Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-malalas" aria-label="More works by John Malalas">
—
⋯
Original / primary: Pg Scrape Grc
370.1.1
ὅστις διήνυσεν ἀρχὰς πολλὰς μετὰ δόξης· ἦν γὰρ σφόδρα λογικός· καὶ συσχεθεὶς κατὰ κέλευσιν τοῦ βασιλέως, διάγων τότε ἐν Κωνσταντινουπόλει καὶ ἀποζωσθεὶς τῆς ἀξίας αὐτοῦ, παρεπέμφθη ἐν Χαλκηδόνι ἀπὸ Κωνσταντινουπόλεως τῷ ἄρχοντι Βιθυνίας Θεοφίλῳ, ὅστις καὶ τὰς φωνὰς αὐτοῦ ἔλαβεν. Ἰακώβου δὲ τοῦ κόμητος καὶ ἀρχιατροῦ τοῦ λεγομένου ψυχρίστου παρακαλέσαντος τὸν βασιλέα· ἐφίλει γὰρ ὁ βασιλεὺς τὸν αὐτὸν Ἰάκωβον καὶ πᾶσα δὲ ἡ σύγκλητος καὶ ἡ πόλις, ὡς ἄριστον ἰατρὸν καὶ φιλόσοφον· ᾧτινι καὶ ἡ σύγκλητος εἰκόνα συνεστήσατο ἐν τῷ Ζευξίππῳ· ὅστις Ἰάκωβος ἐδυσώπησε τὸν βασιλέα, αἰτῶν αὐτὸν ἐν Κωνσταντινουπόλει ἐξετασθῆναι τὸν αὐτὸν Ἰσοκάσιον παρὰ τῆς συγκλήτου καὶ τοῦ ἐπάρχου τῶν πραιτωρίων καὶ μὴ παρὰ ἄρχοντι ἐπαρχίας, ἐπειδὴ κοιαίστωρος εἶχεν ἀξίας. καὶ πεισθεὶς ὁ βασιλεὺς Λέων ἐκέλευσεν ἐνεχθῆναι ἀπὸ Χαλκηδόνος τὸν αὐτὸν Ἰσοκάσιον· καὶ ἐνεχθεὶς εἰς τὸν Ζεύξιππον ἐξητάζετο παρὰ τοῦ ἐπάρχου τῶν πραιτωρίων Πουσαίου· καὶ ἐλάλησεν ὁ αὐτὸς Πουσαῖος κατὰ αὐτοῦ Ἰσοκασίου εἰσελθόντος πρὸ βήματος γυμνοῦ καὶ δεδεμένου ὀπισθάγκωνα, Ὁρᾷς σαυτόν, Ἰσοκάσιε, ἐν ποίῳ σχήματι καθέστηκας; ἀποκριθεὶς ὁ Ἰσοκάσιος εἶπεν, Ὁρῶ καὶ οὐ ξενίζομαι· ἄνθρωπος γὰρ ὢν ἀνθρωπίναις περιέπεσα συμφοραῖς. ἀλλὰ δίκῃ καθαρᾷ δίκασον ἐπ' ἐμοί, ὡς ἐδίκαζες σὺν ἐμοί. καὶ ἀκούσας τοῦ Ἰσοκασίου ὁ δῆμος τῶν Βυζαντίων ὁ 371 ἑστὼς καὶ θεωρῶν, εὐφήμησε τὸν βασιλέα Λέοντα πολλά· καὶ ἀποσπάσαντες αὐτὸν ἀπήγαγον ἀπὸ τοῦ Ζευξίππου εἰς τὴν μεγάλην ἐκκλησίαν. καὶ δοὺς τὸ ὄνομα αὐτοῦ κατηχήθη καὶ ἐφωτίσθη· καὶ ἐπέμφθη εἰς τὴν χώραν αὐτοῦ. Ὁ δὲ αὐτὸς θειότατος Λέων βασιλεὺς τὰς κυριακὰς ἀπράκτους εἶναι ἐκέλευσεν, ἐκφωνήσας περὶ τούτου θεῖον αὐτοῦ νόμον ἵνα μήτε αὐλὸς ἢ κιθάρα ἢ ἄλλο τι μουσικὸν λέγειν ἐν κυριακῇ, ἀλλὰ πάντας ἀργεῖν· καὶ πᾶς ἄνθρωπος ἠνέσχετο. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ὑπονοήσας τυραννίδα μελετᾶν Ἄσπαρα τὸν πατρίκιον, ὡς πρῶτον τῆς συγκλήτου, ἐφόνευσεν ἐν τῷ παλατίῳ καὶ Ἀρδαβούριον καὶ Πατρίκιον τοὺς υἱοὺς αὐτοῦ ἐν κομβέντῳ, καὶ αὐτοὺς ὄντας συγκλητικούς, κατακόψας τὰ σώματα αὐτῶν. καὶ ἐγένετο ἐν Κωνσταντινουπόλει ταραχή· εἶχον γὰρ πλῆθος Γότθων καὶ κόμητας καὶ ἄλλους παῖδας καὶ παραμένοντας αὐτοῖς ἀνθρώπους πολλούς. ὅθεν εἷς Γότθος τῶν διαφερόντων τῷ αὐτῷ Ἄσπαρι ὀνόματι Ὄστρυς, κόμης, εἰσῆλθεν εἰς τὸ παλάτιον τοξεύων μετὰ ἄλλων Γότθων· καὶ συμβολῆς γενομένης μετὰ τῶν ἐξκουβιτώρων καὶ αὐτοῦ Ὄστρυ πολλοὶ ἐκόπησαν. καὶ μεσασθεὶς εἶδεν ὅτι ἡττήθη, καὶ ἔφυγε λαβὼν τὴν παλλακίδα Ἄσπαρος, Γότθαν εὐπρεπῆ, ἥτις ἔφιππος ἐξῆλθεν ἅμα αὐτῷ ἐπὶ 372 τὴν Θρᾴκην· καὶ ἐπραίδευσε τὰ χωρία. περὶ οὗ ἔκραξαν οἱ Βυζάντιοι, Νεκροῦ φίλος οὐδεὶς εἰ μὴ μόνος Ὄστρυς. Ὁ δὲ αὐτὸς βασιλεὺς Λέων διωγμὸν ἐποίησε τῶν Ἀρειανῶν Ἐξακιονιτῶν διὰ Ἄσπαρα καὶ Ἀρδαβούριον, διατάξεις πανταχοῦκαταπέμψας μὴ ἔχειν αὐτοὺς ἐκκλησίας ἢ συνάγεσθαι. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἔβρεξεν ἐν Κωνσταντινουπόλει κονίαν ἀντὶ βροχῆς καὶ ἐπὶ παλαιστῇ ὕψους ἕστηκεν εἰς τοὺς κεράμους ἡ κονία· καὶ πάντες ἔτρεμον λιτανεύοντες καὶ λέγοντες ὅτι Πῦρ ἦν καὶ ἐσβέσθη καὶ εὑρέθη κονία τοῦ θεοῦ φιλανθρωπευσαμένου. Ἐγένετο δὲ ἐν τῇ αὐτοῦ βασιλείᾳ ἐμπρησμὸς μέγας ἐν Κωνσταντινουπόλει οἷος οὐδέποτε· ἐκαύθη γὰρ ἀπὸ θαλάσσης ἕως θαλάσσης· καὶ φοβηθεὶς τὸ παλάτιον ἐξῆλθεν ὁ βασιλεὺς Λέων πέραν εἰς τὸν ἅγιον Μάμαντα, καὶ ἐποίησεν ἐκεῖ μῆνας ἓξ ἐν προκέσσῳ· καὶ ἔκτισεν ἐκεῖ λιμενάριον καὶ ἔμβολον, ὅνπερ ἐκάλεσε νέον ἔμβολον· ὅστις οὕτω καλεῖται ἕως τῆς νῦν. Ἐπεστράτευσε δὲ ὁ αὐτὸς Λέων ἐν τοῖς χρόνοις τῆς αὐτοῦ βασιλείας κατὰ Σινζηρίχου Οὐανδάλου, ῥηγὸς τῶν Ἄφρων, πόλεμον ναυμαχίας φοβερόν· καὶ ἔπεμψε στόλον μέγαν καὶ Βασιλίσκον τὸν πατρίκιον, τὸν ἀδελφὸν Βηρίνης τῆς Αὐγούστας, τῆς γυναικὸς τοῦ αὐτοῦ Λέοντος. ὅστις Βασιλίσκος λαβὼν χρήματα παρὰ Ζινζηρίχου, ῥηγὸς τῶν Οὐανδάλων, καὶ προέδωκε τὰ πλοῖα 373 καὶ τοὺς ἐξάρχους καὶ τοὺς κόμητας καὶ τὸν στρατὸν πάντα, καὶ μόνος μετὰ τοῦ ἰδίου πλοίου, ἤτοι λιβέρνου, πρῶτος ἔφυγε· τὰ δ' ἄλλα πλοῖα πάντα καὶ ὁ στρατὸς ἀπώλετο ἐν τῇ θαλάσσῃ βυθισθέντα. ἐν οἷς καὶ Δαμονικὸς ὁ ἀπὸ δουκῶν, γενόμενος στρατηλάτης ἐξπεδίτου, καταγόμενος ἐκ τῆς Ἀντιοχέων μεγάλης πόλεως, ἀνδραγαθήσας κατὰ τῶν Ἄφρων καὶ μονασθεὶς ἐμεσάσθη καὶ συνελήφθη καὶ ἐῤῥίφη εἰς τὸν βυθὸν ἔνοπλος. καὶ ὑπέστρεψεν ὁ Βασιλίσκος ἐν Κωνσταντινουπόλει ἡττηθείς. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Λέοντος ἐσφάγη Ἀνθίμιος ὁ βασιλεὺς ἐν Ῥώμῃ· ἐν ἔχθρᾳ γὰρ γενόμενος τοῦ ἰδίου αὐτοῦ υἱοῦ γαμβροῦ Ῥεκίμερ τοῦ στρατηλάτου, φοβηθεὶς αὐτὸν ὡς Γότθον, ἀπῆλθεν εἰς τὸν ἅγιον Πέτρον προσφεύγων ὁ βασιλεὺς Ἀνθίμιος, φησίν, ὡς ἄῤῥωστος. καὶ γνοὺς Λέων ὁ βασιλεὺς ἔπεμψεν ἐν Ῥώμῃ τὸν πατρίκιον Ὀλύβριον τὸν Ῥωμαῖον μετὰτὴν ὑπατείαν αὐτοῦ, ἣν δέδωκεν ἅμα Ῥουστικίῳ, εἰς τό, φησί, ποιῆσαι φίλους τὸν βασιλέα Ἀνθίμιον καὶ τὸν γαμβρὸν αὐτοῦ Ῥεκίμερ, ὡς ὄντας ἐκ τῆς συγκλήτου Ῥώμης· καὶ κελεύσας αὐτῷ ὅτι Μετὰ τὸ γενέσθαι Ἀνθίμιον καὶ Ῥεκίμερ φίλους ἐκ τῆς Ῥώμης ἔξελθε καὶ ἄπελθε πρὸς Ζινζήριχον Οὐάνδαλον, τὸν ῥῆγα τῆς Ἀφρικῆς, ὡς ἔχων παῤῥησίαν πρὸς αὐτόν, διότι τὴν ἀδελφὴν τῆς σῆς γαμετῆς Πλακιδίας ἔχει νύμφην τοῦ υἱοῦ αὐτοῦ, καὶ 374 πεῖσον αὐτὸν φίλον μου γενέσθαι. ὑπελάμβανε δὲ ὁ αὐτὸς βασιλεὺς Λέων τὸν αὐτὸν Ὀλύβριον, ὅτι ἀντείχετο Ζινζηρίχου καὶ ὅτι τοῦ μέρους αὐτοῦ ὑπῆρχε, καὶ παρεφυλάττετο αὐτὸν ὁ Λέων, μὴ ἐὰν κινήσῃ κατὰ Λέοντος Ζινζήριχος πόλεμον, προδώσει ὁ αὐτὸς Ὀλύβριος Κωνσταντινούπολιν τῷ Ζινζηρίχῳ, ὡς συγγενής, καὶ ὅτι βασιλεύει ὁ αὐτὸς Ὀλύβριος ἐν Κωνσταντινουπόλει. καὶ μετὰ τὸ ὁδεῦσαι Ὀλύβριον ἐπὶ τὴν Ῥώμην ἐάσαντα τὴν ἑαυτοῦ γυναῖκα Πλακιδίαν καὶ τὴν θυγατέρα αὐτοῦ ἐν Κωνσταντινουπόλει ἔγραψεν ὁ θειότατος θεῖος βασιλεὺς Λέων διὰ μαγιστριανοῦ Ἀνθιμίῳ, βασιλεῖ τῆς Ῥώμης, ταῦτα ὅτι Ἐγὼ ἐφόνευσα Ἄσπαρκαὶ Ἀρδαβούριον, ἵνα μηδείς μοι ἐναντιοῦται κελεύοντι· ἀλλὰ καὶ σὺ φόνευσον τὸν γαμβρόν σου Ῥεκίμερ, ἵνα μὴ ἐπάνω σου κελεύῃ. ἰδοὺ ἀπέστειλά σοι καὶ Ὀλύβριον τὸν πατρίκιον· φόνευσον καὶ αὐτὸν καὶ βασίλευσον κελεύων καὶ μὴ κελευόμενος. ἦν δὲ ἀφορίσας ὁ Ῥεκίμερ εἰς ἑκάστην πόρταν Ῥώμης καὶ εἰς τὸν λιμένα βοήθειαν Γοτθικήν· καὶ εἴ τις εἰσήρχετο ἐν Ῥώμῃ, ἐρευνᾶτο τί ἐπεφέρετο. καὶ ἀπελθόντος τοῦ μαγιστριανοῦ Μοδέστου τοῦ πεμφθέντος ἀπὸ Λέοντος πρὸς Ἀνθίμιον βασιλέα καὶ ἐρευνηθέντος, ἐπήρθησαν αἱ σάκραι Λέοντος αἱ πρὸς Ἀνθίμιον καὶ εἰσηνέχθησαν τῷ Ῥεκίμερ· καὶ ἔδειξεν αὐτὰς Ὀλυβρίῳ. καὶ λοιπὸν ἔπεμψεν ὁ Ῥεκίμερ πρὸς Γουνδαβάριον τὸν υἱὸν τῆς ἀδελφῆς 375 αὐτοῦ καὶ ἤνεγκεν αὐτὸν ἀπὸ τῶν Γαλλιῶν· ἐκεῖ γὰρ ἦν στρατηλάτης. ὅστις ἐλθὼν ἐφόνευσε τὸν Ἀνθίμιον βασιλέα, ὡς ἐστὶν εἰς τὸν ἅγιον οἶκον τοῦ ἀποστόλου Πέτρου· καὶ εὐθέως ἀπῆλθεν εἰς τὰς Γαλλίας ὁ αὐτὸς Γουνδαβάριος. καὶ ἔστεψεν ὁ Ῥεκίμερ βασιλέα Ὀλύβριον μετὰ γνώμης τῆς συγκλήτου Ῥώμης· καὶ ἐβασίλευσεν ὁ αὐτὸς Ὀλύβριος τῆς Ῥώμης μῆνας ὀλίγους· καὶ ἀῤῥωστήσας ἐτελεύτα. καὶ ἐποίησε πάλιν ἄλλον βασιλέα ὁ Ῥεκίμερ ἀπὸ τῆς συγκλήτου τῆς αὐτῆς Ῥώμης Μαιουρῖνον· καὶ ἐφόνευσαν καὶ αὐτόν, ὡς φιλήσαντα Ζινζήριχον, ῥῆγα τῶν Ἄφρων. καὶ ἐποίησεν ἀντ' αὐτοῦ πάλιν ἄλλον βασιλέα ἐν τῇ Ῥώμῃ ἀπὸ τῆς συγκλήτου ὀνόματι Νέπον ὁ αὐτὸς Ῥεκίμερ· καὶ τελευτᾷ ὁ Ῥεκίμερ. Ὁ δὲ αὐτὸς Λέων βασιλεὺς ἔλαβε γαμβροὺς δύο ταῖς θυγατράσιν αὐτοῦ, Λεοντίᾳ τῇ μείζονι Μαρκιανὸν τὸν πατρίκιον, τὸν υἱὸν γενόμενον Ἀνθιμίου, βασιλέως Ῥώμης, καὶ Ἀριάδνῃ Ζήνωνατὸν Ἴσαυρον τὸν Κοδισσέον· καὶ ἐποίησεν ἀμφοτέρους στρατηλάτας πραισέντου καὶ πατρικίους. ἔτεκε δὲ ἡ περιφανεστάτη Ἀριάδνη πρωτότοκον ἄῤῥενα, ὃν ἐπεκάλεσε Λέοντα· ἡ γὰρ Λεοντία ἡ ἐμφανεστάτη θηλείας ἔσχε μόνον. Ὁ δὲ βασιλεὺς Λέων ἔστεψεν ἐν Κωνσταντινουπόλει Λέοντα τὸν μικρὸν τὸν ἔγγονον αὐτοῦ, υἱὸν δὲ Ζήνωνος, ποιήσας αὐτὸν 376 βασιλέα ἅμα αὐτῷ. καὶ προῆλθεν ὕπατος ὁ αὐτὸς Καῖσαρ Λέων ὁ μικρὸς τῷ ἰανουαρίῳ μηνὶ τῆς δωδεκάτης ἐπινεμήσεως τοῦ φκβʹ ἔτους κατὰ Ἀντιόχειαν. τῷ δὲ μετ' αὐτὸν φεβρουαρίῳ μηνὶ γʹ νόσῳ βληθεὶς ὁ βασιλεὺς Λέων ὁ μέγας δυσεντερίας τελευτᾷ, ὢν ἐνιαυτῶν ογʹ. Μετὰ δὲ τὴν βασιλείαν Λέοντος τοῦ μεγάλου ἐβασίλευσε Λέων ὁ μικρὸς ἔτος αʹ καὶ ἡμέρας εἰκοσιτρεῖς· ἦν δὲ παιδίον μικρόν. ὑπεβλήθη δὲ ὑπὸ τῆς ἰδίας αὐτοῦ μητρὸς τῆς ἐπιφανεστάτης Ἀριάδνης· καὶ ὡς προσκυνεῖ αὐτὸν ὡς βασιλέα Ζήνων ὁ στρατηλάτης, ὁ πατρίκιος, ὁ αὐτοῦ πατήρ, ἐπέθηκε στέφανον βασιλικὸν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, τῇ ἐνάτῃ τοῦ περιτίου μηνὸς τῆς δωδεκάτης ἐπινεμήσεως· καὶ ἐβασίλευσαν ἅμα. Ἐβασίλευσε δὲ ὁ αὐτὸς βασιλεὺς Ζήνων ὁ Κοδισσέος ὁ Ἴσαυρος μετὰ τοῦ ἰδίου αὐτοῦ υἱοῦ Λέοντος ὀλίγον χρόνον. καὶ προῆλθεν ὕπατος ὁ θειότατος Λέων ὁ μικρὸς ἔτους κατὰ Ἀντιόχειαν φκβʹ ἰνδικτιῶνος δωδεκάτης· καὶ τῷ ἑνδεκάτῳ μηνὶ τῆς αὐτοῦ ὑπατείας ἠῤῥώστησε καὶ τελευτᾷ ὁ θειότατος Λέων ὁ μικρὸς μηνὶ νοεμβρίῳ ἰνδικτιῶνος ιγʹ, ἔτους χρηματίζοντος κατὰ Ἀντιόχειαν φκγʹ, ὢν ἐνιαυτῶν ζʹ, καθὼς συνεγράψατο Νεστοριανὸς ὁ σοφώτατος χρονογράφος ἕως Λέοντος τοῦ μικροῦ. ΛΟΓΟΣ ΙΕʹ ΧΡΟΝΩΝ ΒΑΣΙΛΕΙΑΣ ΖΗΝΩΝΟΣ ΕΩΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΑΝΑΣΤΑΣΙΟΥ. Μετὰ δὲ τὴν βασιλείαν Λέοντος τοῦ μικροῦ ἐβασίλευσεν ὁ θειότατος Ζήνων ἔτη
370.2.1
καὶ τῷ μηνὶ τῷ ὀγδόῳ τῆς αὐτοῦ βασιλείας ἐποίησεν ἐπίσκοπον πατριάρχην ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ Πέτρον, τὸν παραμονάριον τῆς ἁγίας Εὐφημίας τῆς ἐν Χαλκηδόνι· καὶ ἔπεμψεν αὐτὸν ἐν Ἀντιοχείᾳ. μετὰ δὲ δύο ἔτη καὶ μῆνας δέκα τῆς βασιλείας αὐτοῦ ἐν λύπῃ γενόμενος διὰ πρᾶγμα αἰτηθὲν παρὰ τῆς αὐτοῦ πενθερᾶς Βηρίνης καὶ μὴ παρασχεθὲν αὐτῇ παρ' αὐτοῦ, κατεσκευάσθη παρὰ τῆς δεσποίνης Βηρίνης τῆς αὐτοῦ πενθερᾶς. καὶ φοβηθεὶς μὴ σφαγῇ ὑπό τινος τῶν τοῦ παλατίου, ὡς συνοικούσης τῆς πενθερᾶς αὐτοῦ ἐν τῷ παλατίῳ, ποιήσας πρόκεσσον ἐν Χαλκηδόνι ἔφυγεν ἐκεῖθεν βερέδοις καὶ ἀπῆλθεν εἰς τὴν Ἰσαυρίαν ὡς ἐστὶ βασιλεύς. ὅντινα κατέλαβε 378 φυγοῦσα τὴν ἰδίαν αὐτῆς μητέρα λάθρᾳ καὶ ἡ βασίλισσα Ἀριάδνη εἰς τὴν Ἰσαυρίαν· καὶ διῆγεν ἅμα τῷ ἰδίῳ αὐτῆς ἀνδρί. Καὶ μετὰ τὸ φυγεῖν Ζήνωνα τὸν βασιλέα καὶ Ἀριάδνην εὐθέως προεχειρίσατο ἡ αὐτὴ δέσποινα Βηρῖνα βασιλέα, στέψασα Βασιλίσκον τὸν ἴδιον αὐτῆς ἀδελφόν· καὶ ἐβασίλευσεν ὁ αὐτὸς Βασιλίσκος ὁ ἀδελφὸς Βηρίνης τῆς πενθερᾶς Ζήνωνος ἔτη βʹ. ἡ δὲ αὐτὴ Βηρῖνα ὅτε αὐτὸν βασιλέα, ὠνόμασε καὶ ὕπατον μετὰ Ἀρμάτου προαχθέντος παρὰ Βασιλίσκου στρατηλάτου τοῦ μεγάλου πραισέντου· καὶ ὑπάτευσαν οἱ δύο. Ὁ δὲ αὐτὸς Βασιλίσκος ἢ μόνον ἐβασίλευσεν, ἔστεψε τὸν υἱὸν αὐτοῦ βασιλέα ὀνόματι Μάρκον· καὶ ἐβασίλευσαν οἱ δύο. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας Βασιλίσκου καὶ Μάρκου τοῦ υἱοῦ αὐτοῦ ἔπαθεν ὑπὸ θεομηνίας πόλις τῆς πρώτης Συρίας ὀνόματι Γάβαλα μηνὶ γορπιαίῳ εἰς τὸ αὖγος· καὶ ἐχαρίσατο τῇ αὐτῇ πόλει ὁ βασιλεὺς Βασιλίσκος εἰς ἀνανέωσιν χρυσίου λίτρας νʹ. Καὶ ἐπανῆλθε Ζήνων ὁ βασιλεὺς μετὰ πλήθους πολλοῦ ἐκ τῆς Ἰσαυρίας ἐπὶ Κωνσταντινούπολιν, πέμψας εἰς Ἀντιόχειαν τὴν