Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-malalas" aria-label="More works by John Malalas">
—
⋯
Original / primary: Pg Scrape Grc
57.1.1
ΛΟΓΟΣ ΤΡΙΤΟΣ ΧΡΟΝΩΝ ΘΕΟΓΝΩΣΙΑΣ ΑΒΡΑΑΜ. Ὁ δὲ Ἀβραὰμ θεογνωσίαν ἐπιγνούς, καὶ λογισάμενος ὅτι τὰ ἀγάλματα, ἃ ἐποίει ὁ πατὴρ αὐτοῦ Θάῤῥας, ἀνθρώπων τεθνηκότων ὑπάρχει, καὶ οὐκ ἐχρῆν τιμᾶσθαι αὐτοὺς ὡς θεοὺς ἐν τῷ οὐρανῷ, γενομένους γῆν καὶ κόνιν· κατεγίνωσκεν οὖν τῷ ἰδίῳ πατρὶ Θάῤῥᾳ λέγων, Τί πλανᾷς τοὺς ἀνθρώπους διὰ κέρδος; οὐκ ἔστι γὰρ ἄλλος θεός, εἰ μὴ ὁ ἐν τοῖς οὐρανοῖς, ὁ δημιουργήσας τὰ ὁρώμενα ταῦτα πάντα· καὶ λαβὼν ἔκλασε τὰ ἀγάλματα πάντα, καὶ ἀνεχώρησεν ἐξ αὐτοῦ καὶ ἀπῆλθεν εἰς τὴν Μεσοποταμίαν, καθὼς Εὐσέβιος ὁ Παμφίλου, ὁ σοφὸς χρονογράφος, ἐξέθετο. Ἐν δὲ τοῖς χρόνοις τοῦ Ἀβραὰμ ἦν καὶ ὁ Μελχισεδέκ, ἀνὴρ θεοσεβής, ἐθνικός, καταγόμενος ἐκ τοῦ γένους Σίδου, υἱοῦ Αἰγύπτου, βασιλέως τῆς Λιβύης χώρας· ἐξ οὗ Αἰγύπτιοι κέκλην 58 ται. ὅστις Σίδος ἐκ τῆς Αἰγύπτου ἐπελθὼν παρέλαβε τὴν χώραν τῶν λεγομένων Χαναναίων ἐθνικῶν, τοῦτ' ἐστὶ τὴν νῦν λεγομένην Παλαιστίνην. καὶ ὑποτάξας αὐτὴν ᾤκησεν ἐκεῖ ἐν αὐτῇ· καὶ κτίζει πόλιν, ἣν ἐκάλεσε Σιδόνα εἰς ὄνομα ἴδιον, ἥτις νῦν ἐστιν ὑπὸ τὴν Φοινίκην χώραν. καὶ λοιπὸν ἐκ τοῦ γένους τοῦ Σίδου κατήχθη ὁ Μέλχι, ὁ πατὴρ τοῦ Σεδέκ, γενόμενος ἱερεὺς καὶ βασιλεὺς ἐπεκλήθη Μελχισεδέκ, ὡς προγέγραπται. οὗτος οὖν ὑπῆρχεν ἱερεὺς καὶ βασιλεὺς τῶν Χαναναίων, καὶ ἔκτισε πόλιν ἐν τῷ ὄρει τῷ λεγομένῳ Σιών, ἥντινα ἐκάλεσε Σαλήμ, ὅπερ ἐστὶν εἰρήνης πόλις. καὶ ἐβασίλευσεν ἐν αὐτῇ ἔτη ριγʹ, καὶ τελευτᾷ, δίκαιος καὶ παρθένος, καθὼς Ἰώσηπος ἐν τῇ ἀρχαιολογίᾳ ἐξέθετο. καὶ Ἰωάννης δὲ καὶ Κύριλλος, οἱ ὁσιώτατοι ἐπίσκοποι, τὰ αὐτὰ εἶπον. Ἀπὸ οὖν τοῦ κατακλυσμοῦ ἕως Ἀβραὰμ ἔτη εἰσὶν ωςγʹ, ἀπὸ δὲ τῆς πυργοποιίας ἔτη εἰσὶ φκγʹ. καὶ ἐγένετο μετέπειτα ἀπὸ Ἀβραὰμ καὶ Ἰσαάκ, τοῦ υἱοῦ, καὶ Ἰακώβ, τοῦ ἐκγόνου αὐτοῦ, καὶτοῦ σπέρματος αὐτῶν, ἐξ ὧν εἰσιν Ἑβραῖοι, ἀπὸ τῶν χρόνων τοῦ Ἀβραὰμ τὸν χαρακτῆρα τοῦ ἔθνους διὰ περιτομῆς εἰληφότες. ἐστὶν οὖν ἀπὸ Ἀδὰμ ἕως τοῦ Ἀβραὰμ ἔτη σψμεʹ. Ὁ δὲ Ἀβραὰμ ἦν ἐτῶν ρʹ, ὅτε ἐγέννησε τὸν Ἰσαάκ, καὶ 59 Ἰσαὰκ τὸν Ἰακὼβ τὸν λεγόμενον Ἰσραήλ. ἐκλήθησαν δὲ οἱ Ἰοδαῖοι ἀπὸ Ἰούδα τοῦ τετάρτου υἱοῦ τοῦ Ἰακώβ· ἔσχε γὰρ υἱοὺς δώδεκα. ἡ δὲ τοῦ Ἰούδα φυλὴ ἐκράτει τῶν Ἰουδαίων καὶ διῴκει· ὅθεν καὶ τὸ ὄνομα ἔσχον. Ἐν δὲ τοῖς χρόνοις τούτοις ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ ἀνεφαίνετό τις ὀνόματι Ἡσίοδος· ὅστις ἐξεῦρε τὰ Ἑλλήνων γράμματα, καὶ συντάξας γράμματα ἐξέθετο τοῖς Ἕλλησι πρῶτος. Ἐν δὲ τοῖς χρόνοις τοῦ Ἀβραὰμ ἐβασίλευσεν Ἀσσυρίων ὁ ἐκ φυλῆς τοῦ Σήμ, υἱοῦ Νῶε, Ἐνδελεχός, βασιλεύσας αὐτῶν πρῶτος μετὰ τὸ ἐκλεῖψαι τὸ γένος τοῦ Περσέως. καὶ ἦλθε πάλιν τὸ βασίλειον εἰς τοὺς Ἀσσυρίους. Αἰγυπτίων δὲ ἐβασίλευσε πρῶτος βασιλεὺς τῆς φυλῆς τοῦ Χάμ, υἱοῦ Νῶε, Φαραώ, ὁ καὶ Ναραχὼ καλούμενος. τὰ οὖν πρὸ τούτου παλαιὰ βασίλεια Αἰγυπτίων ἐξέθετο Μανεθὼν ὁ σοφώτατος, ὡς προείρηται. τὰ δὲ μεταγενέστερα βασίλεια Αἰγυπτίων, λέγω δὲ ἀπὸ τοῦ Ναραχὼ καὶ κάτω, συνεγράψατο οὖν ταῦτα Θεόφιλος ὁ σοφώτατος χρονογράφος. Ἐν δὲ τοῖς χρόνοις τοῦ Ἀβραὰμ ἐβασίλευσεν Αἰγυπτίων ὁ ἐκ τῆς φυλῆς τοῦ Χὰμ Ναραχώ. ἠγόρασε δὲ ἀπὸ τῶν Σαρακηνῶν Πετεφρῆς, ὁ ἀρχιμάγειρος τοῦ αὐτοῦ Φαραὼ βασιλέως, τὸν Ἰωσήφ, υἱὸν τοῦ Ἰακώβ· ὅντινα ἐπώλησαν οἱ αὐτοῦ ἀδελφοὶ τοῖς Σαρακηνοῖς, διαφθονούμενοι αὐτῷ, ὡς φιλούμενον ὑπὸ τοῦ ἰδίου 60 πατρός· ἦν δὲ ὁ Ἰωσὴφ ὡραῖος τῇ θέᾳ. ὅστις Ἰωσὴφ ἡρμήνευσε τὸ ὅραμα τῷ βασιλεῖ Φαραώ, ὅπερ εἶδεν ἕνεκεν τοῦ μέλλοντος γίνεσθαι λιμοῦ εἰς τὴν Αἴγυπτον καὶ εἰς πᾶσαν χώραν ἐπὶ ἔτη ζʹ. καὶ θαυμάσας ὁ βασιλεὺς τὴν τοῦ Ἰωσὴφ φρόνησιν, ἠλευθέρωσεν αὐτόν, καὶ ἔδωκεν αὐτῷ ἀξίαν μεγάλην καὶ τὴν θυγατέρα τοῦ ἀρχιερέως Ἡλιουπόλεως τῆς οὔσης ἐν Αἰγύπτῳ εἰς γυναῖκα, κελεύσας αὐτὸν διοικεῖν τὴν Αἴγυπτον πᾶσαν ἐπὶ ζʹ ἔτη καὶ ἔχειν ἐξουσίαν ὡς βούλεται πράττειν. ὅστις Ἰωσὴφ κτίζει ὡρεῖα, καὶ ἀποτίθεται σῖτον ἐν αὐτοῖς τῶν ἑπτὰ ἐνιαυτῶν, καὶ ἐχορήγησε πανταχοῦ δι' ἑαυτοῦ τήν τε ἀγορασίαν καὶ τὴν ἔξοδον τῆς πράσεως, ποιήσας ὡς ἠβουλήθη αὐτός. καὶ τῆς λιμοῦ γενομένης εἰς πᾶσαν τὴν γῆν, ἦλθον οἱ ἀδελφοὶ αὐτοῦ ἀπὸ τῆς γῆς Χαναὰν εἰς Αἴγυπτον ἀγοράσαι σῖτον. καὶ ἐπιγνοὺς αὐτοὺς Ἰωσὴφ ἐκέλευσε κρατηθῆναι αὐτούς, καὶ ἐθάῤῥησεν αὐτοῖς ὅτι ἀδελφὸς αὐτῶν ὑπάρχει, καὶ ἠνάγκασεν αὐτοὺς ἀπελθεῖν καὶ ἀγαγεῖν πρὸς αὐτὸν τὸν ἀδελφὸν αὐτοῦ τὸν μικρότερον τὸν Βενιαμὶν καὶ τὸν πατέρα αὐτοῦ Ἰακὼβ καὶ τὴν συγγένειαν αὐτοῦ πᾶσαν. οἱ δὲ ἀδελφοὶ αὐτοῦ ἀπελθόντες ἤνεγκαν πρὸς τὸν Ἰωσὴφ τὸν πατέρα αὐτῶν καὶ τὸν ἀδελφὸν αὐτῶν τὸν Βενιαμὶν καὶ τὴν συγγένειαν αὐτῶν πᾶσαν, ὀνόματα οεʹ ἀῤῥενικῶν τε καὶ θηλυκῶν. καὶ ἐκράτησεν αὐτοὺς Ἰωσὴφ ἐκεῖ, καὶ ᾤκησαν τὴν Αἴγυπτον ἐπὶ ἔτη πολλά· καὶ ἐγένετο πλῆθος ἄπειρον ἐξ αὐτῶν τῶν Ἑβραίων, οἰκοῦντα ἐν Αἰγύπτῳ ἕως Μωσέως τοῦ κελευσθέντος ὑπὸ θεοῦ ἐκβάλαι 61 τὸν λαὸν τῶν Ἑβραίων ἐκ τῆς γῆς Αἰγύπτου, καθὼς ταῦτα πάντα ἐντέτακται ἀκριβῶς ἐν τοῖς Ἑβραϊκοῖς συγγράμμασιν. Ἐν δὲ τοῖς χρόνοις τῶν βασιλέων τῶν προγεγραμμένων ἀνεφάνη τις ἐν τῇ Καρίᾳ χώρᾳ γιγαντογενὴς φιλόσοφος ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ, ὀνόματι Ἐνδυμίων· ὅστις μυστικὰς εὐχὰς λέγων εἰς σελήνην ᾔτει αὐτὴν μαθεῖν παρ' αὐτῆς τὸ θεϊκὸν ὄνομα ἐν ὁράματι. καὶ ἐν τῷ αὐτὸν εὔχεσθαι ἦλθεν εἰς ὕπνον καὶ ἤκουσε τὸ θεϊκὸν ὄνομα ἐν ὁράματι· καὶ οὐκέτι ἀνέστη, ἀλλ' ἐστὶ τὸ λείψανον αὐτοῦ ἕως τῆς νῦν εἰς τὴν Καρίαν, οὕτως ὄντα νεκρὸν δονούμενον· καὶ καθ' ἕκαστον ἔτος ἀνοίγουσι τὴν αὐτοῦ σορὸν ἐν τῇ χώρᾳ ἐκείνῃ, καὶ ὁρῶσι τὸ λείψανον αὐτοῦ δονούμενον νεκρόν, ὡς λέγουσιν. ἅτινα συνεγράψατο Αὐλέας ὁ σοφώτατος· περὶ οὗ, φησί, τὴν σελήνην φιλεῖν τὸν Ἐνδυμίωνα ἱστοριογραφοῦσιν. Ἔστιν οὖν ἀπὸ Ἀβραὰμ ἕως τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ μετὰ Μωσέα ἀπὸ Αἰγύπτου γενεαὶ εʹ, ἔτη υμγʹ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τῆς γενέσεως Μωσέως εἰσὶν ἔτη αυπδʹ. ἀπὸ δὲ Ἀδὰμ ἕως τῆς γεννήσεως Μωσέως εἰσὶν ἔτη δλςʹ. ἔζησε δὲ Μωσῆς ἔτη ρκʹ. καὶ διῴκουν τὸν Ἰσραὴλ μετὰ Μωσῆν Ἰησοῦςὁ τοῦ Ναυὴ καὶ Φινεές. ἀπὸ οὖν Ἀδὰμ ἕως τῆς τελευτῆς Μωσέως καὶ Ἀαρὼν εἰσὶν ἔτη δρνςʹ. Ἐν δὲ τοῖς χρόνοις Ἰησοῦ τοῦ Ναυὴ ἐκ τῆς φυλῆς τοῦ Ἰά 62 φεθ ἐβασίλευσε τῆς Ἀττικῆς χώρας τις ὀνόματι Ὠγύγης, αὐτόχθων, ἔτη λβʹ. καὶ γέγονε κατακλυσμὸς μέγας ἐν τῇ αὐτοῦ βασιλείᾳ, καὶ ἀπώλετο αὐτὸς καὶ πᾶσα ἡ χώρα ἐκείνη καὶ πᾶσα ψυχὴ οἰκοῦσα τὴν χώραν ἐκείνην τῆς Ἀττικῆς καὶ μόνης. καὶ ἔμεινεν ἐξ ἐκείνου ἔρημος καὶ ἀοίκητος ἡ αὐτὴ χώρα ἐπὶ ἔτη σοʹ, καθὼς ἐν τοῖς Ἀφρικανοῦ ἐμφέρεται συγγράμμασιν. Ἐν δὲ ταῖς ἡμέραις τῆς ἐξ Αἰγύπτου μελλούσης γίνεσθαι ἐξόδου τῶν υἱῶν Ἰσραὴλ μετὰ Μωσέως ἐβασίλευσε τῆς τῶν Μολοσσῶν χώρας αὐτόχθων τις ὀνόματι Ἀΐδης· ὃς ἐγάμησε τὴν λεγομένην Μελινδίαν· ἔσχεν ἐξ αὐτῆς θυγατέρα εὐπρεπῆ, ἣν ἐκάλεσε Περσεφόνην· τὰς δὲ εὐμόρφους γυναῖκας οἱ Μολοσσαῖοι τῇ ἰδίᾳ γλώσσῃ κόρας ἐκάλουν. ταύτην δὲ ἔδοξε φιλεῖν ἔρωτι ὁ Περίθους, συγκλητικὸς τοῦ αὐτοῦ Ἀΐδου βασιλέως, νεώτερος ὢν καὶ εὔπορος· καὶ κατὰ σύνταξιν τῆς κόρης ἠβουλήθη νυκτὸς ἁρπάσαι αὐτήν. καὶ γνοὺς τοῦτο ὁ αὐτῆς πατήρ, Ἀΐδης βασιλεύς, ἐθυμώθη· καὶ βουλευόμενος ἐν τῷ λεληθότι ἀμύνασθαι τῷ αὐτῷ Περίθῳ, ἵνα ἄγνοιαν προφασίσηται πρὸς πάντας, ὃν εἶχε ποιμενικὸν κύνα ἄγριον μέγαν, ὃν καὶ Τρικέρβερον ὠνόμαζον διὰ τὸ τριῶν κυνῶν ἔχειν κεφαλὴν καὶ μέγεθος σώματος, ἀπέκλεισεν ἔξω ὅπου ἡ κόρη διῆγε. μετὰ οὖν τὴν τελευτὴν τῆς αὐτῆς μητρός, ἀγνοούσης τοῦτο τῆς κόρης, καὶ τοῦ Περίθου παραγενομένου νυκτὸς καὶ εἰσελθόντος εἰς ἁρπαγὴν τῆς κόρης, ὥρμησεν ὁ κύων καὶ ἀνεῖλεν αὐτόν. ἀκούσασα δὲ καὶ αὐτὴ ἡ κόρη τῆς τα 63 ραχῆς, ἐξῆλθε, καὶ ἐφόνευσε καὶ αὐτὴν ὁ κύων· περὶ ἧς, φησί, λέγουσιν ὅτι Πλούτων ἥρπασε τὴν κόρην· ἅτινα Παλαίφατος ὁ σοφώτατος συνεγράψατο. Ἐν τοῖς χρόνοις δὲ τοῦ Μωσέως ἐβασίλευσε τῶν Ἀσσυρίων Ἐρεχθεύς, τῶν δὲ Αἰγυπτίων ἐβασίλευσε Πετισσώνιος ὁ κωμῳδὸς Φαραώ. οὗτος εἶχε μάγους μεθ' ἑαυτοῦ δυνατούς, τὸν Ἰαννὴν καὶ τὸν Ἰαμβρήν. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐπληθύνθη τὸ γένος τῶν Ἰουδαίων ἐν τῇ Αἰγύπτῳ ἀπὸ τῆς γενεᾶς τοῦ Ἰακὼβ τοῦ ἐλθόντος ἐν Αἰγύπτῳ πρὸς τὸν υἱὸν αὐτοῦ Ἰωσὴφ ἕως Μωσέως ἡγουμένου αὐτῶν καὶ Ἀαρὼν ἀδελφοῦ αὐτοῦ. ὅστις Μωσῆς ἔλαβε γυναῖκα Αἰγυπτίαν, τὴν θυγατέρα Ἰοθόρ, τοῦ ἀρχιερέως τῶν Ἑλλήνων, ἀνδρὸς τιμωμένου ἀπὸ Φαραὼ βασιλέως καὶ τῶν Αἰγυπτίων. ὁ δὲ αὐτὸς Μωσῆς ἦν πεπαιδευμένος πᾶσαν σοφίαν Αἰγύπτου· οἱ δὲ Αἰγύπτιοι ἐφοβοῦντο τοὺς Ἰουδαίους ὡς γενομένους πολλούς, καὶ ἀνήγαγον τῷ Φαραὼ περὶ αὐτῶν, καὶ ἐκέλευσε Φαραὼ βασιλεὺς ποιεῖν τοὺς Ἰουδαίους τοῖς Αἰγυπτίοις ἐργατείας καὶ βάλλειν πλίνθους ἀνάγκῃ. εἴ τις οὖν ἐὰν ἐβούλετο τῶν Αἰγυπτίων κτίσαι εἴτε οἶκον εἴτε ἀγρόν, αὐτοὺς ἠνάγκαζε ποιεῖν ἐργατείαν καὶ πλίνθους, καὶ ἐστέναζον κοπιῶντες οἱ Ἰουδαῖοι πάντες. καὶ προσεσχηκὼς Μωσῆς καὶ ὁ τούτου ἀδελφὸς Ἀαρὼν τὸν ἀναστεναγμὸν τῶν υἱῶν Ἰσραήλ, ηὔξαντο τὸν θεόν· καὶ ἐκέλευσε Μωσεῖ κύριος ὁ θεὸς εἰσελθεῖν πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ εἰπεῖν αὐτῷ, Ἀπόλυσον τὸν λαὸν τοῦ Ἰσραὴλ λα 64 τρεῦσαι αὐτῷ. καὶ λαβὼν Μωσῆς τὸν ἴδιον αὐτοῦ ἀδελφὸν Ἀαρὼν εἰσῆλθε πρὸς Πετισσώνιον Φαραώ, βασιλέα Αἰγύπτου· εἶχε γὰρ παῤῥησίαν, ὡς ἀπὸ τοῦ αὐτοῦ πενθεροῦ Ἰοθόρ, τοῦ ἱερέως τῶν Ἑλλήνων, καὶ ὡς ἡγούμενος τῶν Ἰουδαίων· καὶ ἀνήγγειλεν αὐτῷ τὴν τοῦ θεοῦ κέλευσιν καὶ ὅτι λέγει ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς ἵνα ἀπολύσῃς τὸν λαὸν αὐτοῦ λατρεῦσαι αὐτῷ. ὁ δὲ Φαραὼ ἀκούσας λέγει αὐτῷ, Εἰ ἀληθεύεις ὅτι ὁ θεός σου ἐκέλευσέ σοι εἰπεῖν μοι ταῦτα, ἰδοὺ εἰσὶν Αἰγύπτιοι μετ' ἐμοῦ ποιοῦντες θαύματα. ἐὰν νικήσῃς αὐτοὺς αἰτούμενος τὸν θεόν σου, παρέχω σοι ἅπερ ἐκέλευσέ σοι ὡς λέγεις. καὶ ἔστησεν ἐναντίον ἀλλήλων τὸν Ἰαννὴν καὶ τὸν Ἰαμβρὴν καὶ τὸν Μωσέα καὶ Ἀαρών. καὶἐκάθητο Φαραὼ καὶ οἱ μεγιστᾶνες αὐτοῦ· καὶ ἐποίησαν οἱ περὶ Ἰαννὴν καὶ Ἰαμβρὴν διὰ γοητείας τὴν ῥάβδον αὐτῶν ὄφιν, καὶ ἐπήρχετο τῷ Μωσεῖ. καὶ εὐξάμενος Μωσῆς ἔῤῥιψε καὶ αὐτὸς ἣν κατεῖχε ῥάβδον εἰς τὴν γῆν· καὶ ἐγένετο καὶ ἡ αὐτοῦ ῥάβδος ὄφις μέγας πάνυ, καὶ κατέπιε τὸν ὄφιν ὃν ἐποίησαν Ἰαννὴς καὶ Ἰαμβρής· καὶ ἐνίκησε Μωσῆς, καὶ ἐθαύμασεν ὁ βασιλεὺς καὶ πάντες. ὁμοίως δὲ καὶ ποταμὸν ὑδάτων διαυγεστάτων ἐποίησαν ὁ Ἰαννὴς καὶ Ἰαμβρὴς γενέσθαι αἷμα παρουσίᾳ τοῦ βασιλέως καὶ πάντων. καὶ ηὔξατο Μωσῆς, καὶ πάλιν ἐγένετο ὕδατα καθαρὰ τὰ τοῦ ποταμοῦ ῥεύματα, ὡς ἦν πρώην. ἐποίησαν δὲ καὶ ἄλλα τινὰ κατέναντι ἀλλήλων· καὶ ἐνίκησεν αὐτοὺς Μωσῆς. 65 καὶ λέγει τῷ Φαραὼ Μωσῆς, Ἰδοὺ εἶδες τὴν δύναμιν τοῦ θεοῦ Ἰσραήλ. ἀπόλυσον ἡμᾶς, ἵνα αὐτῷ λατρεύσωμεν. ὁ δὲ Φαραὼ συντασσόμενος αὐτῷ ἀνεβάλλετο· καὶ ηὔξατο Μωσῆς τὸν θεὸν ὥστε πέμψαι αὐτῷ πληγὰς καὶ τοῖς Αἰγυπτίοις, ἵνα ἀναγκασθῇ ὁ βασιλεὺς αὐτῶν ἀπολῦσαι τὸν Ἰσραήλ. καὶ ἔπεμψεν ὁ θεὸς Ἰσραὴλ ἑπτάπληγον ὀργήν, ὥστε τὸν βασιλέα παρακαλέσαι τὸν Μωσέα καὶ εἰπεῖν αὐτῷ ὅτι Εὖξαι τῷ θεῷ σου ἵνα ῥυσθῇ ἡ χώρα αὕτη τῶν τοσούτων κακῶν, καὶ ζῇ κύριος ὁ θεός σου, οὐ κωλύσω σε λαβεῖν τὸν λαόν σου τὸν Ἰσραὴλ εἰς τὸ λατρεῦσαι ὑμᾶς αὐτῷ. ταῦτα δὲ ἐν ταῖς Ἑβραϊκαῖς ἐμφέρεται γραφαῖς. ὁ δὲ Μωσῆς ἀκούσας ταῦτα παρὰ τοῦ βασιλέως, ἐξῆλθεν εὔξασθαι τῷ θεῷ Ἰσραήλ, καὶ εἶπε τοῖς Ἰουδαίοις, Ἀπέλυσεν ὑμᾶςπάντας ὁ βασιλεὺς ἐξελθεῖν λατρεῦσαι τῷ θεῷ. ὁ δὲ Πετισσώνιος Φαραὼ βασιλεὺς εὐθέως ἀπῆλθεν ἐν τῇ Μέμφῃ εἰς τὸ μαντεῖον τὸ περιβόητον· καὶ ποιήσας θυσίαν ἐπηρώτα τὴν Πυθίαν λέγων, Σαφήνισόν μοι τίς ἐστιν πρῶτος ὑμῶν καὶ μέγας θεὸς τοῦ Ἰσραήλ; καὶ ἐδόθη αὐτῷ χρησμὸς οὗτος. Ἔστι κατ' οὐρανοῖο μεγάλοιο βεβηκὸς φλογὸς ὑπερβάλλον αἴθριον, ἀέναον, ἀθάνατον πῦρ, ὃ τρέμει πᾶν, οὐρανός, γαῖά τε καὶ θάλασσα, ταρτάριοί τε βύθιοι δαίμονες ἐῤῥίγησαν. οὗτος ὁ θεὸς αὐτοπάτωρ, 66 ἀπάτωρ, πατὴρ υἱὸς αὐτὸς ἑαυτοῦ, τρισόλβιος· εἰς μικρὸν δὲ μέρος ἀγγέλων ἡμεῖς. μαθὼν ἄπιθι σιγῶν. Ὁ δὲ βασιλεὺς Φαραὼ ἀκούσας ταῦτα παρὰ τῆς μαντείας, ἐκέλευσε πλάκα λιθίνην γλυφῆναι τὰ παρὰ τοῦ χρησμοῦ δοθέντα αὐτῷ ῥήματα· ἅτινα ἕως τῆς νῦν ἐγγέγραπται ἐν τῇ πλακὶ γλυφέντα ἄνω ἐν τῷ ἱερῷ Μέμφης, ὅθεν ὁ Νεῖλος ποταμὸς πορεύεται. ὁ δὲ βασιλεὺς Φαραὼ ἀπὸ τοῦ μαντείου κατελθὼν εὐθέως ἀπέλυσε τὸν Ἰσραὴλ καὶ Μωσέα καὶ Ἀαρών. καὶ ἐξῆλθεν ὁ λαὸς τῶν Ἰουδαίων ἐξ Αἰγύπτου ἅπας, καὶ ἔλαβον ὡς ἐν χρήσει ἀπὸ τῶν Αἰγυπτίων γυναικῶν καὶ ἀνθρώπων κόσμια καὶ ἄργυρον ἄπειρον. καὶ μετὰ τὸ ἐξελθεῖν αὐτοὺς μετεμελήθη Φαραώ, ὁ βασιλεὺς Αἰγύπτου, διδαχθεὶς ὅτι καὶ κόσμια καὶ ἄργυρον καὶ χρήματα ἐχρήσαντο καὶ ἔφυγαν. καὶ κατεδίωξεν αὐτοὺς μετὰ τῶν ἁρμάτων αὐτοῦ καὶ πάσης τῆς ἐνόπλου δυνάμεως· καὶ κατέφθασεν αὐτοὺς παρὰ τὴν θάλασσαν. καὶ στραφέντες οἱ Ἰσραηλῖται, καὶ ἑωρακότες τὸν βασιλέα Φαραὼ καὶ τὸν στρατὸν αὐτοῦ ὄπισθεν ἐρχόμενον καὶ τὴν θάλασσαν ἔμπροσθεν ἑαυτῶν, ἀνεβόησαν κραυγῇ μεγάλῃ πρὸς τὸν θεόν· καὶ ὁ προηγούμενος Μωσῆς τὸν λαὸν ἔκρουσε τῇ ῥάβδῳ τοῖς θαλασσίοις ὕδασι, καὶ ἐγένετο ξηρά, καὶ ἐβάδιζον. καὶ ἀπομείνας Μωσῆς ὄπισθεν τοῦ λαοῦ παντὸς καὶ στραφεὶς εἰς τὰ ὀπίσω αὐτοῦ, ἔκρουσε πάλιν τῇ ῥάβδῳ εἰς τὴν ξηρὰν γῆν, καὶ ἐγένετο θάλασσα κυμαινομένη. καὶ κατεποντί 67 σθη ὁ Πετισσώνιος Φαραώ, ὁ βασιλεὺς τῶν Αἰγυπτίων, ἐν τῇ θαλάσσῃ καὶ τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαι αἱ δυνάμεις αὐτοῦ, καὶ πόντου κύματα ἐκάλυψεν αὐτὸν καὶ τοὺς μετ' αὐτοῦ. τὸν δὲ λαὸν τῶν Ἰουδαίων μετὰ Μωσέως καὶ Ἀαρὼν διέσωσεν ὁ κύριος βαδίζοντας ἐν θαλασσίοις κύμασιν ὡς ἐν ξηρᾷ γῇ, ἐξ Αἰγύπτου φεύγοντα μετὰ χιλιάδων χλʹ, καθὼς καὶ ὁ αὐτὸς Μωσῆς συνεγράψατο ἐν τῇ σοφωτάτῃ αὐτοῦ χρονογραφίᾳ. ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ ΧΡΟΝΩΝ ΒΑΣΙΛΕΙΑΣ ΑΡΓΕΙΩΝ ΧΩΡΑΣ. Τῶν δὲ Ἀργείων μετὰ τὸν Ἴναχον ἐβασίλευσεν ὁ Φορωνεὺς καὶἄλλοι πολλοὶ ἕως τῆς βασιλείας Λυγκέως τοῦ ἀγαγομένου τὴν Ὑπερμνήστραν γυναῖκα τῶν Δαναοῦ θυγατέρων. ὅστις Λυγκεὺς πολεμήσας τῷ Δαναῷ βασιλεῖ τοῦτον ἐφόνευσε καὶ ἔλαβε τὴν βασιλείαν καὶ τὴν θυγατέρα αὐτοῦ, καθὼς Ἀρχίλοχος ὁ σοφώτατος συνεγράψατο. καὶ μετὰ τὴν βασιλείαν Λυγκέως ἐβασίλευσε Τριόπας ἐν τῇ Ἀργείων χώρᾳ ἔτη εʹ. καὶ τῷ αὐτῷ πέμπτῳ ἔτει τῆς βασιλείας αὐτοῦ κατελύθη ἡ βασιλεία τῶν Ἀργείων, καὶ κατέσχον τὴν βασιλείαν αὐτῶν οἱ Σικυώνιοι. κατέσχεν οὖν ἡ βασιλεία, ἤτοι τοπαρχία, τῶν Ἀργείων ἔτη φμθʹ, καθὼς καὶ Διόδωρος ὁ σοφώτατος συνεγράψατο. τῶν δὲ Σικυωνίων τῶν νυνὶ λεγομένων Ἑλλαδικῶν ἐβασίλευσε πρῶτος ὁ Αἰγιαλεὺς ἔτη νβʹ, 69 καὶ λοιπὸν ἄλλοι βασιλεῖς κςʹ ἕως Ζευξίππου τοῦ βασιλεύσαντος αὐτῶν ἔτη λβʹ. καὶ λοιπὸν οἱ ἱερεῖς αὐτῶν ἐδιοίκουν τὴν χώραν, καὶ κατέσχεν ἡ βασιλεία αὐτῶν ἔτη Ϡπεʹ, καθὼς Ἀφρικανὸς ὁ σοφώτατος συνεγράψατο. Ἡ δὲ δύσις, ὅ ἐστι τὰ ἐπὶ τὴν Ἰταλίαν, ἦν τότε ἀβασίλευτος, διοικουμένη δὲ ἀπὸ τῶν υἱῶν Πίκου τοῦ καὶ Διὸς καὶ τοῦ γένους αὐτῶν. ἐν οἷς χρόνοις ἐτελεύτησε Μωσῆς καὶ Ἀαρὼν ἐν τῇ ἐρήμῳ· καὶ ἐδιοίκει τὸν Ἰσραὴλ Ἰησοῦς ὁ τοῦ Ναυή, ὡς προείρηται. ὅστις πολεμῶν παρέλαβε τὴν Ἰεριχὼ καὶ τὴν ἀνωτέρω εἰρημένην πόλιν Ἱερουσαλήμ, ἥντινα μετεκάλεσεν ὁ αὐτὸς Ἰησοῦς, υἱὸς Ναυή, Ἰεβοῦν. αὐτὸς δὲ παραλαβὼν τὴν χώραν ᾤκησε τὴν λεγομένην πόλιν Συχέμ, μετακαλέσας αὐτὴν Νεάπολιν. καὶ μετὰ τὴν τελευτὴν Ἰησοῦ, υἱοῦ Ναυή, τοῦ ποιήσαντος περᾶσαι τὸν λαὸν τῶν Ἰουδαίων τὸν Ἰορδάνην ποταμὸν κατὰ κέλευσιν θεοῦ καὶ ἐλθεῖν ἐπὶ τὴν τῆς Παλαιστίνης χώραν καὶ σάλπιγγι μυστικῇ λῦσαι τὰ τείχη Ἰεριχώ, μετὰ δὲ τοῦτον ἡγεῖτο τοῦ Ἰσραὴλ Φινεές· μετὰ δὲ Φινεὲς ἐδιῴκουν τὸν Ἰσραὴλ ιγʹ κριταί, ἐπιλεγέντες ἐκ τοῦ λαοῦ. Ἐν δὲ τοῖς τούτων χρόνοις ἦν παρ' Ἕλλησιν ὁ Προμηθεὺς καὶ ὁ Ἐπιμηθεὺς καὶ ὁ Ἄτλας καὶ ὁ πανόπτης Ἄργος, ὃν ἑκατοντόφθαλμον ἐκάλουν διὰ τὸ περίβλεπτον εἶναι τὸν ἄνδρα καὶ 70 γοργόν, καὶ Δευκαλίων, ὁ υἱὸς Ἕλληνος τοῦ Πίκου. ὁ δὲ Ἄργος αὐτὸς εὗρε τὴν τεχνικὴν ἐπὶ τὰ δυτικὰ μέρη· ὁ δὲ Ἄτλας ἡρμήνευσε τὴν ἀστρονομίαν· διὰ τοῦτο λέγουσιν ὅτι τὸν οὐρανὸν βαστάζει, διότι τὰ οὐρανοῦ ἔχει ἐν τῇ καρδίᾳ αὐτοῦ· ὁ δὲ Προμηθεὺς τὴν γραμματικὴν ἐξεῦρε φιλοσοφίαν· περὶ οὗ λέγουσιν ὅτι ἀνθρώπους ἔπλαττε, καθ' ὃ ἰδιώτας ὄντας ἐποίησεν ἐπιγινώσκειν διὰ φιλοσοφίας καὶ τῷ πρώην χρόνῳ εἰδέναι τὰ συμβάντα· ὁ δὲ Ἐπιμηθεὺς τὴν μουσικὴν ἐξεῦρεν· ὁ δὲ Δευκαλίων τὰ τοῦ κατακλυσμοῦ τοῦ μερικοῦ ἐξέθετο, καθὼς Εὐσέβιος ὁ Παμφίλου ὁ σοφώτατος συνεγράψατο. Μετὰ δὲ τὸ ἀποθανεῖν τοὺς κριτὰς τῶν Ἰουδαίων ἡγεῖτο τοῦ λαοῦ Βαρὰχ ὁ τοῦ Ἀβινοέμ. ἦν δέ τις γυνὴ προφῆτις ὀνόματι Δεββῶρα, ἥτις ἔλεγε τοῖς Ἰουδαίοις πάντα τὰ μέλλοντα. Ἐν δὲ τοῖς καιροῖς ἐκείνοις ἦν καὶ παρ' Ἕλλησι μάντις Σίβυλλα· καὶ ἐν αὐτοῖς τοῖς χρόνοις Αἰγυπτίων ἐβασίλευσε Φαραὼ ὁ καὶ Ναραχώ· τῶν δὲ Ἀθηναίων ἐβασίλευσε Κέκροψ τις, ὅστις ἐξ Αἰγύπτου κατήγετο· ἦν δὲ παμμεγέθης, διὸ καὶ διφυῆ αὐτὸν ἐκάλουν. οὗτος δὲ πρῶτος βασιλεὺς ἐγένετο Ἀθηναίων μετὰ τὸν κατακλυσμὸν τῆς Ἀττικῆς· μετὰ δὲ τὸν κατακλυσμὸν τῆς Ἀττικῆς εἰς Ἀθηναίους ἦλθε τὸ βασίλειον. ἢ μόνον δὲ αὐτὸς ἐβασί 71 λευσε Κέκροψ Ἀθηναίων, ἐκέλευσε νομοθετῆσαι τὰς γυναῖκας τὰς ὑπὸ τὴν βασιλείαν αὐτοῦ οὔσας ἐν ᾧ εἰσι παρθένοι γαμεῖσθαι ἑνὶ ἀνδρί· ἅστινας ἐκάλεσε νύμφας ἐν τῇ νομοθεσίᾳ αὐτοῦ διὰ τὸ πηγαῖς ἐοικέναι τὰς παρθένους κόρας, αἳ τίκτουσι καὶ ἀπὸ ἀδήλων πόρων πηγάζουσι γάλα. πρὸ γὰρ τῆς βασιλείας αὐτοῦ πᾶσαι αἱ γυναῖκες τῶν Ἀττικῶν καὶ τῶν Ἀθηναίων καὶ τῆς πλησίον χώρας θηριώδει μίξει ἐμίγνυντο, ἑκάστῳ συγγινόμεναι τῷ ἀρεσκομένῳ αὐταῖς, ἐὰν κἀκείνη ἠβούλετο· καὶ ἐκαλεῖτο ἡ ἁρπαζομένη γυνὴ οὐδενός, ἀλλὰ τοῖς πᾶσι προσήρχοντο, διδοῦσαι ἑαυτὰς εἰς πορνείαν. καὶ ὅσας ἠβουλήθη τις κρατῆσαι αὐτὰς ἡμέρας, κατ' οἶκον παρέμενον αὐτῷ τρεφόμεναι· καὶ εἰ ἤθελε, πάλιν ἀπέλυσεν αὐτὴν τοῖς βουλομένοις. τοῦτο ἀπὸ τῆς Ἀττικῆς εἴρχθη, τὸ μὴ ἀναγκάζεσθαι αὐτὰς συνεῖναι ἀνδρὶ πρὸς ὃν βούλονται· οὐδεὶς οὖν ᾔδει τίς ἦν υἱὸς ἢ θυγάτηρ, καὶ ἐδίδου τὸ τεχθὲν ᾧ ἠβούλετο ἀνδρὶ συμμιγέντι αὐτῇ, εἴτε ἄῤῥεν εἴτε θῆλυ ἔτεκε, καὶ ἔχαιρον δεχόμενοι. ὁ δὲ Κέκροψ ἐκ τῆς Αἰγύπτου καταγόμενος ἐξεφώνησε τὸν νόμον τοῦτον, εἰρηκὼς ὅτι ἡ Ἀττικὴ χώρα διὰ τοῦτο ἀπώλετο. καὶ λοιπὸν ἐσωφρόνησαν πᾶσαι, καὶ ἀνδράσιν ἐζεύγνυον ἑαυτὰς αἱ ἄγαμοι παρθένοι, ἡ δὲ πορνευθεῖσα ἐγαμεῖτο ἑνὶ ᾧ ἠβούλετο ἀνδρί· καὶ ἐθαύμασαν οἱ Ἀθηναῖοι τὸν τοῦ βασιλέως νόμον· ὡς δὲ καί τινες ἐξέθεντο ὅτι διὰ τοῦτο αὐτὸν οἱ Ἀθηναῖοι εἶπαν διφυῆ, ὅτι ἐξευγένισε τὰ τέκνα τοῦ εἰδέναι τοὺς ἑαυτῶν γονεῖς. ἐβασίλευσε δὲ ὁ Κέκροψ τῶν Ἀθη 72 ναίων ἔτη νʹ, καὶ μετ' αὐτὸν ἐβασίλευσε Κραναὸς ἔτη θʹ. ἐν ἐκείνοις δὲ τοῖς χρόνοις Σαπφὼ πρώτη μουσικὴ ἐγνωρίζετο. καὶ μετὰ Κραναὸν ἐβασίλευσε Φορωνεὺς καὶ ἄλλοι ἕως Κοδρῶνος, βασιλεύσαντος αὐτῶν ἔτη καʹ. κατέσχεν οὖν ἡ βασιλεία αὐτῶν ἔτη υςβʹ. Ἐν δὲ τοῖς χρόνοις τῶν ἀρχόντων ἐνομοθέτει Ἀθηναίους πρῶτος ὀνόματι Δράκων, καὶ μετ' αὐτὸν Σόλων, καὶ ἔλυσε τοὺς νόμους Δράκοντος Σόλων. καὶ πάλιν ἐνομοθέτησε Θαλῆς ὁ Μιλήσιος. καὶ πάλιν ἐβασίλευσεν αὐτῶν πρῶτος Αἰσχύλος ἔτος καʹ, καὶ μετὰ Αἰσχύλον ἐβασίλευσεν αὐτῶν Ἀκμαίων ἔτη δύο· περὶ οὗ Εὐριπίδης ὁ σοφώτατος δρᾶμα ἐξέθετο. καὶ μετὰ Ἀκμαίοντα ἐβασίλευσαν αὐτῶν ἄλλοι ιηʹ ἕως Ἀρεξίωνος, ὃς ἐβασίλευσεν αὐτῶν ἔτη ιβʹ. καὶ κατελύθη ἡ βασιλεία τῶν Ἀθηναίων, κρατήσασα ἔτη Ϡζʹ, καθὼς Ἀφρικανὸς ὁ σοφώτατος χρονογράφος ἐξέθετο. Μετὰ δὲ βραχὺ ἡγήσατο τοῦ Ἰσραὴλ Γεδεών. ἐν αὐτῷ δὲ τῷ χρόνῳ ἦν Ὀρφεὺς ὁ Θρᾴξ, ὁ λυρικὸς Ὀδρυσαῖος, ὁ σοφώτατος καὶ περιβόητος ποιητής· ὅστις ἐξέθετο θεογονίαν καὶ κόσμου κτίσιν καὶ ἀνθρώπων πλαστουργίαν, εἰρηκὼς ἐν τῇ ἀρχῇ τοῦ συντάγματος αὐτοῦ ὅτι ἐκ τῆς ἰδίας αὐτοῦ ἐνθυμήσεως οὐκ ἐξέθετό τί ποτε περὶ θεοῦ ἢ τῆς κοσμικῆς κτίσεως, ἀλλ' εἶπεν ὅτι 73 αἰτησαμένου διὰ ἰδίας αὐτοῦ εὐχῆς μαθεῖν παρὰ τοῦ Φοίβου Τιτᾶνος ἡλίου τὴν θεογονίαν καὶ τὴν τοῦ κόσμου κτίσιν καὶ τίς ἐποίησεν αὐτήν. ἐμφέρεται γὰρ ἐν τῇ αὐτοῦ ἐκθέσει διὰ ποιητικῶν στίχων οὕτως. Ὦ ἄναξ, Λητοῦς υἱέ, ἑκατηβόλε, Φοῖβε κραταιέ, ὦ δέσποτα, ἡμέρας υἱέ, ὁ τὰ πάντα πόῤῥωθεν ταῖς ἀκτῖσί σου τοξεύων, ἀμίαντε καὶ δυνατέ, πανδερκές, θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσων, ὁ τὰ πάντα ἐπιβλέπων, θνητῶν καὶ ἀθανάτων βασιλεύων, Ἥλιε χρυσέαισιν ἀειρόμενε πτερύγεσσιν, Ἥλιε τιμίαις εἰς τὸν ἀέρα ὑψούμενε πτέρυξι, δωδεκάτην δὴ τήνδε παρὰ σεῖο ἔκλυον ὀμφήν, δωδεκάτην δὴ ταύτην παρά σου ἤκουσα θείαν φωνήν, σεῖο φαμένου, σὲ δ' αὐτόν, ἑκηβόλε, μάρτυρα θείην. σοῦ εἰρηκότος μοι, σὲ δ' αὐτὸν τὸν ἀπὸ μακρόθεν λάμποντα τίθημι. καὶ ἄλλους δὲ πολλοὺς περὶ τούτου εἶπε στίχους ὁ αὐτὸς Ὀρφεύς· ἔφρασε δὲ ὡς ἐκ τῶν προειρημένων στίχων ποιητικῶν ἐξέθετο· καὶ οὐκ ἐνεδέχετο ἐντάξαι τὸ πλῆθος τῶν στίχων 74 ἐν τῇ συγγραφῇ ταύτῃ. ἔστι δὲ ἅπερ ἐξέθετο Ὀρφεὺς ταῦτα. ὅτι ἐξ ἀρχῆς ἀνεδείχθη τῷ χρόνῳ ὁ αἰθὴρ ἀπὸ τοῦ θεοῦ δημιουργηθείς, καὶ ἐντεῦθεν κἀκεῖθεν τοῦ αἰθέρος ἦν χάος, καὶ νὺξ ζοφερὰ πάντα κατεῖχε καὶ ἐκάλυπτε τὰ ὑπὸ τὸν αἰθέρα, σημαίνων τὴν νύκτα πρωτεύειν, εἰρηκὼς ἐν τῇ αὐτοῦ ἐκθέσει ἀκατάληπτόν τινα καὶ πάντων ὑπέρτατον εἶναι, καὶ προγενέστερον δὲ καὶ δημιουργὸν ἁπάντων καὶ τοῦ αἰθέρος αὐτοῦ καὶ τῆς νυκτὸς καὶ πάσης τῆς ὑπὸ τὸν αἰθέρα οὔσης καὶ καλυπτομένης κτίσεως· τὴν δὲ γῆν εἶπεν ὑπὸ τοῦ σκότους ἀόρατον οὖσαν· ἔφρασε δὲ ὅτι τὸ φῶς ῥῆξαν τὸν αἰθέρα ἐφώτισε τὴν γῆν καὶ πᾶσαν τὴν κτίσιν, εἰπὼν ἐκεῖνο εἶναι τὸ φῶς τὸ ῥῆξαν τὸν αἰθέρα τὸ προειρημένον, τὸ ὑπέρτατον πάντων, οὗ ὄνομα ὁ αὐτὸς Ὀρφεὺς ἀκούσας ἐκ τῆς μαντείας ἐξεῖπε, Μῆτιν, Φάνητα, Ἐρικεπαῖον· ὅπερ ἑρμηνεύεται τῇ κοινῇ γλώσσῃ βουλή, φῶς, ζωοδοτήρ· εἰπὼν ἐν τῇ αὐτοῦ ἐκθέσει τὰς αὐτὰς τρεῖς θείας τῶν ὀνομάτων δυνάμεις μίαν εἶναι δύναμιν καὶ κράτος τοῦ μόνου θεοῦ, ὃν οὐδεὶς ὁρᾷ, ἧστινος δυνάμεως οὐδεὶς δύναται γνῶναι ἰδέαν ἢ φύσιν· ἐξ αὐτῆς δὲ τῆς δυνάμεως τὰ πάντα γεγενῆσθαι, καὶ ἀρχὰς ἀσωμάτους καὶ ἥλιον καὶ σελήνην, ἐξουσίας καὶ ἄστρα πάντα καὶ γῆν καὶ θάλασσαν, τὰ ὁρώμενα ἐν αὐτοῖς πάντα καὶ τὰ ἀόρατα. τὸ δὲ τῶν ἀνθρώ 75 πων γένος εἶπεν ὑπ' αὐτοῦ τοῦ θεοῦ πλασθέντα ἐκ γῆς καὶ ψυχὴν ὑπ' αὐτοῦ λαβόντα λογικήν, καθὼς Μωσῆς ὁ πάνσοφος ἐξέθετο ταῦτα. ὁ δὲ αὐτὸς Ὀρφεὺς ἐν τῇ αὐτοῦ βίβλῳ συνέταξεν ὅτι διὰ τῶν αὐτῶν τριῶν ὀνομάτων, μιᾶς δὲ θεότητος, τὰ πάντα ἐγένετο, καὶ αὐτός ἐστι τὰ πάντα. Περὶ δὲ τοῦ ταλαιπώρου γένους τῶν ἀνθρώπων ὁ αὐτὸς Ὀρφεὺς ἐξέθετο ποιητικῶς στίχους πολλούς, ὧν μέρος εἰσὶν οὗτοι. θῆρές τε οἰωνοί τε βροτῶν τ' ἀλιτήρια φῦλα, ἑρμηνεία. θηρία, ὄρνεά τε, τῶν ἀνθρώπων τὰ καταναλισκόμενα ἔθνη, ἄχθεα γῆς, εἴδωλα τετυγμένα, μὴ διὰ μηδὲν ἑρμηνεία. τὸ βάρος τῆς γῆς, εἶδος κατεσκευασμένον, μηδὲ διὰ τί ἐγεννήθησαν μηδὲ διὰ τί ἀποθνήσκουσιν εἰδότες, οὔτε κακοῖο προσερχομένοιο νοῆσαι γινώσκοντες. ἑρμηνεία. οὔτε κακοῦ ἐρχομένου κατ' αὐτῶν αἰσθανόμενοι, φράδμονες, οὔτε ποῖον μάλ' ἀποστρέψαι κακότητος ἀσφαλίσασθαι, οὔτε ἀπὸ μακρόθεν πολὺ ἀποστρέψαι ἐκ τοῦ κακοῦ, οὔτε ἀγαθοῦ παρεόντος ἐπιστρέψαι καὶ εἶρξαι 76 οὔτε ἀγαθοῦ ἐρχομένου ὑποστρέψαι ἐκ τοῦ κακοῦ καὶ κρατῆσαι καλὸν ἴδριες, ἀλλὰ μάτην ἀδαήμονες, ἀπρονόητοι. ἔμπειροι. ἑρμηνεία. ἀλλ' ὡς ἔτυχεν ἅμα ἀμαθεστάτως φέρονται, μηδὲν προεννοούμενοι. καὶ ἄλλους δὲ πολλοὺς στίχους ἐξέθετο ὁ αὐτὸς σοφώτατος Ὀρφεύς. ταῦτα δὲ πάντα ἐξέθετο ὁ σοφώτατος Τιμόθεος χρονογράφος, λέγων τὸν αὐτὸν Ὀρφέα πρὸ τοσούτων χρόνων εἰπόντα τριάδα ὁμοούσιον δημιουργῆσαι τὰ πάντα. Μετὰ δὲ Γεδεὼν ἡγεῖτο τοῦ Ἰσραὴλ Θῶλας. ἐν δὲ τοῖς καιροῖς τοῦ Θῶλα ἦν ἐν τῇ Φρυγίᾳ χώρᾳ Μαρσύας ὁ φιλόσοφος, ὅστις ἐφεῦρε διὰ μουσικῆς αὐλοὺς ἀπὸ καλάμων. καὶ ἀπενοεῖτο ἀποθεῶν ἑαυτὸν καὶ λέγων, Εὗρον τροφὴν ἀνθρώποις διὰ τοῦ μέλους τῶν μουσικῶν καλάμων. ᾤκει δὲ ὁ αὐτὸς Μαρσύας εἰς τοὺς ἰδίους ἀγροὺς τὸν ἅπαντα χρόνον· ὅστις Μαρσύας θεοχολωτηθεὶς ἐξέστη τοῦ ἰδίου νοός, καὶ παραφρονήσας ἔῤῥιψεν ἑαυτὸν εἰς τὸν ποταμὸν καὶ ἀπώλετο· ὅντινα ποταμὸν οἱ τῆς αὐτῆς χώρας Μαρσύαν καλοῦσιν ἕως τῆς νῦν. περὶ οὗ ἱστοροῦσιν οἱ ποιηταὶ ὅτι πρὸς ἔριν τοῦ Ἀπόλλωνος ἦλθε· τοῦτο λέγουσι, φησίν, ὅτι οὗτος βλασφημήσας ἐξέστη τοῦ ἰδίου νοὸς καὶ ἐφονεύθη, καθὰ καὶ ὁ σοφώτατος Νίνος συνεγράψατο. καὶ ὁ σοφώ 77 τατος δὲ Λουκιανὸς ἐμνημόνευσε τῆς ἱστορίας ταύτης, ὅστις εἶπεν αὐτὸν ἀπὸ Κολχίδος εἶναι. Ἐν δὲ τοῖς καιροῖς τοῦ Θῶλα ἦν Ἡρακλῆς ὁ ἥρως καὶ οἱ Ἀργοναῦται οἱ περὶ Ἰάσονα τὸν Θεσσαλὸν καὶ Κάστορα καὶ Πολυδεύκην καὶ Ὕλαν καὶ Τελαμῶνα καὶ τοὺς λοιπούς. οἵτινες ἀνιόντες τὸν Ἑλλήσποντον ἐπολεμήθησαν ἐξαίφνης ὑπὸ Κυζίκου, βασιλέως τῆς Ἑλλησπόντου. καὶ συγκρούσαντες ναυμαχίᾳ ἐφόνευσαν τὸν Κύζικον βασιλέα· καὶ εἰσελθόντες νυκτὸς παρέλαβον τὴν Κύζικον, μητρόπολιν τῆς Ἑλλησπόντου ἐπαρχίας. καὶ μεμαθηκότες ἀπὸ τῶν πολιτῶν καὶ τῶν συγκλητικῶν ὅτι Κύζικός ἐστιν ὁ σφαγεὶς παρ' αὐτῶν, ἐπένθησαν δι' αὐτόν, ὅτι συγγενὴς αὐτῶν ὑπῆρχε καὶ ἐκ τῆς αὐτῶν χώρας ἔφερε τὸ γένος. καὶ ᾔτουν συγγνώμην τῇ τῶν ἀμφοτέρων ἀγνοίᾳ, καὶ ἀπολογησάμενοι πρὸς τούτους ἔκτισαν ἐν τῇ αὐτῇ Κυζίκῳ πόλει μετὰ τὴν νίκην ἱερόν. καὶ ἀπελθόντες οἱ Ἀργοναῦται εἰς τὸ μαντεῖον, ἔνθα λέγεται τὰ Πύθια θερμά, καὶ ποιήσαντες θυσίαν ἐπηρώτησαν λέγοντες ταῦτα. Προφήτευσον ἡμῖν, προφῆτα, Τιτάν, Φοῖβε Ἄπολλον, τίνος ἔσται δόμος οὗτος, εἰ τί δὲ ἔσται; καὶ ἐδόθη αὐτοῖς χρησμὸς παρὰ τῆς Πυθίας οὗτος. Ὅσα μὲν πρὸς ἀρετὴν καὶ κόσμον ὄρωρε ποιεῖτε. ἐγὼ δὲ ἐφετμέω τρεῖν ἕνα μοῦνον ὑψιμέδοντα θεόν, οὗ λόγος ἄφθιτος ἐν ἀδαεῖ κόρῃ ἔγκυος ἔσται. οὗτος ὥσπερ τόξον πυριφόρον μέσον διαδραμὼν ἅπαντα κόσμον, 78 ζωγρεύσας πατρὶ προσάξει δῶρον. αὐτῆς ἔσται δόμος, Μαρία δὲ τοὔνομα αὐτῆς. καὶ γράψαντες τὸν χρησμὸν οἱ ἥρωες ἐν λίθῳ, ἤτοι μαρμάρῳ, χαλκέοις γράμμασιν, ἔθηκαν εἰς τὸ ὑπέρθυρον τοῦ ναοῦ, καλέσαντες τὸν οἶκον Ῥέας μητρὸς θεῶν. ὅστις οἶκος μετὰ χρόνους πολλοὺς ἐγένετο ἐκκλησία τῆς ἁγίας καὶ θεοτόκου Μαρίας ὑπὸ Ζήνωνος βασιλέως. Οἱ δὲ Ἀργοναῦται ἐκ τῆς Ἑλλησπόντου ἐξορμήσαντες κατέπλευσαν ἐπὶ τὰς Πριγκιπίους νήσους· κἀκεῖθεν ἀνῆλθον τὸν Χαλκηδόνος πλοῦν, περᾶσαι βουλόμενοι τὸν ἀνάπλουν τῆς Ποντικῆς θαλάσσης. καὶ ἐπολεμήθησαν πάλιν ὑπὸ τοῦ Ἀμύκου καὶ φοβηθέντες τοῦ ἀνδρὸς τὴν δύναμιν κατέφυγον ἐν κόλπῳ τινὶ κατάλσῳ, δασυτάτῳ πάνυ καὶ ἀγρίῳ· καὶ ἐθεάσαντο ἐν ὀπτασίᾳ δύναμίν τινα ὡς ἐκ τοῦ οὐρανοῦ προσπελάσασαν πρὸς αὐτοὺς ἀνδρὸς φοβεροῦ φέροντος τοῖς ὤμοις πτέρυγας ὡς ἀετοῦ, ὅστις ἐχρημάτισεν αὐτοῖς τὴν κατὰ τοῦ Ἀμύκου νίκην. οἵτινες θαῤῥήσαντες συνέβαλον τῷ Ἀμύκῳ· καὶ νικήσαντες αὐτὸν καὶ εὐχαριστοῦντες ἔκτισαν ἐν τῷ αὐτῷ τόπῳ ὅπου τὴν δύναμιν ἑωράκασιν ἱερόν, στήσαντες ἐκεῖ ἐκτύπωμα τῆς παρ' αὐτῶν θεαθείσης δυνάμεως, καλέσαντες τὸν αὐτὸν τόπον ἢ τὸ ἱερὸν αὐτὸ Σωσθένην, διότι ἐκεῖ φυγόντες ἐσώθησαν· ὅστις τόπος οὕτως κέκληται ἕως τῆς νῦν. ὅπερ ἱερὸν μετὰ τὸ βασιλεῦσαι Βυζάντιον ἐθεάσατο 79 ἀπελθὼν ἀσφαλίσασθαι αὐτὸ Κωνσταντῖνος ὁ μέγας βασιλεύς· ὃς γενόμενος χριστιανός, καὶ τῷ ἐκτυπώματι τῆς στήλης προσεσχηκὼς τῷ ἑστῶτι ἐκεῖ, εἶπεν ὅτι ἀγγέλου σημεῖον σχήματι μοναχοῦ παρὰ τοῦ δόγματος τῶν χριστιανῶν. καὶ ἐκπλαγεὶς ἐπὶ τῷ τόπῳ καὶ τῷ κτίσματι, καὶ εὐξάμενος γνῶναι ποίας ἐστὶ δυνάμεως ἀγγέλου τὸ ἐκτύπωμα, παρεκοιμήθη τῷ τόπῳ. καὶ ἀκούσας ἐν ὁράματι τὸ ὄνομα τῆς δυνάμεως, εὐθέως ἐγερθεὶς ἐκόσμησε τὸν τόπον, ποιήσας κατὰ ἀνατολὰς εὐχήν. καὶ ἐπωνόμασε τὸ εὐκτήριον, ἤτοι τὸν τόπον, τοῦ ἁγίου ἀρχαγγέλου Μιχαήλ. Οἱ δὲ Ἀργοναῦται μετὰ τὴν νίκην τοῦ Ἀμύκου ἐκεῖθεν ἐξορμήσαντες ἐπὶ τὴν Ποντικὴν ἀνέπλευσαν διὰ τὸ χρύσεον δέρας. οἵτινες ἔλαβον αὐτὸ καὶ τὴν Μήδειαν, τὴν τοῦ Ἀέτου θυγατέρα, βασιλέως τῆς Σκυθίας, ἀπὸ Κολχίδος χώρας· ὅθεν ἱστορεῖται τὰ κατὰ Ἰάσονα καὶ Γλαύκην, τοῦ Κρέοντος θυγατέρα, βασιλέως τῆς Θεσσαλίας, τὴν καὶ ἐμπρησθεῖσαν ἐκ συμβάντος τινὸς ἅμα τῷ πατρὶ ἐν τοῖς ὑμεναίοις, καὶ τὰ ἄλλα τῆς ἱστορίας, ἅτινα ὁ σοφώτατος Ἀπολλώνιος ὁ ἱστορικὸς συνεγράψατο. Μετὰ δὲ Θῶλαν ἡγεῖτο τοῦ Ἰσραὴλ Αἰγλὼμ ὁ Ζαβουλωνίτης· ἐν ἐκείνοις δὲ τοῖς χρόνοις ἦν παρ' Ἕλλησι μάντις ἄλλη, Σίβυλλα ἡ Ἐρυθραία. ἐν οἷς χρόνοις ἐβασίλευσε τῆς Φρυγίας ὁ Τρῶος, ὃς ἐγένετο πατὴρ Ἰλίου καὶ Γανυμήδους. οὗτος ἔκτισε πόλεις δύο, τὴν Τροίαν εἰς ὄνομα ἴδιον καὶ τὸ Ἴλιον εἰς 80 ὄνομα Ἰλίου τοῦ μείζονος αὐτοῦ υἱοῦ. ὅστις πληρώσας τὰ τείχη τῶν πόλεων, τοὺς τοπαρχοῦντας, ἤτοι βασιλεύοντας, τῆς Εὐρώπης χώρας πάντας προετρέψατο δίχα τοῦ Ταντάλου, βασιλέως τῆς Μυκηναίων χώρας. καὶ πρὸς τοῦτο ἐλυπήθη ὁ Τάνταλος, καὶ ἔσχεν ἔχθραν μεγάλην πρὸς αὐτόν· ἦν δὲ ταξάμενος ὁ Τρῶος πρὸ τοῦ ἄρχεσθαι κτίζειν τὰς πόλεις δῶρα πέμπειν καὶ θυσίας ποιεῖν ἐν τῷ ἱερῷ τοῦ Διὸς τοῦ εἰς τὴν Εὐρώπην χώραν. ὅστις πληρώσας τὰ τείχη μετὰ δύο ἔτη ἔπεμψε τὸν ἴδιον αὐτοῦ ἀδελφὸν τὸν μικρότερον, τὸν λεγόμενον Γανυμήδην, ὃν ἠγάπα, ὡς εὐπρεπῆ καὶ μικρότερον, εἰς τὸ ἀπενέγκαι τὰ δῶρα εἰς τὸ ἱερὸν τοῦ Διὸς καὶ πληρῶσαι τὴν θυσίαν τοῦ τάγματος, δεδωκὼς αὐτῷ ἄνδρας νʹ. καὶ ἀντιπεράσας τὴν θάλασσαν ἀπήρχετο ἐπὶ τὸ ἱερὸν τοῦ Διός. μαθὼν δὲ ὁ Τάνταλος, νομίσας ὅτι κατασκοπῆσαι ἦλθε τὴν Εὐρώπην χώραν, ἔπεμψε πολλοὺς ὡπλισμένους, καὶ ἥρπασαν τὸν Γανυμήδην πρὸ τοῦ φθάσαι τὸ ἱερὸν καὶ τοὺς μετ' αὐτοῦ. ὁ δὲ Γανυμήδης ἐκ τῆς δειλίας ἠῤῥώστησεν· ἐπηρώτησε δὲ αὐτὸν ὁ Τάνταλος λέγων, Ἐν ἀλλοτρίοις βασιλείοις πῶς ἐτόλμησας ἐλθεῖν κατάσκοπος; καὶ εἶπεν αὐτῷ ὅτι Θυσίας χάριν τοῦ Διὸς ἦλθον ἐγὼ καὶ οἱ μετ' ἐμοῦ. καὶ γνοὺς τοῦτο ὁ Τάνταλος, ἐκέλευσεν αὐτῷ περιμεῖναι καὶ ἀνεθῆναι διὰ τὴν νόσον. ὁ δὲ αὐτὸς Γανυμήδης τρεῖς ἡμέρας ἀῤῥωστήσας τελευτᾷ· καὶ ἐκέλευσεν ὁ Τάνταλος ἀποδοθῆναι ἃ ἤνεγκε δῶρα καὶ τὴν θυσίαν εἰς τὸ ἱερὸν τοῦ Διός· καὶ τὸ λείψανον δὲ τοῦ αὐτοῦ Γανυμήδους 81 τεθῆναι ἔσω ἐν τῷ ναῷ τοῦ Διὸς πρὸς τιμήν. οἱ δὲ μετ' αὐτοῦ ἀποσταλέντες ποιήσαντες αὐτῷ σορόν, ἔθηκαν αὐτὸν ἐπιγράψαντες ἐν αὐτῷ, Τρῶος, βασιλεὺς Ἀσίας, σὺν τῇ θυσίᾳ τὸν ἐνταῦθα κείμενον Γανυμήδην, υἱὸν αὐτοῦ, ἀνέθετο Διί. τοῦτο δὲ ἐποίησεν ὁ Τάνταλος πρὸς θεραπείαν τοῦ πατρὸς αὐτοῦ· οὐκ ἦν γὰρ ἔθος Ἕλλησι θάπτειν ἔνδον ἱεροῦ οἴκου λείψανον θνητοῦ ἀνθρώπου διὰ τὸ μὴ κοινοῦσθαι τὰ θεῖα. ταῦτα δὲ συνεγράψατο ὁ σοφώτατος Δίδυμος ὁ ἱστορικὸς χρονογράφος. λέγουσιν οὖν τινες τὸν Γανυμήδην ἁρπαγέντα ὑπὸ ἀετοῦ διὰ τὸ συμβὰν αὐτῷ ὀξύτατον τοῦ θανάτου. Μετὰ δὲ Τρῶον ἐβασίλευσε τῶν Φρυγῶν ὁ Ἴλιος· ἐν αὐτῷ δὲ τῷ καιρῷ ἐλαλεῖτο ἡ νίκη τοῦ ἀγῶνος Πέλοπος τοῦ Λυδοῦ καὶ Οἰνομάου τοῦ Πισαίου, ἐπιτελεσθεῖσα ἐν τῇ ἡλιακῇ ἑορτῇ· ἅτινα συνεγράψατο Χάραξ ὁ ἱστορικός. Μετὰ δὲ τοὺς χρόνους τούτους ἦν κριτὴς καὶ ἡγούμενος τοῦ Ἰσραὴλ Σαμψών, ἀνὴρ γενναῖος καὶ μυστικὸς καὶ θαύματα ποιῶν, καθὰ ἐν τῇ Ἑβραϊκῇ ἐμφέρεται συγγραφῇ. ἐν οἷς χρόνοις ἐβασίλευσε τῆς Αἰγύπτου χώρας ὁ Λάπαθος· ἔσχε δὲ υἱοὺς δύο, τὸν Ἀχαὸν καὶ τὸν Λάκωνα. μέλλων δὲ τελευτᾶν ἐκέλευσε τοῖς ἑαυτοῦ υἱοῖς διαμερίσασθαι τὸ βασίλειον αὐτοῦ καὶ τὴν χώραν εἰς δύο· ὅστις Ἀχαὸς μετὰ τὴν τελευτὴν τοῦ αὐτοῦ πατρὸς ἀπο 82 μερίσας τὴν χώραν πᾶσαν εἰς δύο ἔδωκε τῷ αὐτοῦ ἀδελφῷ Λάκωνι τὸ ἥμισυ τῆς χώρας ἐκ τῆς πατρικῆς αὐτῶν βασιλείας. καὶ ἐκάλεσε τὴν ὑπ' αὐτοῦ βασιλευομένην χώραν εἰς ὄνομα ἴδιον Λακωνικήν· καὶ ἐβασίλευσε Λάκων ἔτη λγʹ, καὶ κτίζει πόλιν ὀνόματι Γιθιλλίαν εἰς τὴν πάραλον. καὶ μετ' αὐτὸν ἐβασίλευσαν Λακώνων ἄλλοι πολλοὶ ἕως τῆς βασιλείας τοῦ Θεστίου, βασιλέως Λακώνων· ὃς ἔκτισε πόλιν εἰς ἴδιον ὄνομα Θεστίαν παρὰ τὸν ποταμὸν τὸν λεγόμενον Εὐρώταν. καὶ ἔσχεν ὁ αὐτὸς Θέστιος θυγατέρας τρεῖς, εὐπρεπεῖς πᾶσαν ὑπερβολήν, τὴν Λήδαν καὶ τὴν Κλυτίαν καὶ τὴν Μελανίππην· αἵτινες ἐκαλοῦντο προϊοῦσαι Λακωνίδες. τὴν δὲ Λήδαν ἐξέδωκεν ὁ πατὴρ αὐτῆς Θέστιος πρὸς γάμον τινὶ ὀνόματι Τυνδαρίῳ· ὅστις μετὰ τὴν τελευτὴν τοῦ Θεστίου ἐβασίλευσε τῆς τῶν Λακώνων χώρας. ἔσχε δὲ θυγατέρα ἐκ τῆς Λήδας ὁ αὐτὸς Τύνδαρος ὀνόματι Κλυταιμνήστραν· ἥντινα μετὰ χρόνον αὐξηθεῖσαν ἠγάγετο γυναῖκα Ἀγαμέμνων, ὁ βασιλεὺς τῆς Μυκηναίων χώρας. ἡ δὲ ἐπορνεύθη μοιχευθεῖσα ὑπό τινος νεωτέρου συγκλητικοῦ, ὀνόματι Κύκνου, υἱοῦ Ἐδερίωνος, βασιλέως τῆς Ἀχαΐας, τοῦ καταγομένου ἐκ τοῦ Πίκου Διός, Τυνδαρίου, τοῦ τῆς Λήδας ἀνδρός, ἀγνοοῦντος τὴν μοιχείαν. ἡ δὲ Λήδα ἐπορνεύθη μετεωριζομένη ἐν προαστείῳ ἰδίῳ κειμένῳ παρὰ τὸν Εὐρώταν ποταμόν, καὶ ἔγκυος γενομένη ὑπὸ Κύκνου τοῦ μοιχοῦ, υἱοῦ Ἐδερίωνος βασιλέως, ἔτεκεν ἐν ἑνὶ τοκετῷ βρέφη τρία, Κάστο 83 ρα καὶ Πολυδεύκην καὶ Ἑλένην. ἥτις Ἑλένη εἶχε φοβερὸν κάλλος, ἣν ἐξέδωκε μετὰ ταῦτα ὁ αὐτὸς Τυνδάριος εἰς γάμον Μενελάῳ, τῷ βασιλεῖ τῶν Ἀργείων, συντρόφῳ τοῦ Ἀγαμέμνονος, καθὼς Παλαίφατος ὁ σοφώτατος συνεγράψατο, ὅτι μάτην οἱ ποιηταὶ ἱστοροῦσι ποιητικῶς λέγοντες ὅτι ὁ Ζεὺς γέγονε κύκνος καὶ Λήδαν ᾔσχυνε. Τῆς δὲ τῶν Φρυγῶν χώρας ἐπὶ τῶν χρόνων τοῦ Σαμψὼν ἐβασίλευσε Δάρδανος, υἱὸς Ἰλίου. Ἐν αὐτοῖς δὲ τοῖς χρόνοις ἐβασίλευσε τῶν Ἑλλήνων, τοῦτ' ἐστὶ τῆς Ἑλλάδος, τὶς ὀνόματι Ἄβας ἔτη κγʹ. καὶ μετ' αὐτὸν ἐβασίλευσεν ὁ Προῖτος ἔτη ιζʹ. τούτου ἡ γυνὴ ἡ Σθενέβοια, ἡ καὶ Ἄντεια, ἐφίλησε τὸν Βελλεροφόντην· καὶ προσέπεμψεν αὐτῷ τινας, καὶ οὐκ ἐπείσθη, λέγων ὅτι χαμεύρετόν με εὗρεν ὁ βασιλεὺς Προῖτος πρὸ τῆς βασιλείας αὐτοῦ καὶ ἀνεθρέψατο καὶ τιμῆς με ἠξίωσεν υἱοῦ συνεσθίειν αὐτῷ· καὶ πράξω τι τοιοῦτον κατ' αὐτοῦ; οὐκ ἔστι νόμος Ἕλλησι. καὶ τοῦτο ἀκούσασα ἡ Σθενέβοια, λογισαμένη μήποτε, ὡς ἔχων παῤῥησίαν υἱοῦ πρὸς αὐτόν, εἴπῃ αὐτῷ ὅτι προσέπεμψεν αὐτῷ τινας ὡς ἐρῶσα αὐτοῦ, λάθρᾳ εἶπε τῷ ἰδίῳ ἀνδρὶ ὅτι ἐρᾷ μου ὁ Βελλεροφόντης καὶ ἐπέρχεταί μοι, καὶ μὴ φάρμακόν μοι δώσει καὶ θάνω φυλάττουσά σοι σωφροσύνην, ὡς ἀνδρὸς ἐρῶσα, φοβοῦμαι. καὶ λέγει 84 αὐτῇ ὁ Προῖτος, Νόμος ἐστὶν Ἕλλησι μὴ ποιεῖν κακῶς τῷ συνεσθίοντι. ἀλλὰ πέμπω αὐτὸν πρὸς τὸν ἴδιόν σου πατέρα Ἰοβάτην, μεθ' οὗ οὐδέποτε ἔφαγε, γράφων αὐτῷ φονεῦσαι αὐτὸν ὡς ἐπίβουλον τῆς ἐμῆς βασιλείας καὶ σοῦ αὐτῆς. ὁ δὲ ποιήσας οὕτως ἔδωκεν αὐτῷ γράμματα, σφραγίσας αὐτὰ βασιλικῇ σφραγῖδι. καὶ λαβὼν τὰ γράμματα ὁ Βελλεροφόντης, ἀγνοῶν τὴν κατασκευὴν τὴν κατ' αὐτοῦ ἀπῆλθε πρὸς τὸν Ἰοβάτην βασιλέα, καὶ εὗρεν αὐτὸν ἐν τῷ ἀρίστῳ. καὶ μαθὼν ὁ Ἰοβάτης ὅτι ἦλθεν, ἐκάλεσεν αὐτόν, καὶ ὡς φιλούμενον παρὰ τοῦ Προίτου, γαμβροῦ αὐτοῦ, ὡς υἱὸν ἐκέλευσε συνεσθίειν αὐτῷ. καὶ δεξάμενος τὰ γράμματα καὶ ἀναγνοὺς τὰ γραφέντα αὐτῷ, καὶ εἰδὼς ὁ Ἰοβάτης ὅτι συνέφαγεν αὐτῷ εἶπε καθ' ἑαυτὸν ὅτι μᾶλλον κατηγορεῖται οὗτος· εἰ γὰρ συνῄδει κακῷ, οὐκ ἂν ἡ δίκη ἐποίησεν αὐτὸν φαγεῖν μετ' ἐμοῦ, ὅτι νόμος ἐστὶν Ἕλλησι τῷ συνεσθίοντι μὴ ποιεῖν κακῶς. καὶ τὰ αὐτὰ ἔγραψε τῷ ἰδίῳ γαμβρῷ καὶ τὰ λοιπά, καθὼς συνεγράψατο Εὐριπίδης ὁ τραγικὸς ποιητής, πληρώσας τὸ δρᾶμα. Μετὰ δὲ τὴν βασιλείαν τοῦ Προίτου ἐβασίλευσεν ὁ δεύτερος Ἀκρίσιος ἔτη λαʹ, καὶ λοιπὸν μετὰ τὴν νίκην τὴν κατὰ Οἰνομάου ἐβασίλευσεν ὁ Πέλοψ ἔτη λβʹ, ἐξ οὗ καὶ Πελοποννήσιοι ἐκλήθησαν οἱ Ἑλλαδικοί. ἔκτισε δὲ καὶ πόλιν, ἥντινα καὶ Πελοπόν 85 νησον ἐκάλεσεν· ἔκτοτε καὶ Πελοποννήσιον ἐκλήθη τὸ βασίλειον Ἑλλάδος. Ἐν αὐτοῖς δὲ τοῖς χρόνοις ἦν ὁ Δημόκριτος, φιλοσοφούμενα διδάσκων· ὅστις καὶ ἐν τῇ φιλοσόφῳ αὐτοῦ συγγραφῇ ἐξέθετο ταῦτα ὅτι δεῖ τὸν θέλοντα φιλόσοφον γενέσθαι ἀσκεῖν σωφρονεῖν, πάντων ἀπέχεσθαι κακῶν, πάντα δὲ ὀρθῶς νοεῖν καὶ πράττειν, καὶ ὅτε οὕτως φιλοσοφήσει, τότε μαθήσεται τὸ ἐννάγραμμον ὄνομα καὶ ὄψεται τὸν υἱὸν τὸν θεοῦ λόγον τὸν ἀπαθῆ, παθητὸν μελλοφανῆ. φέρεται δὲ ταῦτα εἰς τὸ σύγγραμμα Θεοφίλου τοῦ σοφωτάτου χρονογράφου. Ἐν δὲ τοῖς αὐτοῖς χρόνοις ἐφιλοσόφει Ἱπποκράτης, ἰατρικὴν φιλοσοφίαν ἐκτιθέμενος. Μετὰ δὲ τὴν βασιλείαν Πέλοπος ἐβασίλευσεν ὁ Ἀτρεὺς ἔτη κʹ, καὶ μετ' αὐτὸν ὁ Θυέστης ἔτη ιςʹ, καὶ μετ' αὐτὸν ὁ Ἀγαμέμνων ἔτη ιηʹ, καὶ μετ' αὐτὸν ἐβασίλευσεν ὁ Αἴγισθος ἔτη ζʹ. κατέσχεν οὖν ἡ βασιλεία τῶν Ἑλλήνων, ἤτοι Πελοποννησίων, ἔτη ρξδʹ. Ἐν δὲ τοῖς προειρημένοις ἀνωτέρω χρόνοις τῆς Κρήτης ἐβασίλευσε πρῶτος ὁ Μίνωος, ὁ υἱὸς τῆς Εὐρώπης· ὅστις καὶ ἐθαλασσοκράτει πολεμήσας Ἀθηναίοις καὶ νόμους ἐτίθη· περὶ οὗ, φησί, Πλάτων ὁ σοφώτατος ἐν τοῖς περὶ νόμων ὑπομνήμασιν ἐμνημόνευσεν. ἐν οἷς χρόνοις ἦσαν ὁ Δαίδαλος καὶ ὁ Ἴκαρος, 86 θρυλούμενοι ἕνεκεν τῆς Πασιφάης, γυναικὸς τοῦ Μίνωος βασιλέως καὶ τοῦ Ταύρου τοῦ νοταρίου αὐτῆς· ἐξ οὗ ἔτεκε μοιχευθεῖσα υἱὸν τὸν κληθέντα Μινώταυρον, μεσάσαντος τῇ μοιχείᾳ τῆς πορνείας τοῦ Δαιδάλου καὶ τοῦ Ἰκάρου. ὁ δὲ Μίνωος βασιλεὺς τὴν Πασιφάην ἀποκλείσας ἐν τῷ κουβουκλείῳ μετὰ δύο δουλίδων παρεῖχεν αὐτῇ τροφήν, καὶ εἴασεν αὐτὴν ἐκεῖ, μηκέτι ἑωρακὼς αὐτήν. καὶ ἐκείνη θλιβομένη, ὡς λυθεῖσα τῆς βασιλικῆς ἀξίας, νόσῳ βληθεῖσα ἐτελεύτα· ὁ δὲ Δαίδαλος καὶ ὁ Ἴκαρος ἐφονεύθησαν· ὁ μὲν Ἴκαρος φεύγων τῆς φρουρᾶς, ὡς πλέει, ἐποντίσθη, ὁ δὲ Δαίδαλος ἐσφάγη. περὶ δὲ τῆς Πασιφάης ἐξέθετο δρᾶμα ὁ Εὐριπίδης ὁ ποιητής. Ἐν αὐτοῖς δὲ τοῖς χρόνοις Ἡρακλῆς ὁ τελεστὴς ὁ μυστικὸς ἄθλους ποιήσας, ἀπελθὼν ἐν τῇ Λιβύῃ χώρᾳ συνέβαλε τῷ Ἀντέωνι, καὶ αὐτῷ ὄντι μυστικῷ, ποιοῦντι δὲ γήινά τινα. καὶ νικήσας αὐτὸν ὁ Ἡρακλῆς ἐφόνευσεν αὐτόν· ὅστις Ἡρακλῆς, μετὰ τὴν νίκην νόσῳ βληθείς, ἑαυτὸν εἰς πῦρ ἔβαλε καὶ ἐτελεύτα· περὶ οὗ Δίδυμος ὁ σοφώτατος συνεγράψατο. τοῦ δὲ Ἰλίου τότε ἐβασίλευσε μετὰ Δάρδανον Λαομέδων, ὁ αὐτοῦ υἱός. Μετὰ δὲ Σαμψὼν ἡγεῖτο τοῦ Ἰσραὴλ Ἠλὶ ὁ ἱερεύς. Ἐν δὲ τοῖς ἀνωτέρω χρόνοις ἐτελεύτα ὁ Ἀνδρόγηος, ὁ υἱὸς τῆς Πασιφάης καὶ τοῦ Μίνωος, βασιλέως τῆς Κρήτης· ὡσαύ 87 τως δὲ καὶ αὐτὸς Μίνωος ἐτελεύτησε, καὶ ἐκέλευσε μέλλων τελευτᾶν βασιλεῦσαι τῆς Κρήτης τὸν Μινώταυρον. καὶ μετὰ τὴν τούτου τελευτὴν τοῦ Μίνωος ἐβασίλευσε τῆς Κρήτης ὁ Μινώταυρος, ὁ Πασιφάης υἱὸς καὶ Ταύρου τοῦ νοταρίου αὐτῆς. καὶ ὕβριν λογιζόμενοι οἱ συγκλητικοὶ τῆς Κρήτης τὸ βασιλευθῆναι ὑπὸ τοῦ Μινωταύρου, ὡς μοιχογεννήτου, συσκευάζονται αὐτῷ καὶ προτρέπονται τὸν Θησέα, ὡς γενναῖον, τὸν υἱὸν τοῦ Αἰγέως, βασιλέως τῆς Θεσσαλίας, εἰς τὸ πολεμῆσαι αὐτῷ, συνταξάμενοι προδίδειν τὸν Μινώταυρον καὶ τὴν χώραν πᾶσαν, καὶ διδόναι αὐτῷ καὶ τὴν ἀδελφὴν αὐτοῦ εἰς γυναῖκα, τὴν Ἀριάδνην, τὴν ἐκ Πασιφάης καὶ τοῦ Μίνωος βασιλέως· εἶχε γὰρ ἀπὸ τῆς Πασιφάης καὶ τοῦ Μίνωος τὸν Ἀνδρόγηον καὶ τὴν Ἀριάδνην. καὶ ἦλθε κατ' αὐτοῦ ὁ Θησεὺς εἰς τὴν Κρήτην ἐξαίφνης, καὶ πάντες ἐάσαντες τὸν Μινώταυρον οἱ συγκλητικοὶ καὶ ὁ στρατὸς ἔδοξαν φεύγειν τὴν πόλιν Γόρτυναν. καὶ γνοὺς ὁ Μινώταυρος τὴν προδοσίαν ἔφυγε καὶ αὐτὸς εἰς τὴν Λαβύρινθον χώραν· καὶ ἀνελθὼν ἐν ὄρει εἰσῆλθεν εἰς σπήλαιον κρυπτόμενος. καὶ καταδιώξας αὐτὸν ὁ Θησεὺς ἔμαθεν ὑπό τινος ποῦ κέκρυπται· ὅντινα ἐκβαλὼν ἐφόνευσεν εὐθέως. καὶ εἰσελθὼν ἐν τῇ πόλει Γορτύνῃ ἐθριάμβευσε τὴν κατὰ τοῦ Μινωταύρου νίκην· καὶ εὐφημεῖτο ἀπὸ τῶν συγκλητικῶν καὶ ἀπὸ πάσης τῆς χώρας. καὶ ᾔτησεν αὐτοὺς ἀπελθεῖν πρὸς τὸν Αἰγέα, τὸν αὐτοῦ πατέρα, ἵνα καὶ πρὸς αὐτὸν θριαμβεύσῃ τὴν νίκην. πρὸ τοῦ δὲ αὐτὸν καταπλεῦσαι πρὸς τὸν πατέρα αὐτοῦ, ἀπελθών τις ναύτης ἀνήγγειλε τῷ βασιλεῖ