Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-malalas" aria-label="More works by John Malalas">
—
⋯
Original / primary: Pg Scrape Grc
382.1.1
κεν αὐτὸν καὶ ἀπέθανεν, πῶς τῇ ἐμῇ, φησί, βασιλείᾳ πιστὰ φυλάξει; μικρὸν γάρ, ἐὰν ἀνδρωθῇ ὁ υἱὸς αὐτοῦ ὁ Καῖσαρ, πάντως καὶ ἐμὲ παραβαίνει· ἐγὼ δὲ οὐ παρέβην αὐτόν, ἀλλὰ καὶ αὐτὸν ἐποίησα ἐπὶ τόπῳ πατρίκιον καὶ στρατηλάτην καὶ τὸν υἱὸν αὐτοῦ Καίσαρα· ἐκέλευσεν οὖν σφαγῆναι τὸν Ἀρμᾶτον, ὡς ἐπίορκον, καὶ ἐσφάγη, ὡς ἀνέρχεται κατὰ τὸ Δέκιμον εἰς τὸ ἱππικὸν θεωρῆσαι. καὶ μετὰ τὸ φονευθῆναι Ἀρμᾶτον τὸν υἱὸν αὐτοῦ Βασιλίσκον τὸν Καίσαρα παιδίον ὄντα ἐχειροτόνησεν ἐπίσκοπον ἐν Κυζίκῳ τῇ μητροπόλει τῆς Ἑλλησπόντου. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας τυραννήσαντες οἱ Σαμαρεῖται ἐν Παλαιστίνῃ ἔστεψαν λῄσταρχον ὀνόματι Ἰουστασὰν Σαμαρείτην· καὶ εἰσῆλθεν ἐν Καισαρείᾳ καὶ ἐθεώρησεν ἱππικὸν καὶ ἐφόνευσε πολλοὺς χριστιανοὺς ἡγεμονεύοντος τῆς πρώτης Παλαιστίνης Πορφυρίου. ὁ δὲ αὐτὸς Ἰουστασὰς ἔκαυσε τὸν ἅγιον Προκόπιον ἐπὶ Τιμοθέου ἐπισκόπου Καισαρείας. καὶ ἐλθὼν ὁ δοὺξ Παλαιστίνης Ἀσκληπιάδης μετὰ τῆς αὐτοῦ βοηθείας καὶ ὁ λῃστοδιώκτης Ῥήγης, ὁ ἀξιωματικὸς Καισαρείας μετὰ τῶν Ἀρκαδιακῶν, ὁρμήσαντες κατ' αὐτοῦ συνέβαλον αὐτῷ καὶ παρέλαβον αὐτόν· καὶ ἀπεκεφάλισαν τὸν αὐτὸν Ἰουστασάν, καὶ ἐπέμφθη ἡ κεφαλὴ αὐτοῦ μετὰ τοῦ διαδήματος τῷ βασιλεῖ Ζήνωνι. καὶ εὐθέως ὁ βασιλεὺς Ζήνων ἐποίησε τὴν συναγωγὴν αὐτῶν τὴν οὖ 383 σαν εἰς τὸ Γαργαζὶ ὄρος εὐκτήριον οἶκον τῆς ἁγίας θεοτόκου Μαρίας, ἀνανεώσας καὶ τὸν ἅγιον Προκόπιον, ποιήσας διάταξιν μὴ στρατεύεσθαι Σαμαρείτην, δημεύσας καὶ τοὺς εὐπόρους αὐτῶν· καὶ ἐγένετο κατάστασις. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας Θευδερίχος ὁ ἀπὸ ὑπάτων, ὁ υἱὸς Οὐαλέμερος, ἐν Κωνσταντινουπόλει ἀνατραφεὶς καὶ ἀναγνούς, στρατηλάτης ὢν πραισέντου καὶ ἑωρακὼς τί ὑπέστη Ἀρμᾶτος, φοβηθεὶς τὸν βασιλέα Ζήνωνα, ἔλαβε τὴν ἰδίαν βοήθειαν καὶ ἐξῆλθεν ἀπὸ Κωνσταντινουπόλεως, ἐπὶ Σαλαβρίαν ἀπιὼν διὰ τοὺς ἐκεῖ καθεζομένους ἀριθμούς. καὶ τυραννήσας παρέλαβε τὴν Θρᾴκην πᾶσαν· καὶ ἦλθε κατὰ τοῦ βασιλέως Ζήνωνος ἕως Συκῶν πέραν κατέναντι Κωνσταντινουπόλεως, κόψας καὶ τὸν ἀγωγὸν τῆς πόλεως. καὶ ποιήσας ἡμέρας πολλάς, καὶ μὴ δυνηθεὶς βλάψαι τὸν βασιλέα, ἀνεχώρησεν ἐκεῖθεν ὁρμήσας ἐπὶ τὴν Ῥώμην, τότε κατεχομένην ὑπὸ τοῦ Ὀδοάκρου, ῥηγὸς τῶν βαρβάρων. καὶ πολεμήσας αὐτῷ κατὰ γνώμην καὶ προδοσίαν τῆς συγκλήτου Ῥώμης, παρέλαβεν ἀνεπηρεάστως τὴν αὐτὴν Ῥώμην καὶ τὸν Ὀδοάκρον ῥῆγα· καὶ ἐφόνευσεν αὐτὸν καὶ κατέσχε τῆς Ῥώμης, γενόμενος ἀντ' αὐτοῦ ῥὴξ ἐν αὐτῇ ἔτη μζʹ. καὶ ἐφιλιώθη Ζήνωνι μετὰ ταῦτα τῷ βασιλεῖ, καὶ πάντα ὅσα ἔπραττε κατὰ γνώμην αὐτοῦ, καὶ τοὺς ὑπάτους χρηματίζων Κωνσταντινουπόλεως καὶ τοὺς 384 ἐπάρχους τῶν πραιτωρίων, καὶ τὰ κωδικίλλια μὲν τῶν αὐτοῦ ἀρχόντων τῶν μεγάλων ἀπὸ τοῦ βασιλέως Ζήνωνος ἐδέχετο, μηνύων αὐτῷ τίνα ἤθελε προαχθῆναι· καὶ τοὺς σκηπίονας δὲ τῶν ὑπάτων ἐπὶ τοῦ βασιλέως αὐτοῦ ἐλάμβανεν. Ἢ μόνον δὲ ῥὴξ ἐγένετο ὁ αὐτὸς Θευδερίχος, προσῆλθεν αὐτῷ μία χήρα, συγκλητικὴ Ῥώμης, ὀνόματι Ἰουβεναλία, διδάσκουσα αὐτὸν ὅτι τριάκοντα ἔτη ἔχω δικαζομένη μετὰ τοῦ πατρικίου Φίρμου· ἀλλὰ εὐλύτωσόν με. καὶ ἐνεγκὼν τοὺς δικολόγους τῶν ἀμφοτέρων μερῶν εἶπεν αὐτοῖς, Εἰ μὴ διὰ τῆς αὔριον καὶ τῆς μετ' αὐτῆς δώσετε αὐτοῖς τὸν ὅρον καὶ ἀπαλλάξετε αὐτούς, ἀποκεφαλίζω ὑμᾶς. καὶ καθίσαντες διὰ τῶν δύο ἡμερῶν εἶπαν τὰ δοκοῦντα τοῖς νόμοις, δεδωκότες αὐτοῖς ὅρον καὶ ἀπαλλάξαντες αὐτούς. καὶ ἅψασα κηροὺς Ἰουβεναλία προσῆλθεν αὐτῷ, εὐχαριστοῦσα ὅτι εὐλυτώθη τῆς δίκης· καὶ ἠγανάκτησεν ὁ αὐτὸς Θευδερίχος κατὰ τῶν δικολόγων, καὶ ἀγαγὼν αὐτοὺς εἶπεν αὐτοῖς, Διὰ τί, ὃ ἐποιήσατε εἰς δύο ἡμέρας καὶ ἀπηλλάξατε αὐτούς, εἰς τριάκοντα ἔτη οὐκ ἐποιήσατε; καὶ πέμψας ἀπεκεφάλισε τοὺς δικολόγους τῶν ἀμφοτέρων μερῶν, καὶ ἐγένετο φόβος πολύς. καὶ ἐποίησε διάταξιν περὶ ἑκάστου νόμου. Καὶ ἐξελθὼν ἀπὸ τῆς Ῥώμης ᾤκησε τὴν Ῥάβενναν, πόλιν παράλιον, ἕως θανάτου αὐτοῦ. καὶ μετὰ θάνατον αὐτοῦ ἐγέ 385 νετο ῥὴξ Ῥώμης ὁ ἔκγονος αὐτοῦ Ἀλάριχος. ἦν δὲ Ἀρειανὸςτῷ δόγματι, ὅ ἐστιν Ἐξακιονίτης. Ἐπὶ δὲ τῆς βασιλείας Ζήνωνος ἔπαθεν ὑπὸ θεομηνίας σεισμοῦ τὸ δεύτερον αὐτῆς πάθος Κωνσταντινούπολις ἐπὶ ὀλίγον διάστημα, ἕως τοῦ Ταύρου. ἔπαθε δὲ τότε καὶ Νικομήδεια, μητρόπολις τῆς Βιθυνίας, τὸ ἕκτον αὐτῆς πάθος, ὁμοίως δὲ καὶ Ἑλενούπολις τῆς αὐτῆς ἐπαρχίας· καὶ πολλὰ παρέσχεν αὐτοῖς ὁ αὐτὸς Ζήνων. Ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ἀντῆρεν ὁ πατρίκιος Ἰλλοῦς ὁ Ἴσαυρος, ὁ φίλος τοῦ αὐτοῦ βασιλέως Ζήνωνος, ὁ ἀναγαγὼν τὸν αὐτὸν βασιλέα Ζήνωνα μετὰ βοηθείας πολλῆς τὴν δευτέραν αὐτοῦ ἐπάνοδον ἀπὸ τῆς Ἰσαυρίας, ὅτε ἔφυγεν ἀπὸ Κωνσταντινουπόλεως βασιλεύων. ὅστις Ἰλλοῦς ἀνῆλθεν ἐν Κωνσταντινουπόλει μετὰ τοῦ αὐτοῦ βασιλέως Ζήνωνος· καὶ ὡς θαῤῥούμενος παρ' αὐτοῦ καὶ θαῤῥῶν αὐτῷ, ἐβουλεύσατο μετὰ τοῦ αὐτοῦ Ζήνωνος ὁ Ἰλλοῦς ὥστε ἐκβληθῆναι τὴν πενθερὰν τοῦ αὐτοῦ Ζήνωνος ἀπὸ Κωνσταντινουπόλεως, ἵνα μὴ πάλιν ἐπιβουλεύσῃ, ὡς πρῶτον. καὶ πέμπει τὸν αὐτὸν Ἴλλον ὁ Ζήνων εἰς τὴν Ἰσαυρίαν, ἵνα ἐνέγκῃ Λογγῖνον τὸν ἀδελφὸν Ζήνωνος. καὶ κατελθὼν ὁ αὐτὸς Ἰλλοῦς ἀπέμεινεν εἰς τὴν Ἰσαυρίαν, γράφων, φησί, Ζήνωνι ὥστε λαβεῖν αὐτὸν λόγον διὰ Βηρίνης τῆς δεσποίνης, τῆς πενθερᾶς 386 τοῦ αὐτοῦ Ζήνωνος βασιλέως, ὡς φοβούμενος τὸν βασιλέα Ζήνωνα. καὶ ἔπεισε τὴν αὐτὴν δέσποιναν Βηρῖναν ὁ βασιλεὺς Ζήνων, ὁ γαμβρὸς αὐτῆς, κατὰ τὰ δόξαντα μεταξὺ Ἰλλοῦ καὶ τοῦ αὐτοῦ Ζήνωνος, ὥστε κατελθεῖν καὶ δοῦναι Ἰλλοῦ λόγον ἀπαθείας, ὡς φοβουμένου Ζήνωνα, καὶ ἀνενέγκαι αὐτὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ Λογγῖνον. καὶ κατῆλθεν ἡ αὐτὴ Βηρῖνα εἰς τὴν Ἰσαυρίαν· καὶ δεξάμενος αὐτὴν Ἰλλοῦς ἀπέκλεισεν εἰς καστέλλιον ἐν τῇ Ἰσαυρίᾳ ἔχον βοήθειαν πολλήν, καὶ κελεύσας αὐτὴν διὰ στρατιωτῶν φυλάττεσθαι, καὶ λαβὼν Λογγῖνον τὸν ἀδελφὸν τοῦ βασιλέως, ἀνῆλθεν ἐν Κωνσταντινουπόλει. καὶ ἐγένετο ὁ αὐτὸς Ἰλλοῦς συγκλητικὸς καὶ ὕπατος καὶ μάγιστρος καὶ πατρίκιος, διοικῶν τὴν πᾶσαν πολιτείαν. ὁμοίως δὲ καὶ ὁ Λογγῖνος ὁ ἀδελφὸς τοῦ βασιλέως ἐγένετο στρατηλάτης πραισέντου καὶ ὕπατος· καὶ παρέσχεν εἰς τὰ τέσσαρα μέρη Κωνσταντινουπόλεως ὀρχηστὰς ἐμμάλους μικροὺς τέσσαρας· ἦσαν γὰρ οἱ ὀρχούμενοι ἐν Κωνσταντινουπόλει εὔφημοι παλαιοί, καὶ ἐποίησεν αὐτοὺς λῦσαι, πολλὰ χαρισάμενος αὐτοῖς. ἔδωκε δὲ τοῖς Πρασίνοις ἔμμαλον τὸν Αὐτοκύονα τὸν λεγόμενον Καράμαλλον ἀπὸ Ἀλεξανδρείας τῆς μεγάλης, καὶ τὸν Ῥόδον τὸν λεγόμενον Χρυσόμαλλον, καὶ αὐτὸν Ἀλεξανδρέα, εἰς τὸ Βένετον, καὶ Ἑλλάδιον τὸν ἀπὸ Ἐμέζτης τῆς πόλεως εἰς τὸ Ῥούσιον μέρος· ἔδωκε δὲ καὶ τὸν λεγόμενον Μαργαρίτην τὸν Κατζάμυν τὸν ἀπὸ Κυζίκου ἐνεγκὼν τοῖς Λευκοῖς. καὶ ἀπέθετο τὴν δευτέραν αὐτοῦ ὑπατείαν Λογγῖνος. 387 Ἡ δὲ βασίλισσα Ἀριάδνη ἡ τοῦ αὐτοῦ Ζήνωνος γυνὴ δεξαμένη παρὰ τῆς ἰδίας αὐτῆς μητρὸς γράμματα λάθρᾳ καὶ παρεκάλεσε τὸν βασιλέα Ζήνωνα ἵνα ἀπολυθῇ ἀπὸ καστελλίου, ὅπου ἦν ἀποκεκλεισμένη ἡ δέσποινα Βηρῖνα. καὶ εἶπεν αὐτῇ ὁ βασιλεὺς Ζήνων ἵνα αἰτήσῃ τὸν πατρίκιον Ἰλλοῦν περὶ αὐτῆς. καὶ μεταστειλαμένη ἡ βασίλισσα Ἀριάδνη Ἰλλοῦν ᾔτησεν αὐτὸν μετὰ δακρύων διὰ τὴν αὑτῆς μητέρα Βηρῖναν ἵνα ἀπολυθῇ· καὶ οὐκ ἐπείσθη Ἰλλοῦς, ἀλλὰ λέγει αὐτῇ, Τί αὐτὴν ζητεῖς; ἵνα ποιήσῃ πάλιν ἄλλον βασιλέα κατὰ τοῦ σοῦ ἀνδρός; καὶ πάλιν εἶπεν ἡ Ἀριάδνη τῷ βασιλεῖ Ζήνωνι ὅτι Ἰλλοῦς ἐστιν εἰς τὸ παλάτιον ἢ ἐγώ; καὶ λέγει αὐτῇ ὁ βασιλεὺς ὅτι Εἴ τι δύνῃ, πρᾶξον· ἐγώ σε θέλω. καὶ λοιπὸν ἡ Ἀριάδνη κατεσκεύασε τοῦ φονεῦσαι τὸν Ἰλλοῦν· καὶ ἱππικοῦ ἀγομένου, ὡς ἀνέρχεται διὰ τῶν πουλπιτῶν ἐπὶ τὸ Δέκιμον, ἔκρουσεν αὐτῷ ὁ προτραπεὶς σχολάριος σπαθίῳ κατὰ τῆς κεφαλῆς, ὀνόματι Σποράκιος, βουλόμενος εἰς δύο αὐτὸν κόψαι· καὶ εὑρέθη ὁ σπαθάριος τοῦ Ἰλλοῦ ἐγγύς, καὶ προσεσχηκὼς τὸ ξίφος κατερχόμενον τῇ δεξιᾷ αὐτοῦ χειρὶ ἐδέξατο· καὶ κατελθοῦσα ἡ ἀρχὴ τοῦ ξίφους εἰς τὴν κεφαλὴν αὐτοῦ ἔκοψε τὸ ὠτίον τοῦ αὐτοῦ Ἰλλοῦ τὸ δεξιόν· καὶ ἐσφάγη ὁ σχολάριος ἐπὶ τὸν τόπον. ὁ δὲ Ἰλλοῦς κουφισθεὶς ὑπὸ τῶν ἀνθρώπων αὐτοῦ ἀπηνέχθη εἰς τὸν ἴδιον αὐτοῦ οἶκον βασταζόμενος. ὁ δὲ Ζήνων ἀκούσας ἐπωμόσατο λέγων ἀγνοεῖν τὴν κατὰ Ἰλλοῦν κατασκευήν, καὶ οὐκ ἐπείσθη ὁ Ἰλλοῦς, ἀλλὰ ἔχων τὴν λύπην περιωδεύετο· 388 καὶ κάλλιον ἐσχηκὼς ἀπῆλθε πέραν, βουλόμενός τι πρᾶξαι· εἰς τέλειον δὲ ὑγιάνας ἔμεινεν ἔχων τῆς πληγῆς τὴν ὠτειλήν. καὶ εἰσελθὼν πρὸς τὸν βασιλέα Ζήνωνα ᾔτησεν αὐτὸν ἐπὶ τὴν ἀνατολὴν ἀπολυθῆναι πρὸς ὀλίγον χρόνον διὰ τὸ τοὺς ἀέρας, φησίν, ἀλλάξαι, ἐπειδὴ ἠσθένει ἀπὸ τῆς πληγῆς. ὁ δὲ βασιλεὺς Ζήνων πεισθεὶς διεδέξατο αὐτὸν ἐκ τῆς ἀρχῆς τοῦ μαγίστρου καὶ ἐποίησεν αὐτὸν στρατηλάτην ἀνατολῆς, δοὺς αὐτῷ πᾶσαν ἐξουσίαν. καὶ αὐτὸς δὲ Ἰλλοῦς ᾔτησεν αὐτὸν λαβεῖν μεθ' ἑαυτοῦ πρὸς θεραπείαν τῆς Αὐγούστας τὸν πατρίκιον Λεόντιον τὸν Παυλίνης, εἰς τὸ δοῦναι αὐτῷ τὴν δέσποιναν Βηρῖναν τὴν μητέρα τῆς βασιλίσσης Ἀριάδνης, ἵνα ἀναγάγῃ αὐτὴν ἐν Κωνσταντινουπόλει. ᾔτησε δὲ τὸν βασιλέα ὁ αὐτὸς Ἰλλοῦς λαβεῖν καὶ ἄλλους συγκλητικοὺς πρὸς ἰδίαν ὑπόληψιν· καὶ παρέσχεν αὐτῷ. καὶ κατῆλθεν ὁ πατρίκιος Ἰλλοῦς, λαβὼν μεθ' ἑαυτοῦ τὸν πατρίκιον Λεόντιον καὶ τοὺς ἄλλους συγκλητικούς· καὶ κατῆλθεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ, ποιήσας ὀλίγον χρόνον, χαρισάμενος αὐτοῖς πολλὰ ἐξῆλθεν ἐπὶ τὴν Ἰσαυρίαν· καὶ καταγαγὼν τὴν δέσποιναν Βηρῖναν ἀπὸ τοῦ καστελλίου ἐποίησεν αὐτὴν στέψαι βασιλέα εἰς τὸν ἅγιον Πέτρον ἔξω τῆς πόλεως Ταρσοῦ τῆς Κιλικίας τὸν πατρίκιον Λεόντιον, πείσας αὐτὸν στεφθῆναι, ὄντα ἄνδρα ἐλεύθερον. καὶ ἐποίησεν ἡ αὐτὴ Βηρῖνα θείας κελεύσεις κατὰ πόλιν καὶ σάκρας πρὸς τοὺς ἄρχοντας καὶ πρὸς τοὺς στρατιώτας ὥστε δέξασθαι 389 αὐτὸν καὶ μὴ ἐναντιωθῆναί τινα, γράψασα δὲ σάκραν ἔχουσαν πολλὰ κακὰ περὶ Ζήνωνος. καὶ ἐβασίλευσεν ἐν Ἀντιοχείᾳ ὀλίγας ἡμέρας. Καὶ γνοὺς Ζήνων ὁ βασιλεὺς ἔπεμψε βοήθειαν πολλὴν καὶ στρατηλάτην Ἰωάννην τὸν Σκύθην. καὶ ἀκούσας Λεόντιος καὶ Ἰλλοῦς καὶ οἱ μετ' αὐτοῦ καὶ ἀνῆλθαν μετὰ Βηρίνης εἰς τὸ Παπῦριν καστέλλιον· καὶ Βηρῖνα μὲν ἰδίῳ θανάτῳ τελευτᾷ. Παμπρέπιος δέ τις ὡς προδότης μετ' αὐτῶν ὢν ἐσφάγη ἄνω καὶ ἐῤῥίφη τὸ λείψανον αὐτοῦ εἰς τὰ ὄρη. Ἰλλοῦς δὲ καὶ Λεόντιος φοσσευθέντες παρελήφθησαν· καὶ πρόοδον δεδωκότες παρὰ τῷ ἄρχοντι Σελευκείας τῆς Ἰσαυρίας ἀπὸ διαλαλιᾶς ἀπεκεφαλίσθησαν· καὶ αἱ κεφαλαὶ αὐτῶν εἰσηνέχθησαν Ζήνωνι ἐν Κωνσταντινουπόλει εἰς κοντὸν πεπηγμέναι· καὶ πολὺς ὄχλος ἀπῄει θεωρῶν αὐτάς· ἦσαν γὰρ ἀπενεχθεῖσαι πέραν ἐν Σύκαις ἐπὶ τὸν ἅγιον Κόνωνα. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐβασίλευσε Περσῶν Περόζης· πολλὰς δὲ ταραχὰς καὶ φόνους ἐν τῷ αὐτῷ καιρῷ ἐποίησαν οἱ Πράσινοι ἐν Ἀντιοχείᾳ· ἐφόνευσαν γάρ, φησίν, Ἰουδαίους μηδενὸς φειδόμενοι. καὶ διεδέχθη ὁ τότε κόμης τῆς ἀνατολῆς Θεόδωρος ἀγανακτηθείς· καὶ εἰρήνευσαν τὰ δημοτικά. καὶ ἀνηνέχθη τῷ αὐτῷ βασιλεῖ Ζήνωνι τὸ γενόμενον ὑπὸ τῶν Πρασίνων πρὸς τοὺς Ἰουδαίους ἀσέβημα· καὶ ἠγανάκτησε κατὰ τῶν Πρα 390 σίνων τῶν ἐν Ἀντιοχείᾳ, λέγων, Διὰ τί τοὺς νεκροὺς μόνον τῶν Ἰουδαίων ἔκαυσαν; ἐχρῆν γὰρ αὐτοὺς καὶ τοὺς ζῶντας Ἰουδαίους καῦσαι. καὶ ἐσιωπήθη τὸ πρᾶγμα. Ὁ δὲ αὐτὸς βασιλεὺς Ζήνων ἐρωτήσας Μαυριανὸν τὸν σοφώτατον κόμητα, ὅστις πολλὰ αὐτῷ προέλεγεν, ἦν γὰρ καὶ μυστικά τινα εἰδώς, καὶ τίς μετ' αὐτὸν βασιλεύει, προεῖπεν ὅτι καὶ τὴν βασιλείαν αὐτοῦ καὶ τὴν γυναῖκα αὐτοῦ διαδέχεταί τις ἀπὸ σιλεντιαρίων. καὶ ταῦτα ἀκούσας ὁ βασιλεὺς Ζήνων συνέσχε τὸν πατρίκιον Πελάγιον τὸν ἀπὸ σιλεντιαρίων πληρώσαντα καὶ ἐλθόντα εἰς τὴν τοῦ πατρικίου ἀξίαν, ἄνδρα σοφόν· ἐκέλευσε δημεύσας φυλάττεσθαι· ὅντινα νυκτὸς οἱ φυλάσσοντες ἔπνιξαν καὶ ἔῤῥιψαν εἰς θάλασσαν τὸ λείψανον αὐτοῦ κατὰ κέλευσιν τοῦ βασιλέως. καὶ ἀκούσας τοῦτο ὁ ἔπαρχος τῶν πραιτωρίων Ἀρκάδιος ἐλοιδόρει τὸν βασιλέα Ζήνωνα διὰ Πελάγιον· καὶ ἦλθεν εἰς τὰς ἀκοὰς Ζήνωνος, καὶ ἐκέλευσεν εἰσερχόμενον εἰς τὸ παλάτιον σφαγῆναι. ὁ δὲ Ἀρκάδιος μαθὼν τοῦτο, ὡς μετεστάλη ἀπὸ τοῦ βασιλέως, παρερχόμενος ἀπὸ τῆς ἐκκλησίας ἐποίησεν ὡς θέλων εὔξασθαι· καὶ κατελθὼν ἐκ τοῦ ὀχήματος εἰσῆλθεν εἰς τὴν μεγάλην ἐκκλησίαν Κωνσταντινουπόλεως· καὶ ἔμεινεν ἔσω, καὶ ἐῤῥύσθη θανάτου. καὶ ὡς ἔστιν ἐκεῖ, ἐδήμευ 391 σεν αὐτὸν ὁ βασιλεὺς Ζήνων. μετὰ δὲ ὀλίγον καιρὸν δυσεντερίᾳ ληφθεὶς ὁ αὐτὸς βασιλεὺς Ζήνων ἐτελεύτησεν, ὢν ἐνιαυτῶν ξʹ καὶ μηνῶν θʹ, μηνὶ ξανθικῷ θʹ ἔτους κατὰ Ἀντιόχειαν φλθʹ, ἰνδικτιῶνος ιδʹ. Ἔστιν οὖν ἀπὸ Ἀδὰμ ἕως τῆς τελευτῆς Ζήνωνος βασιλέως ἔτη
382.2.1
ΛΟΓΟΣ Ιςʹ ΧΡΟΝΩΝ ΑΝΑΣΤΑΣΙΟΥ ΒΑΣΙΛΕΩΣ. Μετὰ δὲ τὴν βασιλείαν Ζήνωνος ἐβασίλευσεν ὁ θειότατος Ἀναστάσιος ὁ δίκορος, ὁ Δυῤῥαχηνός, ὁ ἀπὸ τῆς νέας Ἠπείρου, ἀπὸ σιλεντιαρίων, ἐπὶ τῆς ὑπατείας Ὀλυβρίου τοῦ υἱοῦ Ἀρεοβίνδου· ὅστις ἐβασίλευσεν ἔτη κζʹ καὶ μῆνας γʹ, στεφθεὶς ἐν μηνὶ ἀπριλλίῳ τῇ ἁγίᾳ πέμπτῃ τῆς μεγάλης ἑβδομάδος. καὶ ἠγάγετο Ἀριάδνην τὴν τοῦ Ζήνωνος τοῦ πρὸ αὐτοῦ βασιλεύσαντος γενομένην γυναῖκα. ἦν δὲ μακρὸς πάνυ, κονδόθριξ, εὔστολος, στρογγύλοψις, μιξοπόλιος τὴν κάραν καὶ τὸ γένειον, ἐν τῷ δεξιῷ ὀφθαλμῷ ἔχων τὴν κόρην γλαυκὴν καὶ ἐν τῷ ἀριστερῷ μέλαιναν, τελείους ἔχων ὀφθαλμούς, τὸ δὲ γένειον αὐτοῦ πυκνῶς ἐκείρετο. Ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ἐποίησεν ἔπαρχον πραιτωρίων τὸν πατρίκιον Ἱέριον· ὅστις ἐποίησε κόμητα ἀνατολῆς Καλλιόπιον τὸν ἴδιον συγγενέα. καὶ ὡς ἄρχει, ἐπῆλθον τῷ αὐτῷ Καλλιοπίῳ 393 οἱ Πράσινοι Ἀντιοχείας ἐν τῷ πραιτωρίῳ· καὶ φυγὼν διεσώθη. τοῦτο δὲ γνοὺς ὁ ἔπαρχος Ἱέριος ἀνήγαγε τῷ βασιλεῖ Ἀναστασίῳ· καὶ εὐθέως προηγάγετο ὁ αὐτὸς βασιλεὺς κόμητα ἀνατολῆς Κωνστάντιον τὸν Ταρσέα, δοὺς αὐτῷ ἐξουσίαν κατὰ πάσης ζωῆς, ἐπειδὴ τὸ Πράσινον μέρος Ἀντιοχείας δημοκρατοῦν ἐπήρχετο τοῖς ἄρχουσιν· ὅστις Κωνστάντιος ἐποίησε τὸν δῆμον Ἀντιοχείας εἴκειν κελεύσμασιν ἀρχόντων, ἔτους χρηματίζοντος κατὰ Ἀντιόχειαν φμγʹ. Ἐφίλει δὲ ὁ αὐτὸς βασιλεὺς τὸ Ῥούσιον μέρος Κωνσταντινουπόλεως, τοῖς δὲ Πρασίνοις καὶ Βενέτοις πανταχῇ ἐπεξήρχετο στασιάζουσιν. Ὁ δὲ αὐτὸς βασιλεὺς ἀκούσας ὅτι συνάγονται οἱ Ἴσαυροι εἰς τὴν ἰδίαν αὐτῶν χώραν τυραννῆσαι βουλόμενοι, εὐθέως ἐπεστράτευσε κατ' αὐτῶν· καὶ ἐπολέμησεν αὐτοῖς πέμψας στρατηγοὺς Ἰωάννην τὸν ἐπίκλην κυρτόν, στρατηλάτην πραισέντου, καὶ Διογενιανὸν τὸν πατρίκιον, τὸν συγγενέα τῆς Αὐγούστας, καὶ ἄλλους μετὰ πλήθους Σκυθῶν καὶ Γοτθικῆς καὶ Βεσσικῆς χειρός. καὶ ἀνήλωσε τοὺς αὐτοὺς Ἰσαύρους καὶ ἀπώλεσε τὴν χώραν αὐτῶν καὶ τὰς πόλεις αὐτῶν κατέστρεψε καὶ πυρίκαυστα ἐποίησε τὰ καστέλλια αὐτῶν, λαβὼν αἰχμαλώτους τοὺς ἐξάρχους αὐτῶν εἰς τὴν αὐτῶν τυραννίδα Λογγῖνον τὸν ἀπὸ μαγίστρων τὸν φαλακρὸν καὶ Ἀθηνόδωρον τὸν νεώτερον καὶ Λογγινίνην τὸν χωλὸν καὶ Κόνωνα τὸν Φουσκιανοῦ τὸν ἀπὸ ἐπισκόπων Ἀπαμείας· ὁ δὲ Λογγινίνης πρῶτος ἀπώλετο ἐν τῇ συμβολῇ τοῦ πολέμου, ὅτε ὑπήν 394 τησαν ἀλλήλοις τὰ ἐξέρκετα εἰς τὸ Κοτυάειον, πόλιν τῆς Φρυγίας, ἐκεῖ ἐσφάγη· καὶ μετ' αὐτὸν Κόνων ὁ Φουσκιανοῦ λόγχῃ βληθεὶς ἔπεσε. καὶ τραπέντες οἱ Ἴσαυροι εἰς φυγὴν συνελήφθησαν τότε καὶ οἱ λοιποὶ ἔξαρχοι ζῶντες· καὶ ἀπεκεφαλίσθησαν καὶ ἀνηνέχθησαν αἱ κεφαλαὶ αὐτῶν τῷ αὐτῷ Ἀναστασίῳ βασιλεῖ. καὶ μετὰ τὴν αὐτὴν νίκην ἔδωκε δωρεὰς τοῖς ὑποτελέσι πᾶσι τοῖς ὑπὸ τὴν αὐτοῦ βασιλείαν. Ὁ δὲ θειότατος βασιλεὺς Ἀναστάσιος ἐποίησε χρυσοτέλειαν τῶν ἰούγων τοῖς συντελεσταῖς πᾶσι διὰ τὸ μὴ ἀπαιτεῖσθαι τὰ εἴδη καὶ διατρέφεσθαι ὑπὸ τῶν στρατιωτῶν. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας οἱ δῆμοι Κωνσταντινουπόλεως τῶν Πρασίνων ἱππικοῦ ἀγομένου παρεκάλουν τὸν βασιλέα ἀπολυθῆναί τινας συσχεθέντας παρὰ τοῦ ἐπάρχου τῆς πόλεως ὡς λιθοβολήσαντας· καὶ οὐ παρεκλήθη ὑπὸ τοῦ δήμου ὁ αὐτὸς βασιλεύς, ἀλλὰ ἀγανακτήσας ἐκέλευσεν ἄρμα κατ' αὐτῶν ἐξελθεῖν, καὶ ἐγένετο μεγάλη ἀταξία. καὶ κατῆλθον οἱ δῆμοι κατὰ τῶν ἐξκουβιτόρων καὶ ἐλθόντες ἐπὶ τὸ κάθισμα ἔῤῥιψαν λίθους κατὰ τοῦ βασιλέως Ἀναστασίου, ἐν οἷς εἷς Μαῦρος ἔῤῥιψε λίθον κατὰ τοῦ βασιλέως· καὶ ἀναστὰς ὁ βασιλεὺς ἐξέφυγε τὸν λίθον. καὶ θεασάμενοι οἱ ἐξκουβίτορες τὴν τοῦ ἀνδρὸς τόλμαν, ὥρμησαν κατ' αὐτοῦ καὶ ἔκοψαν αὐτὸν κατὰ μέλος· καὶ οὕτως ἀπέδωκε τὴν ψυχήν. ὁ δὲ δῆμος στενωθεὶς ἔβαλε πῦρ εἰς τὴν λεγομένην Χαλκῆν τοῦ ἱππικοῦ, καὶ ὁ ἔμβολος ἐκαύθη ἕως τοῦ βασιλικοῦ καθί 395 σματος, καὶ ὁ ἔμβολος δὲ ὁ δημόσιος ἕως τοῦ Ἑξαϊππίου καὶ τοῦ φόρου Κωνσταντίνου ἅπας καυθεὶς κατηνέχθη, πανταχῇ διακοπῶν γενομένων. πολλῶν δὲ συσχεθέντων καὶ τιμωρηθέντων ἐγένετο ἡσυχία, προαχθέντος ἐπάρχου πόλεως Πλάτωνος, ὃς ὑπῆρχε πάτρων τοῦ Πρασίνου μέρους. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἀνεφάνη τις ἀνὴρ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ, ὢν ἀπὸ πόλεως Ἀμίδης, ὀνόματι Ἰωάννης Ἰσθμέος, χειμευτὴς ὑπάρχων καὶ φοβερὸς ἐπιθέτης· καὶ λάθρᾳ εἰσήρχετο εἰς τὰ ἀργυροπρατεῖα καὶ ὑπεδείκνυεν αὐτοῖς χεῖρας ἀνδριάντων καὶ πόδας χρυσοῦς καὶ ἄλλα ζώδια, λέγων ὅτι Θησαυρὸν γέμοντα τοιαῦτα ζώδια ὄβρυζα ηὗρον. καὶ ἐκ τούτου ἠπάτησε πολλοὺς καὶ ἐκόμβωσε πολλὰ χρήματα· ᾧτινι παρωνύμην ἔθηκαν οἱ Ἀντιοχεῖς Βαγουλάν, ὅ ἐστι γοργὸς ἐπιθέτης. καὶ λαθὼν πάντας ἔφυγεν ἐν Κωνσταντινουπόλει καὶ ἐκόμβωσε κἀκεῖ πολλοὺς ἀργυροπράτας, ὥστε γνωσθῆναι τῷ βασιλεῖ. καὶ συσχεθεὶς εἰσήχθη πρὸς τὸν βασιλέα, καὶ προσήνεγκεν αὐτῷ χαλινὸν ἵππου ὁλόχρυσον, διὰ μαργαριτῶν ὂν τὸ κούρκωμον αὐτοῦ. καὶ λαβὼν αὐτὸ ὁ βασιλεὺς Ἀναστάσιος λέγει αὐτῷ, Ἐμὲ οὐ κομβώσεις· καὶ ἐξώρισεν αὐτὸν εἰς Πέτρας, κἀκεῖ τελευτᾷ. Ἐν δὲ τῷ αὐτῷ χρόνῳ τῆς αὐτοῦ βασιλείας ἐπὶ τῆς ὑπατείας τοῦ αὐτοῦ βασιλέως Ἀναστασίου ὡς τὸ τρίτον κατῆλθεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ Καλλιόπας τις ἡνίοχος ἀπὸ φακτιονα 396 ρίων Κωνσταντινουπόλεως· καὶ ἐδόθη εἰς τὸ Πράσινον μέρος Ἀντιοχείας ἐπὶ Βασιλείου κόμητος Αἰδεσινοῦ· καὶ παρέλαβε τὸν σταῦλον τοῦ Πρασίνου μέρους λιπόμενον, καὶ ἐνίκησε κατὰ κράτος. καὶ μετ' ὀλίγον καιρὸν ἐπετελέσθη ἐν τῇ Δάφνῃ Ἀντιοχείας κατὰ τὸ ἔθος ἡ συνήθεια τῶν Ὀλυμπίων ἡ λεγομένη· καὶ τοῦ πλήθους τῶν Ἀντιοχέων ἀνελθόντος ἐν Δάφνῃ, οἱ ἐκ τῆς εἰσελασίας ὁρμήσαντες μετὰ τοῦ ἡνιόχου Καλλιόπα κατελθόντες ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων τῇ οὔσῃ ἐν τῇ αὐτῇ Δάφνῃ ἐνέπρησαν αὐτήν, πραιδεύσαντες πάντα ὅσα ἦν ἐν τῇ συναγωγῇ καὶ ἐφόνευσαν πολλούς, μηνὶ ἰουλίῳ θʹ, ἰνδικτιῶνος ιεʹ· καὶ πήξαντες ἐκεῖ τὸν τίμιον σταυρὸν ἐποίησαν γενέσθαι μαρτύριον τοῦ ἁγίου Λεοντίου. τούτων δὲ γνωσθέντων τῷ αὐτῷ Ἀναστασίῳ βασιλεῖ, προηγάγετο κόμητα ἀνατολῆς τὸν ἀπὸ κομμερκιαρίων Προκόπιον τὸν Ἀντιοχέα· ὅστις κατήνεγκε μεθ' ἑαυτοῦ ἀπὸ θείου τύπου νυκτέπαρχον Μηνᾶν ὀνόματι, Βυζάντιον. καὶ ταραχῆς γενομένης παρὰ τῶν τοῦ Πρασίνου μέρους, ἐβουλήθη ὁ αὐτὸς Μηνᾶς κατασχεῖν τινας τῶν ἀτάκτων· καὶ γνόντες ἐκεῖνοι προσέφυγον εἰς τὸν ἅγιον Ἰωάννην ἔξω τῆς πόλεως. καὶ γνοὺς τοῦτο ὁ νυκτέπαρχος ἐν τῷ μεσημβρίῳ ἀπῆλθε μετὰ Γοτθικῆς βοηθείας εἰς τὸν ἅγιον Ἰωάννην· καὶ ἐξαίφνης εἰσῆλθεν εἰς τὸν ἅγιον οἶκον, καὶ εὗρεν ἐκεῖ ὑποκάτω τῆς ἁγίας τραπέζης τοῦ θυσιαστηρίου τινὰ τῶν ἀτάκτων ὀνόματι Ἐλευθέριον· καὶ κεντήσας αὐτὸν ξίφει ἐκεῖ, σύρας ἐκ τοῦ θυσιαστη