Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-malalas" aria-label="More works by John Malalas">
—
⋯
Original / primary: Pg Scrape Grc
397.1.1
ρίου τὸ λείψανον αὐτοῦ, ἀπεκεφάλισεν· ὥστε τὸ ἅγιον θυσιαστήριον πληρωθῆναι αἵματος. καὶ λαβὼν τὴν κεφαλὴν εἰσήρχετο ἐπὶ τὴν πόλιν Ἀντιόχειαν· καὶ ἐλθὼν ἕως τῆς γεφύρης τοῦ Ὀρόντου ποταμοῦ ἔῤῥιψε τὴν κεφαλὴν εἰς τὸν ποταμόν. καὶ εἰσῆλθεν ἔγγιστα Προκοπίου τοῦ κόμητος τῆς ἀνατολῆς, διηγούμενος αὐτῷ τὰ συμβάντα. καὶ μετὰ τὸ μεσημβρινὸν ἐγνώσθη τοῦτο τοῖς Πρασίνοις· καὶ ἐξελθόντες εἰς τὸν ἅγιον Ἰωάννην εὗρον τὸν κορμὸν Ἐλευθερίου. καὶ λαβόντες εἰς κραβαταρέαν τὸ λείψανον αὐτοῦ, εἰσήγαγον εἰς τὴν πόλιν βαστάζοντες αὐτό. καὶ ὑπηντήθησαν κατέναντι τῆς λεγομένης Ῥουφίνου βασιλικῆς ἐπὶ τὸ λουτρὸν τὸ λεγόμενον τῶν Ὀλβίης· καὶ συμβαλόντες εἰς τὴν ῥύμην τῶν θαλασσίων μετὰ τῆς βοηθείας καὶ τοῦ νυκτεπάρχου καὶ τῶν τοῦ Βενέτου μέρους δημοτῶν μάχην, περιεγένετο ὁ δῆμος τοῦ Πρασίνου μέρους· καὶ παραλαβόντες τὴν Ῥουφίνου βασιλικὴν καὶ τὴν λεγομένην Ζηνοδότου ἔβαλον πῦρ, καὶ ἐκαύθη πᾶσα ἡ Ῥουφίνου καὶ τὰ δύο τετράπυλα τὰ ἐντεῦθεν κἀκεῖθεν καὶ τὸ πραιτώριον τοῦ κόμητος τῆς ἀνατολῆς, καὶ πάντα κατηνέχθη ὑπὸ τοῦ πυρὸς διαφθαρέντα. καὶ ἔφυγεν ὁ κόμης τῆς ἀνατολῆς εἰς Ἀλεξάνδρειαν τὴν Καμβύσου. καὶ πιάσαντες οἱ ἀπὸ τοῦ Πρασίνου μέρους τὸν νυκτέπαρχον Μηνᾶν καὶ ἀνακείραντες αὐτόν, ἐξέβαλον τὰ συκότια αὐτοῦ. καὶ μετὰ τὸ σῦραι τὸ λείψανον αὐτοῦ ἐκρέμασαν αὐτὸ ἐν τῷ ἑστῶτι χαλκῷ ἀνδριάντι τῷ λεγομένῳ Κολονισίῳ τὸ μέσον τοῦ ἀντιφόρου· καὶ μεταγα 398 γόντες τὸ λείψανον, σύραντες ἔξω τῆς πόλεως Ἀντιοχείας ἔκαυσαν φρυγάνοις. ὁ δὲ βασιλεὺς Ἀναστάσιος διδαχθεὶς προεχειρίσατο κόμητα ἀνατολῆς Εἰρηναῖον τὸν Πενταδιαστήν, Ἀντιοχέα· καὶ ἐποίησεν ἐκδίκησιν καὶ φόβον ἐν τῇ πόλει. Ὁ δὲ αὐτὸς βασιλεὺς ἐκούφισε τὴν λειτουργίαν τοῦ λεγομένου χρυσαργύρου πᾶσαν διαιωνίζουσαν ἀπὸ θείου τύπου, ἥτις ἐστὶ μεγάλη καὶ φοβερὰ φιλοτιμία, ἀντεισάξας ταῖς θείαις λαργιτιῶσι πρόσοδον ἀντ' αὐτοῦ ἐκ τῶν ἰδίων αὐτοῦ. Ἔκτισε δὲ ὁ αὐτὸς βασιλεὺς ἐν Ἀντιοχείᾳ καὶ τὴν λεγομένην Ῥουφίνου καὶ κατὰ πόλιν τῆς Ῥωμανίας διάφορα κτίσματα. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας παρελήφθη Ἄμιδα, μητρόπολις ὀχυρὰ πάνυ τῆς Μεσοποταμίας, καὶ Θεοδοσιούπολις, πολέμῳ ληφθεῖσα ὑπὸ Κωάδου, βασιλέως Περσῶν, ἐπελθόντος τοῦ βασιλέως μετὰ δυνάμεως πολλῆς. ἔλαβε δὲ παραλήπτους ὁ αὐτὸς βασιλεὺς Περσῶν Κωνσταντῖνον, στρατηγὸν Ῥωμαίων δυνατόν, φυλάττοντα τὴν αὐτὴν Θεοδοσιούπολιν, καὶ ἄλλους δὲ πολλούς· οἵτινες καὶ ἐτελεύτησαν ἐν τοῖς Περσικοῖς μέρεσι. καὶ ἐπεστράτευσε κατὰ Περσῶν ὁ αὐτὸς Ἀναστάσιος βασιλεύς, πέμψας Ἀρεόβινδον τὸν Δαγαλαΐφου υἱόν, στρατηλάτην ἀνατολῆς, τὸν ἄνδρα Ἰουλιάνας, καὶ Πατρίκιν, στρατηλάτην τοῦ μεγάλου πραισέντου, καὶ Ὑπάτην, στρατηλάτην πραισέντου, τὸν υἱὸν Σεκουνδίνου τοῦ πατρικίου, καὶ τὸν πατρίκιον Ἀππίονα, ποιήσας αὐτὸν ἔπαρχον πραιτωρίων ἀνατολῆς, καὶ πλῆθος ἄπειρον στρατιᾶς 399 μετ' αὐτῶν πεζικῆς καὶ ἱππικῆς δυνάμεως. καὶ συνέβαλον μετ' ἀλλήλων τὰ ἀμφότερα τάγματα, καὶ ἐσφάγησαν πολλοὶ καὶ ἔπεσαν ἐξ ἀμφοτέρων τῶν μερῶν· περὶ οὗ πολέμου Εὐστάθιος ὁ σοφώτατος χρονογράφος συνεγράψατο· ὅστις καὶ εὐθέως ἐτελεύτησε, μήτε εἰς τέλειον τὴν ἔκθεσιν αὐτοῦ συντάξας. ὁ δὲ αὐτὸς βασιλεὺς Ἀναστάσιος μετεστείλατο τὸν στρατηλάτην Ὑπάτιον τὸν Σεκουνδίνου ἐν Κωνσταντινουπόλει, καὶ ἔπεμψεν ἀντ' αὐτοῦ τὸν ἐνδοξότατον Κέλερα τὸν Ἰλλυριόν, ἄνδρα σοφόν· καὶ ἀνεδόθησαν αἱ πόλεις αἱ κατεχόμεναι ὑπὸ Περσῶν διὰ τοῦ αὐτοῦ Κέλερος μαγίστρου. καὶ ἐγένετο εἰρήνη καὶ ἔνδοσις τοῦ πολέμου, καὶ ἀνεχώρησαν τὰ ἐξέρκετα καὶ ὁ στρατὸς ὅλος Ῥωμαίων τε καὶ Περσῶν. Ὁ δὲ θειότατος Ἀναστάσιος εὐθέως ἐτείχισε τὸ Δοράς, χωρίον ὄντα τῆς Μεσοποταμίας, μέγα δὲ ὄντα πάνυ καὶ ὀχυρόν, κείμενον μέσον τῶν ὅρων Ῥωμαίων τε καὶ Περσῶν· καὶ ἐποίησεν ἐν αὐτῷ δημόσια λουτρὰ δύο καὶ ἐκκλησίας καὶ ἐμβόλους καὶ ὡρεῖα εἰς ἀπόθετα σίτου καὶ κιστέρνας ὑδάτων. τὸ δὲ αὐτὸ χωρίον διὰ τοῦτο ἐκλήθη Δορὰς ὑπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνος, διότι τὸν βασιλέα Περσῶν ἐκεῖ συνελάβετο, κἀκεῖθεν ἔχει τὸ ὄνομα· νυνὶ δὲ λαβόντα δίκαιον πόλεως μετεκλήθη Ἀναστασιούπολις. καὶ στήλας τοῦ αὐτοῦ Ἀναστασίου ἀνέστησαν ἐκεῖ.