῶν βασίλεια Ἀφρικανὸς ὁ χρονογράφος ἐξέθετο. Ἐν δὲ τοῖς ἀνωτέρω προγεγραμμένοις χρόνοις ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ ἐγεννήθη ὁ Σερούχ· ὅστις ἐνήρξατο πρῶτος τὸ τοῦ ἑλληνισμοῦ δόγματος διὰ τῆς εἰδωλολατρίας, καθὼς Εὐσέβιος ὁ Παμφίλου συνεγράψατο, διὰ τὸ τοὺς πάλαι γενομένους 54 πολεμιστάς, ἡγεμόνας, ἢ πράξαντάς τι ἀνδρεῖον ἢ ἀρετῆς ἐν τῷ βίῳ τοῦ μνημονεύεσθαι εἶναι ἄξιον, μάλιστα τοὺς ποιήσαντας διὰ δυνάμεώς τινος μυστήρια, ὡς ὄντας αὐτῶν προπάτορας, ἀνδριᾶσι στηλῶν ἐτίμησαν, καὶ πάντες ὡς εὐεργέτας εἰς θεὸν προσεκύνουν, καὶ ἐθυσίαζον αὐτοὺς τιμῶντες, ὅτι ἀγαθὸν εὑρηκότες, ἢ διὰ τέχνης ἢ διὰ κτίσματος ἢ διὰ σοφίας ἢ δι' ἄλλης οἵας δήποτε ἀρετῆς ἐλθόντας, οὕστινας ἀπεθέωσαν, καθὼς Ῥηγῖνος ὁ σοφώτατος συνεγράψατο τῶν ἀποθεωθέντων ὀνόματα. οἱ δὲ μετὰ ταῦτα ἄνθρωποι, ἀγνοοῦντες τὴν τῶν προγόνων γνώμην, ὅτι ὡς προπάτορας καὶ ἀγαθῶν ἐπινοητὰς ἐτίμησαν μνήμης καὶ μόνης χάριν, ὡς θεοὺς ἐπουρανίους ἐτίμουν καὶ ἐθυσίαζον αὐτοῖς, οὐχ ὡς γενομένους ἀνθρώπους θνητοὺς καὶ ὁμοιοπαθεῖς. περὶ ὧν ἐν ταῖς συγγραφαῖς αὐτοῦ λέγει καὶ ὁ Διόδωρος ὁ σοφώτατος ταῦτα ὅτι ἄνθρωποι γεγόνασιν οἱ θεοί, οὕστινας οἱ ἄνθρωποι ὡς νομίζοντες δι' εὐεργεσίαν ἀθανάτους προσηγόρευον· τινὰς δὲ καὶ ὀνομάτων προσηγορίας ἐσχηκέναι καὶ κρατήσαντας χώρας. τοῦτο δὲ ἐποίουν οἱ ἄνθρωποι ἀγνοίᾳ πλησθέντες. ἦν δὲ τὸ τῆς ἀποθεώ 55 σεως σχῆμα τοῦτο. ἐν τοῖς ἱερατικοῖς αὐτῶν βιβλίοις τὰ ὀνόματα αὐτῶν ἐτάσσετο, ὅτε ἐτελεύτησαν, καὶ κατὰ τὸν αὐτὸν καιρὸν ἑορτὴν καὶ θυσίαν αὐτῶν ἐπετέλουν ἐν οἷς ἔκειντο μνήμασι, λέγοντες εἰς τὰς τῶν μακάρων νήσους εἶναι τὰς αὐτῶν ψυχὰς καὶ μηκέτι κρίνεσθαι ἢ καίεσθαι πυρί. καὶ διέμειναν ἕως τῶν χρόνων Θάῤῥα, τοῦ πατρὸς τοῦ Ἀβραάμ. ἦν γὰρ Θάῤῥα ἀγαλματοποιὸς πλαστουργῶν, ἀπὸ λίθων καὶ ξύλων θεοὺς ποιῶν καὶ πιπράσκων, καὶ πλάνην ἀγαλμάτων καὶ εἰδωλολατρίας εἰσῆγε τοῖς ἀνθρώποις διὰ ἀπεικονισμάτων τῶν προγόνων αὐτῶν, μάλιστα τῶν εὑρηκότων τὰ γράμματα καὶ τὰς τέχνας· οἷς συνέτρεχον σπουδαίως οἱ Αἰγύπτιοι καὶ οἱ Βαβυλώνιοι καὶ Φρύγες οἱ ἐκ τῆς Ἑλλάδος· ταύτης γὰρ τῆς θρησκείας ὑπῆρχον. ἦσαν γὰρ καὶ αὐτοὶ ἀγαλμάτων ποιηταὶ καὶ μυστηρίων ἐξηγηταὶ καὶ τελεσταί· ἀφ' ὧν μάλιστα εἰς Ἕλληνας ἤχθη ἡ αὐτὴ θρησκεία, ἀπό τινος Ἕλληνος ὀνόματι, υἱοῦ καὶ αὐτοῦ Πίκου Διός, μυστικά τινα ποιοῦντος ἀνδρὸς τῶν ἐν Ἑλλάδι κατοικησάντων, ἐκ τῆς φυλῆς ὄντος τοῦ Ἰάφεθ, υἱοῦ Νῶε τοῦ τρίτου. Ἴωνες δὲ οἱ ἐκ τῆς Ἰὼτούτων γὰρ ἀρχηγοὶ ἐγένοντο· ἦσαν γὰρ διδαχθέντες ἐκ τοῦ Ἰωανέως γίγαντος τοῦ οἰκοδομήσαντος σὺν τοῖς ἄλλοις τὸν πύρ 56 γον· ὧντινων καὶ γλῶσσαι διεμερίσθησαν, διὸ καὶ μέροπες κέκληνται οἱ ἄνθρωποι διὰ τὸ μερισθῆναι αὐτῶν τὰς λαλιὰς εἰς πολλὰς γλώσσας καὶ φωνάς. οὕστινας μεμφόμενος ὁ Χερονήσιος Πλούταρχος ἡ παλαιὰ φιλοσοφία παρ' Ἕλλησι καὶ βαρβάροις ἐξέθετο ὡς πλάνην ἀγαλμάτων τινὲς εἰσάγουσιν· αὐτὸς δέ, φησί, τοὺς κατ' οὐρανὸν φωστῆρας θεοποιεῖν ἔδοξε, τὸν ἥλιον καὶ τὴν σελήνην παρεισάγων, ὡς ἡ τῶν Αἰγυπτίων θεολογία ἔχει, αὐτοὺς τὸν σύμπαντα κόσμον διοικεῖν τρέφοντας καὶ αὐξάνοντας τὰ πάντα τῇ τρίτῃ κινήσει τῶν εʹ πλανητῶν καὶ τῆς λοιπῆς ἀστροθεσίας κατὰ γένεσιν καὶ ἀέρα. τὸν δὲ Πλούταρχον τὸν Χερονήσιον Πορφύριος ἐν τῇ φιλοσόφῳ αὐτοῦ χρονογραφίᾳ ἐδόξασε.