Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia
John MalalasChro 486 · pg-scrape-grcMore by John Malalas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-malalas" aria-label="More works by John Malalas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
486.1.1
Μηνὶ σεπτεμβρίῳ ἰνδικτιῶνος ιεʹ γέγονε τὰ ἐγκαίνια τῆς ἁγίας Εἰρήνης τῆς οὔσης πέραν ἐν Ἰουστινιαναῖς· καὶ ἐξῆλθον τὰ ἅγια λείψανα ἐκ τῆς μεγάλης ἐκκλησίας μετὰ καὶ τῶν δύο πατριαρχῶν, λέγω δὴ Μηνᾶ τοῦ πατριάρχου Κωνσταντινουπόλεως καὶ Ἀπολλιναρίου τοῦ πάπα Ἀλεξανδρείας· καὶ ἐκάθισαν ἀμφότεροι ἐν τῷ βασιλικῷ ὀχήματι, κατέχοντες ἐν τοῖς γόνασιν αὐτῶν τὰ τίμια λείψανα. Καὶ τῷ αὐτῷ χρόνῳ ἐξηντλήθη καὶ ἐκαθαρίσθη ὁ λιμὴν ὁ πλησίον τοῦ παλατίου Σεκουνδιανῶν. Μηνὶ αὐγούστῳ ἰνδικτιῶνος ιεʹ τελευτᾷ Μηνᾶς ὁ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως· καὶ κειμένου τοῦ λειψάνου εἰς τὸ ἅγιον θυσιαστήριον τῆς μεγάλης ἐκκλησίας γέγονε πατριάρχης Εὐτύχιος ὁ ἀποκρισιάριος Ἀμασείας. Καὶ τῷ αὐτῷ μηνὶ ἐπινίκια ἦλθον ἀπὸ Ῥώμης ἀπὸ Ναρσοῦ τοῦ κουβικουλαρίου καὶ ἐξάρχου Ῥωμαίων. συμβαλόντος γὰρ αὐτοῦ πόλεμον μετὰ Τοτίλα, ῥηγὸς τῶν Γότθων, κατὰ κράτος νικήσας τὸν πόλεμον καὶ αὐτὸν κατέσφαξε· καὶ ἐπέμφθη τὰ ἱμάτια αὐτοῦ ᾑμαγμένα ἐν Κωνσταντινουπόλει. Μηνὶ μαρτίῳ ἰνδικτιῶνος αʹ ἐγένετο διαστροφὴ τοῦ κέρματος· καὶ ἐκ τῶν πτωχῶν στάσεως γενομένης καὶ θορύβου ἀνηνέχθη τῷ αὐτῷ βασιλεῖ· καὶ ἐκέλευσε τὴν κατάστασιν τοῦ κέρματος κρατῆσαι κατὰ τὸ ἀρχαῖον ἔθος. Ἐν δὲ τῷ αὐγούστῳ μηνὶ τῆς δευτέρας ἰνδικτιῶνος ἐγένε 487 το σεισμὸς φοβερός, ὥστε παθεῖν οἴκους πολλοὺς καὶ λουτρὰ καὶ ἐκκλησίας καὶ μέρη τῶν τειχέων παθεῖν ἐν Βυζαντίῳ. ἐν αὐτῷ δὲ τῷ φόβῳ ἔπεσεν ἡ λόγχη, ἣν ἐκράτει τὸ ἄγαλμα τὸ ἐν τῷ φόρῳ Κωνσταντίνου, καὶ κατεπάρη ἐν τῇ γῇ ἐπὶ πήχεις τρεῖς. ἐν δὲ τοῖς συμπτώμασι πολλοὶ συνελήφθησαν. ἐν αὐτῷ δὲ τῷ φόβῳ καὶ ἄλλαι πόλεις ἔπαθον, ἐν οἷς καὶ Νικομηδείας μέρος καταπεσεῖν. ἐκ δὲ τῶν συμπτωμάτων Νικομηδείας καὶ μεθ' ἡμέρας τινὲς ζῶντες ἀνηνέχθησαν. ἐπεκράτησε δὲ ὁ αὐτὸς σεισμὸς ἡμέρας μʹ. Μηνὶ ἰουλίῳ ἰνδικτιῶνος δʹ στασιάσαντες οἱ Σαμαρεῖται καὶ οἱ Ἰουδαῖοι ἐν Καισαρείᾳ Παλαιστίνης, ποιήσαντες τὸ ἓν εἰς ἀλλήλους ὡς ἐν τάξει μερικῶν ἐπῆλθον τοῖς χριστιανοῖς τῆς αὐτῆς πόλεως καὶ πολλοὺς κατέσφαξαν τῶν χριστιανῶν. ἐπῆλθον δὲ καὶ ἐπόρθησαν τὰς ἐκκλησίας. καὶ τοῦ ἄρχοντος τῆς αὐτῆς πόλεως ἐξελθόντος πρὸς βοήθειαν τῶν χριστιανῶν ἐπῆλθον οἱ αὐτοὶ Σαμαρεῖται, κἀκεῖνον κατέσφαξαν ἐν τῷ πραιτωρίῳ, καὶ τὰ πράγματα αὐτοῦ πάντα καθήρπασαν. ἡ δὲ γυνὴ τοῦ αὐτοῦ ἄρχοντος Στεφάνου, ἀνελθοῦσα ἐν Κωνσταντινουπόλει, προσῆλθε τῷ αὐτῷ βασιλεῖ. καὶ ἀκούσας ὁ βασιλεὺς τὰ γεγονότα ὑπὸ τῶν Σαμαρειτῶν καὶ θυμωθείς, ἐκέλευσε τῷ ὄντι τότε ἄρχοντι τῆς ἀνατολῆς Ἀμαντίῳ ἐκζητῆσαι τὰ γενόμενα καὶ τὸν φόνον τοῦ αὐτοῦ Στεφάνου. ὅστις Ἀμάντιος δεξάμενος ἀποκρίσεις βασιλικὰς καὶ ἀπελθὼν ἐν Καισαρείᾳ, καὶ ἀναζητήσας τοὺς πεποιηκότας τοὺς φόνους καὶ εὑρών, τοὺς μὲν ἐφούρκισεν, 488 ἑτέρους δὲ ἀπεκεφάλισε καὶ ἄλλους ἐδεξιοκόπησε καί τινας ἐδή488 μευσε· καὶ ἐγένετο φόβος μέγας ἐν τῇ πόλει Καισαρείας καὶ ἐν τοῖς ἀνατολικοῖς μέρεσι. Μηνὶ δεκεμβρίῳ, ἰνδικτιῶνι τῇ αὐτῇ, ἐγένετο θνῆσις ἀνθρώπων ἐν διαφόροις πόλεσι. Μηνὶ μαΐῳ τῆς αὐτῆς ἰνδικτιῶνος ἐγένετο σπάνις ἄρτου ἐν Κωνσταντινουπόλει, καὶ πρὸς μὲν ὀλίγον ἐστενώθησαν οἱ ἄνθρωποι, καὶ ἔκραξαν τῷ αὐτῷ βασιλεῖ ἐν γενεθλίῳ συνθεωροῦντος τῷ αὐτῷ βασιλεῖ πρεσβευτοῦ Περσῶν· καὶ ἀγανακτήσας ὁ αὐτὸς βασιλεὺς κελεύει Μουσωνίῳ τῷ ὄντι ἐπάρχῳ πόλεως, καὶ κατεσχέθησαν ἐκ τοῦ Βενέτου μέρους καὶ ἐκολάσθησάν τινες τῶν ἐνδόξων ἀνδρῶν. κατέσχε δὲ ἡ αὐτὴ σπάνις τοῦ ἄρτου ἐπὶ μῆνας τρεῖς. καὶ μετ' ὀλίγας ἡμέρας ἐγένοντο ἀστραπαὶ καὶ βρονταὶ φοβεραὶ ἐν διαφόροις πόλεσιν, ὥστε καὶ πολλοὺς βλαβῆναι. Μηνὶ νοεμβρίῳ ἰνδικτιῶνος εʹ ἐφάνη πῦρ ἐν τῷ οὐρανῷ ὡς εἶδος λόγχης ἀπὸ τῶν ἀνατολικῶν μερῶν ἐκτεταμένον ἕως δυσμῶν. Μηνὶ ἀπριλλίῳ, ἰνδικτιῶνι τῇ αὐτῇ, γέγονε σεισμὸς φοβερὸς καὶ ἀβλαβής. Μηνὶ δεκεμβρίῳ ἰνδικτιῶνος ςʹ γέγονεν ἕτερος σεισμὸς ἐν μεσονυκτίῳ φοβερὸς πάνυ, ὥστε παθεῖν τὰ δύο τείχη Κωνσταντινουπόλεως, τό τε παλαιὸν τὸ γενόμενον ὑπὸ Κωνσταντίνου καὶ 489 τὸ κτισθὲν ὑπὸ Θεοδοσίου, καὶ ἐκκλησιῶν δὲ μέρη κατέπεσον, ἐξαιρέτως δὲ τὰ ἐπέκεινα τοῦ Ἑβδόμου· καὶ ὁ κίων δὲ ὢν ἐν Σεκουνδιαναῖς σὺν τῇ στήλῃ κατηνέχθη· τοῦ δὲ Ῥηγίου πάνυ πολλὰ κατέπεσον. πολλοὶ ἀπέθανον ἐν τοῖς συμπτώμασι· τινὲς δὲ καὶ μεθ' ἡμέρας ἐκ τῶν καταληφθέντων ὑπὸ τῶν συμπτωμάτων διεσώθησαν. ἐν αὐτῷ δὲ τῷ φόβῳ καὶ ἐν ταῖς ἔξω πόλεσι πολλοὶ τόποι πεπτώκασιν. ἡ δὲ αὐτὴ φοβερὰ ἀπειλὴ ἐπεκράτησεν ἐπὶ ἡμέρας δέκα· καὶ πρὸς ὀλίγον κατενύγησαν οἱ ἄνθρωποι λιταῖς καὶ δεήσεσι προσκαρτεροῦντες ἐν τῇ ἐκκλησίᾳ. ὁ δὲ αὐτὸς βασιλεὺς Ἰουστινιανὸς οὐκ ἐφόρεσε στέμμα ἐπὶ ἡμέρας τριάκοντα. Καὶ τῷ αὐτῷ χρόνῳ εἰσῆλθεν ἐν Κωνσταντινουπόλει ἔθνος Οὕννων παράξενον τῶν λεγομένων Ἀβάρων. Ἐν αὐταῖς δὲ ταῖς ἡμέραις τελευτᾷ ὁ ἐπίσκοπος Καισαρείας Καππαδοκίας ἐν Βυζαντίῳ· καὶ ἐγένετο ἀντ' αὐτοῦ Θεόκριτος. Μηνὶ φεβρουαρίῳ ἰνδικτιῶνος ςʹ γέγονε θνῆσις ἐν Κωνσταντινουπόλει ἀπὸ βουβώνων. ἐν αὐτῷ δὲ τῷ φόβῳ τὰ μεθόδια πάντα κραββάτους ἀργυροὺς ἐποίησαν. ἐπεκράτησε δὲ ἡ αὐτὴ φοβερὰ τοῦ θεοῦ ἀπειλὴ ἐπὶ μῆνας ἕξ. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ φιλοκαλουμένου τοῦ τρούλλου τῆς μεγάλης ἐκκλησίας, ῥήξας γὰρ ἦν εἰς φανεροὺς τόπους ἐκ τῶν γε 490 γονότων κατὰ φιλανθρωπίαν θεοῦ φόβων, αἰφνιδίως ἐργαζομένων τῶν Ἰσαύρων ἔπεσε τὸ ἀνατολικὸν μέρος τῆς προϋποστολῆς, καὶ συνέτριψε τὸ κιβούριον σὺν τῇ ἁγίᾳ τραπέζῃ. κατηνέχθη δὲ καὶ τὸ λοιπὸν μέρος τὸ ἀπομεῖναν καὶ αὐτὰ τὰ εἰλήματα· ἐκτίσθη δὲ ὁ αὐτὸς τροῦλλος ὑψωθεὶς ἐπὶ πόδας εἴκοσι. Μηνὶ μαρτίῳ ἰνδικτιῶνος ζʹ ἐπανέστησαν οἱ Οὗννοι καὶ οἱ Σκλᾶβοι τῇ Θρᾴκῃ· καὶ πολεμήσαντες πολλοὺς ἀπέκτειναν καί τινας ἐπραίδευσαν· τὸν δὲ υἱὸν Βάκχου Σέργιον τὸν στρατηλάτην καὶ Ἐδέρμαν μειζότερον Καλοποδίου ἐπραίδευσαν, λαβόντες αὐτοὺς αἰχμαλώτους. εὗρον δὲ τοῦ τείχους Κωνσταντινουπόλεως τόπους καταπεπτωκότας, κἀκεῖθεν εἰσελθόντες κατέδραμον ἕως τοῦ ἁγίου Στρατονίκου****** τὴν ὀρθόδοξον πίστιν. Μηνὶ μαΐῳ ἀπεζώσθη Ζήμαρχος ὁ ἀπὸ ἐπάρχων καὶ κουράτωρ τοῦ δεσποτικοῦ οἴκου τῶν Πλακιδίας· καὶ γέγονεν ἀντ' αὐτοῦ Θεόδωρος ὁ ἐπίκλην Νικομηδεύς. Μηνὶ τῷ αὐτῷ οὐκ ἤχθη τὸ γενέθλιον τὸ ἐξ ἔθους ἐπιτελούμενον, ἀλλ' ἤχθη τῇ τρισκαιδεκάτῃ τοῦ αὐτοῦ μηνός. καὶ μετὰ τὴν ἀπόλυσιν τοῦ ἱπποδρομίου ἀναχωρούντων τῶν Πρασίνων, καὶ κατερχομένων τὸν ἔμβολον τῶν Μοσχιανοῦ μετὰ παραφυλακῆς, ἐξαίφνης ὑβρισθέντες οἱ αὐτοὶ Πράσινοι ἔκ τινων τῶν τῆς οἰκίας τῆς λεγομένης τῶν Ἀππίωνος, ἐπέβησαν τοῖς Πρασίνοις οἱ τοῦ Βενέτου μέρους, καὶ ἐγένετο συμβολὴ ἐν διαφόροις τόποις. καὶ περάσαντες οἱ Βένετοι ἀπὸ Συκῶν ἤρξαντο βάλλειν πῦρ καὶ 491 καίειν τὰς παραθαλασσίους ἀποθήκας· καὶ εἰ ἐπεχείρησέ τις τοῦ σβέσαι, ἐτοξεύετο ἐκ τῶν τοῦ Βενέτου μέρους· εἶχον γὰρ τῶν αὐτῶν ἐργαστηριακῶν διαφόρους ἀμοιβάς. καὶ τῇ ἔριδι συσχεθέντες, ἔκαυσαν τὴν οἰκίαν τὴν λεγομένην τῶν Ἀνδρέου τὴν οὖσαν ἐν τῷ νεωρίῳ· ὁμοίως δὲ συνέβαλον καὶ ἐν τῇ Μέσῃ· κἀκεῖσε ἔβαλον πῦρ εἰς τὴν οἰκίαν τὴν λεγομένην τῶν Βαρσυμίου, τότε διανύοντος τὴν τῶν ἐπάρχων ἀρχήν· καὶ ἐκαύθη ἕως τοῦ χαλκοῦ Τετραπύλου καὶ ὁ ἄντικρυς ἔμβολος· καὶ ἐπεκράτησεν ἡ μάχη ἡμέρας δύο. καὶ ἐξελθόντος τοῦ κόμητος τῶν ἐξκουβιτόρων Μαρίνου μετὰ πολλῆς βοηθείας στρατιωτικῆς καὶ Ἰουστίνου τοῦ ἐνδοξοτάτου κουροπαλάτου, μόλις ἠδυνήθησαν καταπαῦσαι τὰ ἀμφότερα μέρη. Τῷ δὲ αὐτῷ χρόνῳ ἐπάρχου πόλεως ὄντος Γεροντίου ἐμπρησμοὶ πολλοὶ γεγόνασιν ἐν διαφόροις μέρεσι Κωνσταντινουπόλεως. καὶ γενομένης κατοχῆς ἐξ ἀμφοτέρων τῶν μερῶν πολλοὶ μὲν ἐσωφρονίσθησαν, τινὲς δὲ καὶ ἀπετμήθησαν· καὶ ἐπεκράτησεν ἡ αὐτὴ κατοχὴ ἐπὶ ἡμέρας ἑβδομήκοντα. Μηνὶ ἰουνίῳ, ἰνδικτιῶνι τῇ αὐτῇ, συσχεθέντες Ἕλληνες περιεβωμίσθησαν καὶ τὰ βιβλία αὐτῶν κατεκαύθη ἐν τῷ Κυνηγίῳ καὶ εἰκόνες τῶν μυσερῶν θεῶν αὐτῶν καὶ ἀγάλματα. Καὶ τῷ αὐτῷ μηνὶ ἠνέχθησαν τὰ συνοδικὰ τοῦ πάπα Ῥώμης. Καὶ τῷ αὐτῷ μηνὶ συνήφθη δημοτικὴ μάχη ἐν Κυζίκῳ, 492 ὥστε πολλοὺς πεσεῖν ἐξ ἀμφοτέρων τῶν μερῶν. ἐν αὐτῇ δὲ τῇ μάχῃ καί τινα τῶν ἐκεῖσε κατεστράφη. Μηνὶ αὐγούστῳ ἰνδικτιῶνος δεκάτης ἐγένοντο τὰ ἐγκαίνια τῆς ἁγίας μάρτυρος Θεοδώρας τῆς οὔσης πλησίον τῆς γεφύρης. κατὰ κέλευσιν δὲ τοῦ αὐτοῦ βασιλέως καὶ πρόβλησις ἐκ τῶν ἀργυροπρατῶν καὶ φῶτα πάμπολλα ἐγένετο. Μηνὶ ὀκτωβρίῳ ἰνδικτιῶνος ιαʹ διμερὲς γέγονεν ἐκ τῶν Βενέτων ἐν Βυζαντίῳ· καὶ γενομένης συμβολῆς πρὸς ἀλλήλους ἐν τοῖς ἐπίκλην Πιττακίοις, ξιφῶν συρέντων, ἀπεχειρίσθη Κληρικός, ὡς μάχεται, υἱὸς ὢν Ἰωάννου Κομενταρισίου τοῦ ἐπίκλην Γύλου. Μηνὶ νοεμβρίῳ πολλὴ ἀβροχία ἐγένετο ἐν Κωνσταντινουπόλει, ὡς καὶ πολλὰς μάχας γενέσθαι ἐν τοῖς ὑδρείοις. καὶ βορεῖς δὲ πολλοὺς φυσῆσαι· ἀπὸ γὰρ τῆς ἀρχῆς τοῦ αὐγούστου μηνὸς οὐκ ἐφύσησε νότος, καὶ ὁ τρίτος δὲ στόλος τῶν πλοίων οὐκ εἰσῆλθεν, ὥστε καὶ λιτανείας Εὐτύχιον τὸν πατριάρχην ἐπιτρέψαι γενέσθαι εἰς Ἱερουσαλήμ. Καὶ τῷ αὐτῷ μηνὶ ἐπινίκια ἦλθον ἀπὸ Ῥώμης ἀπὸ Ναρσοῦ τοῦ πατρικίου, ὡς ὅτιπερ παρέλαβε πόλεις ὀχυρὰς τῶν Γότθων, τοῦτ' ἐστὶ Βεροΐαν καὶ Βρίνκας. ἔπεμψε καὶ τὰς τῶν αὐτῶν πόλεων κλεῖς μετὰ καὶ τῶν λαφύρων. 493 Μηνὶ νοεμβρίῳ ἰνδικτιῶνος ιαʹ ἐμελέτησαν δόλον τινὲς κατὰ τοῦ αὐτοῦ βασιλέως Ἰουστινιανοῦ τοῦ φονεῦσαι αὐτόν, ὡς κάθηται ἐν τῷ παλατίῳ ἐν ἑσπέρᾳ. οἱ δὲ τὴν σκέψιν τῆς ἐπιβουλῆς μελετήσαντες ἦσαν οὗτοι, Ἀβλάβιος Μελτιάδου καὶ Μάρκελλος ὁ ἀργυροπράτης καὶ Σέργιος ὁ ἀνεψιὸς Αἰθερίου τοῦ κουράτωρος. ἡ δὲ μελέτη αὐτῶν ἦν αὕτη, ἵνα, ὡς κάθηται ἐν τῷ τρικλίνῳ ἑσπέρας, εἰσέλθωσι καὶ σφάξωσι τὸν αὐτὸν βασιλέα. ἦσαν γὰρ καὶ ἰδίους ἀνθρώπους στήσαντες κατὰ τόπον, ἵνα γενομένης τῆς αὐτῆς ἐπιβουλῆς ταραχὴν ποιήσωσιν. ὁ δὲ αὐτὸς Ἀβλάβιος ἦν λαβὼν καὶ χρυσίον παρὰ Μαρκέλλου, περὶ τὰς πεντήκοντα τοῦ χρυσίου λίτρας, εἰς τὸ συνεπαμῦναι. καὶ δή, τοῦ θεοῦ οὕτως εὐδοκήσαντος, εἷς ἐξ αὐτῶν τῶν τὴν ἐπιβουλὴν μελετησάντων, Ἀβλάβιος ὁ Μελτιάδου, ἐθάῤῥησεν Εὐσεβίῳ τῷ κόμητι τῶν φοιδεράτων καὶ Ἰωάννῃ τῷ Δομετιόλου τὴν σκέψιν, ὅτι Ἐν τῇ ἑσπέρᾳ βουλόμεθα ἐπιβῆναι τῷ εὐσεβεῖ βασιλεῖ, ὡς κάθηται ἐν τῷ τρικλίνῳ. καὶ φανερωθείσης τῆς ἐπιβουλῆς, εὑρέθη Μάρκελλος ὁ ἀργυροπράτης τῇ αὐτῇ ἑσπέρᾳ ἐν ᾗ τὴν σκέψιν τῆς ἐπιβουλῆς ἔμελλε ποιεῖν εἰσερχόμενος ἐν τῷ παλατίῳ φορῶν βοῦγλιν, καὶ ὁ τὴν ἐπιβουλὴν φανερώσας Ἀβλάβιος ὁμοίως ἀπὸ σπαθίου. καὶ ὡς προγνωσθέντες συνεσχέθη μὲν Μάρκελλος, καὶ ἀστοχήσας τοῦ προσδοκωμένου σύρας τὸ βοῦγλιν ὃ ἐφόρει ἑαυτῷ ἐπήγαγε πληγὰς τρεῖς, καὶ οὕτως ἐτελεύτησε· Σέργιος δὲ ὁ ἀνεψιὸς Αἰθερίου προσφυγίῳ ἐχρήσατο ἐν τῇ δε 494 σποίνῃ ἡμῶν τῇ θεοτόκῳ ἐν Βλαχέρναις. καὶ ἐκβληθεὶς ἐκ τῶν ὅρων, ὡς οἷα κατὰ βασιλέως σκεψάμενος, καὶ ἐξετασθείς, κατέθετο ὅτι καὶ Ἰσάκιος ὁ ἀργυροπράτης ὁ κατὰ Βελισσάριον τὸν πατρίκιον καὶ αὐτὸς σύνοιδε τῇ αὐτῇ ἐπιβουλῇ, καὶ Βῖτος δὲ ὁ ἀργυροπράτης καὶ Παῦλος ὁ ὑποπτίων Βελισσαρίου. καὶ ἀμφοτέρων συσχεθέντων καὶ ἐκδοθέντων Προκοπίῳ, ἐπάρχῳ πόλεως, συγκαθημένων αὐτῷ καὶ συνεξεταζόντων Κωνσταντίνου κοιαίστωρος καὶ Ἰουλιανοῦ ἀντιγραφέως καὶ Ζηνοδώρου ἀσεκρῆτις, ἐκλαμβάνοντος τὰς αὐτῶν ἀποκρίσεις, κατεῖπον Βελισσαρίου τοῦ πατρικίου· καὶ ἐκ τούτου ὑπὸ ἀγανάκτησιν γέγονεν. ἄλλοι δέ τινες τῶν ἐξονομασθέντων φυγῇ ἐχρήσαντο. καὶ τῇ πέμπτῃ τοῦ δεκεμβρίου μηνὸς ὁ αὐτὸς βασιλεὺς ποιήσας σιλέντιον κόμβεντον κελεύει πάντας τοὺς ἄρχοντας εἰσελθεῖν καὶ τὸν πατριάρχην Εὐτύχιον καί τινας ἐκ τῶν σχολῶν· καὶ δεξάμενος αὐτοὺς ἐν τῷ τρικλίνῳ, κελεύει τὰς τούτων καταθέσεις ἀναγνωσθῆναι καὶ φανερωθῆναι πᾶσι τὰ τῆς ἐπιβουλῆς, λέγω δὴ Σεργίου τοῦ ἀνεψιοῦ Αἰθερίου καὶ Εὐσεβίου τοῦ ἀργυροπράτου καὶ Παύλου τοῦ ὑποπτίωνος καὶ Βίτου. καὶ ἀνεγνώσθησαν αἱ καταθέσεις αὐτῶν, καὶ ἐξ αὐτῶν τῶν καταθέσεων ἠγανακτήθη ὁ πατρίκιος Βελισσάριος· καὶ πέμψας ὁ αὐτὸς βασιλεὺς ἐπῆρε πάντας τοὺς ἀνθρώπους Βελισσαρίου, καὶ ἐν οὐδενὶ ἀντέστη ὁ αὐτὸς ἀνήρ. καὶ ὑπονοηθεὶς Κωνσταντῖνος ὁ κοιαίστωρ καὶ Ἰουλιανὸς ὁ ἀν 495 τιγραφεύς, ὡς, φησίν, ὑπὲρ Αἰθερίου ποιήσαντες, ὡς οἷα καὶ αὐτοῦ Αἰθερίου συνειδότος τῇ ἐπιβουλῇ· καὶ μεθ' ἡμέρας ἓξ πάλιν ἐξητάσθησαν οἱ τὴν αὐτὴν ἐπιβουλὴν μελετήσαντες ὑπὸ Μαρίνου τοῦ κόμητος τῶν ἐξκουβιτόρων καὶ Κωνσταντιανοῦ τοῦ στρατηλάτου, καὶ ἔμεινεν ὁ αὐτὸς Βελισσάριος ὑπὸ ἀγανάκτησιν. Καὶ τῷ αὐτῷ μηνὶ προετέθη ἤδικτον περὶ τῶν διακρινομένων ἐν διαφόροις ἐκκλησίαις ὑπὸ τοῦ αὐτοῦ βασιλέως ὅτι Οὐ χρὴ μετὰ τὴν ἕνωσιν λέγειν μίαν φύσιν, ἀλλὰ δύο ὁμολογεῖν. Καὶ τῇ αὐτῇ ἰνδικτιῶνι ἐγένοντο τὰ ἐγκαίνια τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας τὸ δεύτερον. προσετέθη δὲ τῷ τρούλλῳ κατὰ τὸ παλαιὸν σχῆμα πόδες λʹ, καὶ τὰς δύο καμάρας ἐκ προσθήκης ποιήσαντες, τήν τε ἀρκτῴαν καὶ τὴν μεσημβρινήν. ἐν δὲ τῇ συμπληρώσει τοῦ εἰλήματος Εὐτυχίου τοῦ πατριάρχου κατέχοντος τὸ ἅγιον μεγαλεῖον καὶ τοῦ ὄχλου παρισταμένου ἐψάλλετο, Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης, καὶ τὰ λοιπά. Μηνὶ ἰανουαρίῳ ἰνδικτιῶνος ιαʹ ἱπποδρομίου ἀγομένου συρεὶς Ἰουλιανικὸς ὁ ἡνίοχος ἐν τῷ ἱπποδρομίῳ τελευτᾷ. Καὶ τῷ αὐτῷ μηνὶ παρελήφθη μέρη τινὰ τῆς Ἀφρικῆς ὑπὸ τῶν Μαυριτανῶν· Κουτζίνης γὰρ ὁ ἔξαρχος τοῦ αὐτοῦ ἔθνους ἔθος εἶχε λαμβάνειν ἀπὸ Ῥωμαίων διὰ τοῦ κατὰ καιρὸν ἄρχοντος πόσον τι χρυσίον, ἐπειδὴ ἦρχε τοῦ ἔθνους τῶν Μαύρων. καὶ 496 κατελθόντος Ἰωάννου τοῦ ἐπίκλην Ῥογαθινοῦ, καὶ μηδὲν αὐτῷ δεδωκότος κατὰ τὸ πρῴην ἔθος, ἀλλὰ τοὐναντίον καὶ δολοφονήσαντος αὐτόν, ἀνέστησαν τὰ τέκνα τοῦ αὐτοῦ Κουζτίνη, ἐκδικοῦντες τὸ πατρῷον αἷμα. καὶ ἐπαναστάντες τοῖς μέρεσι τῆς Ἀφρικῆς, παρέλαβόν τινας τόπους φονεύσαντες καὶ πραιδεύσαντες. ὁ δὲ αὐτὸς βασιλεὺς Ἰουστινιανὸς ἔπεμψε Μαρκιανὸν τὸν ἴδιον αὐτοῦ ἀνεψιὸν*******

Intertext edge

Open linked passage

Note