Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronologica
John MalalasChro 16 · pg-scrape-grcMore by John Malalas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-malalas" aria-label="More works by John Malalas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
16.1
Τούτων οὖν τῶν κληροδοτηθέντων ὁ τοῦ Χὰμ υἱὸς Χαναὰν ἰδὼν τὴν πρὸς τῷ Λιβάνῳ γῆν ὡς ἀγαθή τε καὶ εὔφορος καὶ κατὰ πολὺ τῆς ἑαυτοῦ διαλλάττουσα γῆς, τυραννικῶς καθήρπασεν αὐτήν, καὶ τοὺς ἐκ τοῦ Σὴμ κλήρους ἐξήλασε, καὶ οὕτω πᾶσα ἡ γῆ τῆς ἐπαγγελίας τοῦ Χαναὰν προσηγόρευται. κἀντεῦθεν τοίνυν ὁ δίκαιος κριτὴς μετὰ ταῦτα τοῖς ἐκ τοῦ Σὴμ υἱοῖς Ἰσραὴλ ἀπέδωκεν αὐτὴν διὰ Ἰησοῦ τοῦ Ναυῆ, καθὼς καὶ τῷ Ἀβραὰμ προεπηγγείλατο. Ῥαγαῦ δὲ γενόμενος ἐτῶν ρλβʹ ἐγέννησε τὸν Σερούχ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη σζʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη τλθʹ. Σεροὺχ δὲ γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ναχώρ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ςʹ, καὶ ἀπέθανεν ἃ καὶ ζήσας τὰ πάντα τλʹ. Ὁ δέ γε Ναχώρ, ὁ υἱὸς Σερούχ, γενόμενος ἐτῶν οθʹ ἐγέννησε τὸν Θάῤῥα, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ρκθʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη σηʹ. Θάῤῥα δὲ γενόμενος ἐτῶν οʹ ἐγέννησε τὸν Ἀβραὰμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἀράν, τὸν πατέρα τοῦ Λώτ, ὃς καὶ ἀπέθανε πρὸ τοῦ πατρὸς αὐτοῦ Θάῤῥα, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ρλεʹ ὁ Θάῤῥας, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη σεʹ. Ἐν δὲ τοῖς προειρημένοις χρόνοις γέγονέ τις γίγας, τοὔνομα 17 Νεβρώδ, υἱὸς Χοῦς τοῦ Αἰθίοπος, ἐκ φυλῆς Χάμ, ὃς κτίσας τὴν Βαβυλῶνα πόλιν καὶ πρῶτος καταδείξας κυνηγίαν καὶ μαγείαν Περσῶν ἐπρώτευσε, διδάξας αὐτοὺς ἀστρονομίαν καὶ ἀστρολογίαν, τῇ οὐρανίῳ κινήσει τὰ περὶ τοὺς τικτομένους πάντα δῆθεν σημαίνοντα· ἀφ' ὧν Ἕλληνες τὴν γενεθλιαλογίαν μαθόντες ἤρξαντο τοὺς γενομένους ὑπὸ τὴν τῶν ἄστρων κίνησιν διαφέρειν. οὐκοῦν ἀστρονομία τε καὶ ἀστρολογία καὶ μαγεία ἀπὸ Μαγουσαίων, ἤτοι Περσῶν, ἤρξαντο· οἱ γὰρ Πέρσαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων προσαγορεύονται, οἵ γε τὸν Νεβρὼδ λέγουσιν ἀποθεωθέντα καὶ γενόμενον ἐν τοῖς ἄστροις τοῦ οὐρανοῦ ὃν καλοῦσιν Ὠρίωνα, περὶ οὗ φησι Μωσῆς ὅτι γέγονεν ἡ ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Χαλάνη ἐν γῇ Σεναάρ, ὅθεν ἐξῆλθε Φιλιστιεὶμ ἐκ τῆς φυλῆς τοῦ Σὴμ τοῦ Ἀσσούρ, ἀφ' οὗ Ἀσσύριοι. Καὶ κρατήσας τὴν Συρίαν καὶ τὴν Περσίδα καὶ τὰ λοιπὰ μέρη τῆς ἀνατολῆς ἀνεφάνη καὶ ἄλλος, υἱός τινος Οὐρανοῦ λεγομένου καὶ Ἀφροδίτης, γυναικὸς αὐτοῦ, γιγαντιαῖος, ὀνόματι Κρόνος κατὰ τὸ ὄνομα τοῦ πλανήτου ἀστέρος· γενόμενος δὲ καὶ οὗτος δυνατὸς πάνυ καὶ πολλοὺς ὑποτάξας καὶ κυριεύσας πρῶτος κατέδειξε τὸ βασιλεύειν καὶ κρατεῖν τῶν ἄλλων ἀνθρώπων. ὃς καὶ βασιλεύσας πρῶτος Συρίας ἔτη νςʹ ὑπέταξε πᾶσαν 18 τὴν Περσίδα, ἀρξάμενος ἀπὸ τῆς Συρίας. ἔχων δὲ γυναῖκα Σεμίραμιν, τὴν καὶ Ῥέαν καλουμένην παρὰ Ἀσσυρίοις, ἔσχεν καὶ υἱοὺς δύο καὶ θυγατέρα μίαν, καὶ τὸν μὲν προσηγόρευσε Δία εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος, τὸν δὲ ἐπωνόμασε Νίνον, καὶ τὴν θυγατέρα Ἥραν, ἣν καὶ ἔλαβεν εἰς γυναῖκα Πῖκος ὁ καὶ Ζεύς, τὴν ἰδίαν ἀδελφήν. Μετὰ δὲ Κρόνον ἐβασίλευσε Νίνος, ὁ υἱὸς αὐτοῦ, ἔτη νβʹ. ὅς γε τὴν ἰδίαν μητέρα Σεμίραμιν λαβὼν εἰς γυναῖκα, νόμος ἐγένετο Πέρσαις λαμβάνειν τὰς ἑαυτῶν μητέρας καὶ ἀδελφὰς διὰ τὸ καὶ τὸν Δία λαβεῖν τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν Ἥραν ὁ καὶ Πῖκος λεγόμενος. ὁ δὲ Νίνος ἐπικρατὴς γενόμενος τῆς Συρίας, καὶ κτίσας πόλιν μεγίστην σφόδρα, πορείας ὁδοῦ ἡμερῶν τριῶν, ἐκάλεσεν αὐτὴν εἰς ὄνομα αὐτοῦ Νινευί, καὶ πρῶτος ἐν αὐτῇ βασιλεύει. ἐξ οὗ ἐγένετο καὶ Ζωρόαστρος ὁ περιβόητος Περσῶν ἀστρονόμος· ὃς μέλλων τελευτᾶν ηὔχετο ὑπὸ οὐρανίου πυρὸς ἀναλωθῆναι, εἰπὼν τοῖς Πέρσαις, Ἐὰν καύσῃ με τὸ πῦρ, ἐκ τῶν καιομένων μου ὀστέων λάβετε καὶ φυλάξατε, καὶ οὐκ ἐκλείψει τὸ βασίλειον ἐκ τῆς χώρας ὑμῶν, ἕως οὗ φυλάττεται τὰ ὀστᾶ μου. καὶ εὐξάμενος τῷ Ὠρίωνι ὑπὸ ἀερίου πυρὸς ἀνηλώθη, καὶ λαβόντες οἱ Πέρσαι ἀπὸ τῶν τεφρωθέντων ὀστέων αὐτοῦ ἔχουσι φυλάττοντες ἕως ἄρτι.

Intertext edge

Open linked passage

Note