Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronologica
John MalalasChro 4.1 · spanish-geminiMore by John Malalas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-malalas" aria-label="More works by John Malalas"> —
⋯
More

Original: Pg Scrape Grc

Chronologica (fort. auctore anonymo excerptorum chronologicorum) ANONYMI CHRONOLOGICA. Βίβλος γενέσεως ἀνθρώπων ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν Ἀδὰμ κατ' εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ. οὕτω μὲν οὖν ὁ πρῶτος ἐγένετο ἄνθρωπος παρὰ θεοῦ, ᾧ ὄνομα Ἀδάμ, καὶ ἡ γυνὴ αὐτοῦ Εὔα· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ θεός. ὁ δὲ Ἀδὰμ ἐγέννησεν ἐκ τῆς γυναικὸς αὐτοῦ υἱοὺς τρεῖς, τὸν Καΐν, τὸν Ἀβέλ, καὶ τὸν Σήθ, καὶ θυγατέρας δύο, τὴν Ἀζουρὰν καὶ τὴν Ἀσουάμ. καὶ ὁ μὲν Ἀδὰμ κατὰ κέλευσιν θεοῦ ἐπέθηκεν ὀνόματα πᾶσι τοῖς τετραπόδοις καὶ πετεινοῖς καὶ ἀμφιβίοις καὶ ἑρπετοῖς καὶ ἰχθύσι καὶ τοῖς ἑαυτοῦ τέκνοις· τὸ δὲ αὐτοῦ ὄνομα καὶ τῆς γυναικὸς αὐτοῦ ἄγγελος κυρίου εἶπεν αὐτοῖς. καὶ ὁ μὲν Κάϊν ἔλαβε γυναῖκα τὴν πρώτην ἀδελφὴν αὐτοῦ Ἀζουράν, Σὴθ δὲ τὴν δευτέραν Ἀσουάμ· καὶ ὁ μὲν Ἀβὲλ παρθένος τε καὶ δίκαιος ὑπῆρχε καὶ ποιμὴν προβάτων, ἐξ ὧν θυσίας προσαγαγὼν τῷ θεῷ καὶ δεχθεὶς ἀναιρεῖται, φθονηθεὶς ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Καΐν. Ὁ δὲ Καῒν γεωργὸς τυγχάνων, καὶ μετὰ τὴν καταδίκην χειρόνως βιώσας, πρῶτος μέτρα καὶ στάθμια καὶ γῆς ὅρους ἐπενόησεν· εἶτα κτίσας ἐν γῇ Ναῒδ πόλιν κατέναντι Ἐδὲμ ἐπωνόμασεν αὐτὴν εἰς ὄνομα τοῦ υἱοῦ αὐτοῦ Ἐνώς, καὶ εἰς ἓν συνελθεῖν τοὺς οἰκείους αὐτοῦ ἀναγκάσας εἰς πολέμους ἑαυτὸν ἀπησχόλει. κατὰ δὲ ταῦτα τῆς οἰκίας ἐπ' αὐτὸν πεσούσης ἀπέθανεν, ὡς ἔνιοί φασιν, ἕτεροι δὲ ὅτι Λαμὲχ αὐτὸν ἀπέκτεινεν. ἀλλ' ὁ μὲν Καῒν ἐγέννησε τὸν Ἐνώς, ὁ δὲ Ἐνὼς τὸν Γαϊδάδ, ὁ δὲ Γαϊδὰδ τὸν Μαλελεήλ, ὁ δὲ Μαλελεὴλ τὸν Μαθουσάλα, ὁ δὲ Μαθουσάλα τὸν Λαμέχ, ὃς καὶ δύο γυναῖκας ἀγόμενος, Ἐλδὰν καὶ Σελάν, ἐγέννησε τὸν Ἰοβὴλ καὶ τὸν Ἰουβὰλ καὶ τὸν Θοβέλ. ὁ δὲ μὲν Ἰοβὴλ κατέδειξεκτηνοτροφίαν, ὁ δὲ Ἰουβὰλ κατέδειξε ψαλτήριον καὶ κιθάραν, ὁ δὲ Θοβὲλ σφυροκοπίαν χαλκοῦ καὶ σιδήρου. καὶ ὁ μὲν ἐν σκηναῖς κατοικεῖν κτηνοτροφεῖν τε καὶ γεωργεῖν ᾑρετίσατο, ὁ δὲ κιθαρῳδίας καὶ τραγῳδίας τοῖς δαιμονικοῖς ἐπιτηδεύμασι προσεπενόησεν, ὁ δὲ ξίφη τε καὶ ὅπλα χορηγεῖν εἰς πολέμους ἐμηχανήσατο. τὸ οὖν γένος Κάϊν μέχρι τούτου ἀξιωθὲν μνήμης τοῦ ἀριθμοῦ τῶν πατέρων ἀποκρίνεται, ἵνα μήτε τοῖς πρώτοις ᾖ συνταττόμενος μήτε τῶν ἑξῆς ἀφηγούμενος. τὸ τοίνυν «πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει» τοιαύτην ἔχει τὴν λύσιν· ἕκαστος μὲν τῷ ἑαυτοῦ ἁμαρτήματι ἀποθανεῖται, σὺ 5 δὲ ὁ τοῦ φόνου κατάρξας καὶ τοῖς ἄλλοις ὑφηγητὴς τοῦ ἁμαρτήματος γενόμενος ἑπτὰ ἐκδικούμενα παραλύσεις, τουτέστιν ἑπταπλασίως τιμωρηθήσῃ καὶ πάμπολλα. σύνηθες γὰρ τῇ γραφῇ τὸν ἀριθμὸν τοῦτον ἑπταπλασίονα κεχρῆσθαι, καὶ ἔστιν ἀδιορίστου πλήθους σημαντικόν, ὡς τὸ «ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα» καὶ τὸ «ἡ στεῖρα ἔτεκεν ἑπτά» καὶ «οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομήκοντα ζʹ.» ἐν μὲν γὰρ τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος, βʹ δόλος, γʹ φόνος, δʹ ὅτι ἀδελφοῦ, εʹ ὅτι πρῶτος φόνος, ςʹ ὅτι γονεῦσι πένθος ἐποίησεν, ζʹ ὅτι θεῷ ἐψεύσατο· ταῦτα μὲν τὰ τοῦ Κάϊν ζʹ ἁμαρτήματα. αἱ δὲ εἰς κόλασιν αὐτοῦ παρὰ τῆς θείας δίκης ἐπενεχθεῖσαι τιμωρίαι εἰσὶν αὗται. αʹ ἐπικατάρατος ἡ γῆ ἀπό σου, βʹ ἐργᾷ τὴν γῆν, γʹ οὐ προσθήσει τοῦ δοῦναί σοι τὴν ἰσχὺν αὐτῆς, δʹ στένων καὶ τρέμων, μετὰ τὴν εʹ ὁμοῦ, ἔσῃ ἐπὶ τῆς γῆς, ςʹ ἣν αὐτὸς ἀπεκάλυψεν ὁ Κάϊν, εἰπών, Εἰ ἐκβάλλῃς με νῦν ἀπό σου καὶ ἀπὸ προσώπου σοῦ κρυβήσομαι, ζʹ τὸ μηδὲ κρύπτεσθαι τὴν τιμωρίαν, ἀλλὰ σημείῳ προδήλῳ πᾶσι δηλοποιεῖσθαι· ἔθετο γάρ, φησί, κύριος ὁ θεὸς τῷ Κάϊν σημεῖον τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν. Ὁ δὲ Ἀδὰμ σλʹ ἐτῶν ἦν, ὅτε ἐγέννησε τὸν Σήθ. οὗτος ὁ Σὴθ πρῶτος ἐξεῦρε γράμματα Ἑβραϊκὰ καὶ σοφίαν καὶ τὰ σημεῖα 6 τοῦ οὐρανοῦ καὶ τὰς τροπὰς τῶν ἐνιαυτῶν καὶ τοὺς μῆνας καὶ τὰς ἑβδομάδας, καὶ τοῖς ἄστροις ἐπέθηκεν ὀνόματα καὶ τοῖς πέντε πλανήταις, εἰς τὸ γνωρίζεσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ μόνον, καὶ τὸν μὲν αʹ πλανήτην ἀστέρα ἐκάλεσε Κρόνον, τὸν δὲ βʹ Δία, τὸν δὲ γʹ Ἄρεα, τὸν δὲ δʹ Ἀφροδίτην, τὸν δὲ εʹ Ἑρμῆν· τοὺςγὰρ δύο φωστῆρας ἥλιον καὶ σελήνην ὁ θεὸς ἐκάλεσε. Σὴθ δὲ ὢν ἐτῶν σεʹ ἐγέννησε τὸν Ἐνὼς ἕτερον, ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸν κύριον. μετὰ τοῦτον οἱ αὐτοῦ ἀπόγονοι καὶ ὁ Σήθ, προμηνυθέντες ἄνωθεν, ἔγραφον τὰ μέλλοντα περὶ τοῦ κατακλυσμοῦ ἐν λιθίναις καὶ ὀστρακίναις πλαξί, σημαίνοντες ὅτι ἀναλωθῆναι καὶ φθαρῆναι μέλλει τὸ πᾶν ἢ ὑπὸ πυρὸς ἢ ὑπὸ ὕδατος, καὶ εἰ μὲν ὑπὸ πυρός, σωθήσονται τὰ γράμματα ἐν ὀστρακίναις πλαξί, εἰ δὲ ὑπὸ ὕδατος, ἐν λιθίναις. ἐλθόντος δὲ τοῦ κατακλυσμοῦ καὶ ἅπαντας ἀπολέσαντος, μόνος ἐσώθη Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ αἱ θυγατέρες πρὸς δευτέρου ἀνακαίνισιν κόσμου. μετὰ δὲ τὸν κατακλυσμὸν Καϊνάν, ὁ υἱὸς Ἀρφαξάδ, συνεγράψατο τὴν ἀστρονομίαν, εὑρηκὼς τὴν τοῦ Σὴθ καὶ τῶν αὐτοῦ τέκνων ὀνομασίαν, ὡς εἴρηται, τῶν ἀστέρων ἐν πλακὶ λιθίνῃ γεγραμμένην· ἥτις στήλη μετὰ τὸν κατακλυσμὸν εἰς τὸ Σίριδος ὄρος ἔμεινε, καὶ ἔστιν ἕως ἄρτι, ὥς φησιν Ἰώσηπος. Ἀδὰμ τοίνυν κατὰ τὸν σοφώτατον καὶ θεῖον ὑποφήτην 7 Μωϋσῆν γενόμενος ἐτῶν σλʹ ἐγέννησε τὸν Σήθ, θνήσκει δὲ κατὰ τὴν παραβάσεως ἡμέραν· χιλιονταετίας γὰρ τῆς τοῦ θεοῦ ἡμέρας ἐχούσης τὸ διάστημα, Ϡλʹ ἔτη μόνον ζήσας τελευτᾷ. τοῦτον λέγεται ταφῆναι κατὰ τὴν τῶν Ἱεροσολύμων γῆν, ὥς φησιν Ἰώσηπος. Σὴθ δὲ γενόμενος ἐτῶν σεʹ ἐγέννησε τὸν Ἐνώς, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ψζʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη Ϡιβʹ. περὶ οὗ εἴρηται «εἰσῆλθον οἱ υἱοὶ τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων,» ἤτοι τὰς ἀπὸ τοῦ Κάϊν. θεὸν γὰρ αὐτὸν οἱ τότε ἄνθρωποι προσηγόρευον διὰ τὸ ἐξευρεῖν τὰ Ἰουδαϊκὰ γράμματα, τὰς τῶν ἀστέρων ὀνομασίας, καὶ πρὸς τούτοις καὶ τὴν πολλὴν αὐτοῦ εὐσέβειαν θαυμάσαντες, ὥστε καὶ πρῶτον ἐπικαλεῖσθαι θεὸν καὶ ὀνομάζεσθαι, καθὰ καὶ τῷ Μωϋσεῖ λέγει κύριος, «θεὸν δέδωκά σε τῷ Φαραῷ,» καὶ περὶ τῶν ἐναρέτων καὶ πνευματικῶν καὶ τῶν κριτῶν ἔφη, «θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.» εἰκότως οἱ τοῦ Σὴθ καὶ τοῦ Ἐνὼς καὶ Ἐνὼχ παῖδες υἱοὶ θεοῦ καὶ υἱοὶ τῶν θεῶν κατὰ τὸν Σύμμαχον νοείσθωσαν, οἵτινες ἁλόντες ἀκολασίᾳ πρὸς τὰς θυγατέρας Κάϊν εἰσῆλθον, ἐξ ὧν οἱ ἐκ τῆς καταλλήλου μιαι 8 γαμίας γίνονται γίγαντες, διὰ μὲν τὸν δίκαιον Σὴθ ἰσχυροὶ καὶ μέγιστοι, διὰ δὲ τὸν ἄδικον καὶ βέβηλον Κάϊν πονηροὶ καὶ κάκιστοι. Ἐνὼς δὲ γενόμενος ἐτῶν ρμʹ ἐγέννησε τὸν Καϊνᾶν, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ψμʹ, καὶ ἐγέννησε τὸν Μαλελεήλ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη Ϡιʹ. Μαλελεὴλ δὲ γενόμενος ἐτῶν ρξεʹ ἐγέννησε τὸν Ἰάρεδ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ψλʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ωςεʹ. Ἰάρεδ δὲ γενόμενος ἐτῶν ρξβʹ ἐγέννησε τὸν Ἐνώχ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ωʹ, καὶ ἀπέθανε, περὶ οὗ εἴρηται ἡ μετάθεσις, ζήσας τὰ πάντα ἔτη Ϡξβʹ. Ἐνὼχ δὲ γενόμενος ἐτῶν ρξεʹ ἐγέννησε τὸν Μαθουσάλα, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ωβʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη Ϡξθʹ. Λάμεχ δὲ γενόμενος ρπηʹ ἐγέννησε τὸν Νῶε, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη φξεʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ψνγʹ. δύο 9 τοίνυν Λάμεχ ἡ γραφὴ μνημονεύει, ἕνα μὲν τὸν ἀπὸ τοῦ Κάϊν, ἕτερον δὲ τὸν πατέρα Νῶε· γεγέννηται γὰρ Νῶε διὰ Λάμεχ οὐκ ἐκ τοῦ Καῒν τοῦ καὶ πεφονευκότος ἄνδρα καὶ νεανίσκον, ἀλλ' ἐκ μεταγενεστέρου καὶ ἐξ ὁμωνύμου τοῦ ἀπὸ Σήθ· ἐκεῖνος γὰρ λέγει «ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί.» καὶ ὡς δύο φόνους πεποιηκὼς καὶ τῶν δύο τὰς γυναῖκας εἰληφώς, Ἐλδὰν καὶ Σελάν, ἑαυτὸν καταμέμφεται ἑβδομηκοντάκις ἑπτὰ ἄξιον εἶναι κολάσεως, ὅτι ἐκ Κάϊν μέν, φησίν, ἐκδικεῖται ἑπτάκις, ἐκ δὲ Λαμὲχ ἑβδομηκοντάκις ἑπτά, διὰ τοῦτο μειζόνως κολάζεται, ὥσπερ καὶ ὁ Λάμεχ οὕτως πέπονθε· τοῦ δικαίου γὰρ Ἐνὼχ ἀδελφοὺς ἀνεῖλε, τοῦ πίστει διὰ τούτων προσευξαμένου μὴ ἰδεῖν τοιοῦτον θάνατον, καὶ ἀκουσθεὶς μετετέθη. ἦν δὲ Ἐνὼχ ἐκ τοῦ δικαίου Σήθ, ἐξ οὗ Χριστὸς κατάγεται, γενεαλογούμενος κατὰ τὴν τοῦ θείου καὶ εὐσεβοῦς Λουκᾶ ἀναπόδισιν ἕως τοῦ Σὴθ καὶ τοῦ Ἀδὰμ καὶ τοῦ θεοῦ. Νῶε δὲ γενόμενος ἐτῶν φʹ ἐγέννησεν υἱοὺς τρεῖς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ. μετὰ δὲ ἔτη ρʹ τοὺς ἑαυτοῦ τεχθῆναι υἱοὺς εἰσῆλθεν εἰς τὴν κιβωτόν, ὑπάρχων ἐτῶν χʹ, καὶ οὕτω γίνεται ὁ κατακλυσμός. καὶ ἐν τῷ ἑνὶ καὶ χʹ ἔτει τῆς ζωῆς αὐτοῦ ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ, καὶ μετὰ τὸν κατακλυσμὸν ἔζησεν ἔτη 10 τνʹ, καὶ ἀπέθανεν ζήσας τὰ πάντα ἔτη Ϡνʹ. ἐπειδὴ δέ ποτε ὁ κατακλυσμὸς ἐπαύσατο, ὁ μὲν φόβος ἐνεδίδου λοιπόν, ἐπετείνετο δὲ τὰ τῆς ἀθυμίας αὐτῷ σφόδρα, καὶ τὸ προφητικὸν ἔπασχεν, ὃ περὶ τῆς ἡμέρας κυρίου φησὶν Ἀμώς, «ὃν τρόπον ἐὰν ἐκφύγῃ ἄνθρωπος ἀπὸ προσώπου λέοντος καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος καὶ εἰσέλθῃ εἰς τὴν οἰκίαν αὐτοῦ καὶ ἀπερείσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὄφις,» οὕτω συνέβαινε τότε. καὶ γὰρ τῆς κιβωτοῦ προκύψαντα καὶ τῆς δυσώδους καὶ στενοχωρουμένης εἰρκτῆς ἐκείνης ἀπαλλαγέντα χειμὼν ἕτερος διεδέχετο τοῦ προτέρου οὐχ ἥττων, τὴν ἀπορίαν καὶ ἀπώλειαν ἐννοήσας τοῦ γένους. Σὴμ δὲ μετὰ δύο ἔτη τοῦ κατακλυσμοῦ, γενόμενος ρβʹ ἐτῶν, ἐγέννησε τὸν Ἀρφαξάδ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη φʹ, καὶ ἀπέθανε ζήσας τὸ πάντα ἔτη χβʹ. Ἀρφαξὰδ δὲ γενόμενος ρλεʹ ἐγέννησε τὸν Καϊνᾶν, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη υγʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη φληʹ. Καϊνᾶν δὲ γενόμενος ἐτῶν ρθʹ ἐγέννησε τὸν Σάλα, καὶ μετὰ 11 τοῦτο ἔζησεν ἔτη τλʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη τξζʹ. τὸν δὲ Σάλα ὁ πατὴρ αὐξηθέντα γράμματα ἐξεπαίδευσε· καὶ δή ποτε ὁ Σάλα πορευθεὶς ἀποικίαν κατασκέψασθαι, ἐλθὼν κατὰ γῆν Χαλδαίων γράμματα ἐπί τινων διακεχαραγμένα πετρῶν ἐντυχών· τὰ δ' ἦν ἄρα τῶν Ἐγρηγόρων παράδοσις· ταῦτα δὲ ἐγγραψάμενος ὁ Σάλα αὐτός τε ἐν αὐτοῖς ἐξημάρτανε καὶ τοῖς ἄλλοις τὴν αὐτὴν ἀτοπίαν ἐξεπαίδευσεν. ὁ δὲ Σάλα γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ἕβερ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη υʹ τρία, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη φλγʹ. Ἕβερ δὲ γενόμενος ρλδʹ ἐγέννησε τὸν Ἰεκτὰν καὶ τὸν Φάλεκ. ἐπὶ δὲ τοῦ Ἕβερ ἐννοοῦσιν οἱ ἄνθρωποι πύργον κατασκευάσαι οὐρανομήκη πρὸς ἀποφυγὴν τοῦ κατακλυσμοῦ, ὡς τοῦ θεοῦ ἐπιβουλεύοντος αὐτοῖς· ἦσαν γὰρ πάντες μιᾷ φωνῇ. Νεβρὼδ δὲ ὁ γίγας, Χουσαὶ τοῦ Αἰθίοπος υἱός, προσέτασσε καὶ εἰς βρῶσιν ἀγρεύων ἐχορήγει ζῶα. ὁ δὲ Ἕβερ, ὁ τοῦ Σάλα υἱός, ἐπείγειν ἐγκεχείριστο τὴν οἰκοδομὴν τοῦ πύργου καὶ τῆς Βαβυλῶνος, ὅ ἐστι σύγχυσις. τῶν δὲ πάντων ἐπὶ τὴν τοῦ πύργου καὶ τῆς πόλεως ὁρμησάντων οἰκοδομὴν ἀρχηγοὺς εἶχεν οβʹ, μόνος δὲ Ἕβερ οὐ συνέθετο τῇ τούτων ἀλογίστῳ ἐργασίᾳ· διὸ καὶ πάντων αἱ γλῶσσαι συνεχύθησαν, τῶν συντεθειμένων εἰς οβʹ γλώσσας διαιρεθέντων κατὰ τὸν ἀριθμὸν τῶν ἀρχόντων αὐτῶν· τούτῳ μόνῳ 12 τῷ Ἕβερ θεὸς οὐχ ὑστέρησε τὴν ἀρχαίαν φωνήν. ὅθεν οἱ ἀπομείναντες ἐν τῇ προτέρᾳ γλώσσῃ Ἑβραῒς αὐτὴν ἐπωνόμασαν κατὰ τὴν τοῦ κρατήσαντος αὐτὴν ἐπωνυμίαν Ἕβερ εἰς τὸ γένος τῶν Ἑβραίων, οἵτινες πατρωνυμικῶς καὶ φερωνύμως Ἑβραῖοι καλοῦνται. διὸ καὶ τῇ τῶν Ἑβραίων γλώσσῃ ἐχρῶντο οἱ ἀπὸ τοῦ Ἀδάμ, καὶ τοὺς ἀμφὶ τὸν Ἀβραὰμ καὶ τὸν Νῶε καταγομένους καὶ τὸν δεύτερον Ἀδάμ, τὸν Χριστὸν λέγω, τῇ τῶν Ἑβραίων φωνῇ δῆλον κατὰ τὸν πρῶτον πάντων Ἀδὰμ χρώμενον, ὡς τὸ ἐφαθὰ καὶ ταλιθὰ κοῦμι καὶ λιμὰ σαβαχθανὶ καὶ τὰ ὅμοια. καὶ μέντοι καὶ πρὸς τούτοις καὶ τὰ τῶν παλαιῶν ὀνόματα ἐναργὲς τεκμήριον τοῦ ταύτην εἶναι φωνὴν τὴν πρὸ τῆς συγχύσεως, καὶ ταύτῃ τὸ ζητούμενον ἑρμηνεύεται, ἐφ' ὧν κατ' οὐδεμίαν ἔστι γλῶσσαν τὸ σημαινόμενον ἐπιλύσασθαι, οἷον τοῦ Ἀδὰμ καὶ τῶν λοιπῶν αἱ προσηγορίαι δι' ἑτέρας οὐδεμιᾶς ἑρμηνεύονται, εἰ μὴ διὰ τῆς Ἑβραϊκῆς καὶ μόνης. ταύτην γὰρ τὴν γλῶσσαν καὶ Συριακὴν λέγουσιν, ὡς ὁ πολυμαθὴς οὕτω μαρτυρεῖ Ὠριγένης, ἑρμηνεύων ἐκ τῆς Συριακῆς βίβλου καὶ ἑξῆς Συριακὴν εἰπὼν τὴν Ἑβραίων διάλεκτον, ἐπειδὴ γὰρ Συρίαν τὴν Ἰουδαίαν καὶ Σύρους οἱ παλαιοὶ τοὺς Παλαιστίνους ὠνόμαζον. ὁ μὲν οὖν πύργος οἰκοδομήθη ἐπὶ Ἑβὲρ ἐν ἔτεσι τεσσαράκοντα, καὶ ἔστι κεχαλασμένος τὰ 13 ἴχνη αὐτοῦ φυλασσόμενα μόνον ἀνὰ μέσον Ἀσοὺρ καὶ Βαβυλῶνος. ἦν δὲ ευλγʹ. Φάλεκ δὲ γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ῥαγαῦ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη σθʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη τλθʹ. Γίνονται οὖν ἀπὸ τοῦ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη βσξβʹ, καὶ ἀπὸ τοῦ κατακλυσμοῦ ἕως τῆς συγχύσεως τῆς πυργοποιίας καὶ τῆς τελευτῆς Φάλεκ, ὅ ἐστι μερισμός, ἔτη φλςʹ. Καὶ οὕτω γίνεται διαμερισμὸς ἤτοι διασπορὰ τῶν υἱῶν Νῶε καὶ τῶν ἐξ αὐτῶν γεννηθέντων· διόπερ καὶ μέροπες ἐκλήθησαν ἀπό τε τῆς μεμερισμένης φωνῆς ἀπό τε τοῦ μερισμοῦ τῆς γῆς. ὁ μέντοι Σὴμ ἐγέννησε τὸν Ἐλὰμ καὶ Ἀσοὺρ καὶ τὸν Ἀρφαξὰδκαὶ τὸν Λούδ, ὁ δὲ Χὰμ τὸν Χοὺς καὶ τὸν Μεσραῒμ καὶ τὸν Φοὺδ καὶ τὸν Χανάν, ὁ δὲ Ἰάφεθ τὸν Γάμερ καὶ τὸν Μαγὼγ καὶ τὸν Θηρὰν καὶ τὸν Ἰωΰαν καὶ τὸν Ἰεκτὰν καὶ τὸν Θόβελ καὶ τὸν Μοσὸχ καὶ τὸν Μαδαΐ, ἀφ' οὗ Μῆδοι γενόμενοι καὶ τῶν Βαβυλωνίων κρατήσαντες, ἡ χώρα Μηδία προσηγορεύθη κυρίως καὶ φερωνύμως. Μετὰ γοῦν τὴν σύγχυσιν καὶ τὴν τοῦ πύργου διάλυσιν μεταστέλλονται οἱ τρεῖς υἱοὶ τοῦ Νῶε πάντας τοὺς ἐξ αὐτῶν γενομένους, καὶ διδόασιν αὐτοῖς ἔγγραφον τῶν τόπων τὴν κατανέμησιν, 14 ἥνπερ ἐκ τοῦ πατρὸς Νῶε παρειλήφασι, καὶ λαγχάνουσιν ἑκάστῳ καὶ ταῖς ἑκάστου φυλαῖς καὶ πατριαῖς τόπον καὶ κλίματα καὶ χώρας καὶ νήσους καὶ ποταμοὺς κατὰ τὴν ὑποκειμένην ἔκθεσιν, καὶ κατακληροῦνται τῷ μὲν πρωτοτόκῳ υἱῷ Νῶε Σὴμ ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Ἰνδικῆς καὶ Ῥινοκουρούρων τὰ πρὸςἀνατολήν, τῷ δὲ Χὰμ ἀπὸ Ῥινοκουρούρων ἕως Γαδείρων τὰ πρὸς νότον, τῷ δὲ Ἰάφεθ ἀπὸ Μηδίας ἕως Γαδείρων τὰ πρὸς βοῤῥᾶν. Αἱ δὲ λαχοῦσαι χῶραι τῷ μὲν Σὴμ εἰσὶν αὗται, Περσίς, Βακτριανή, Ὑρκανία, Βαβυλωνία, Κορδυαία, Ἀσσυρία, Μεσοποταμία, Ἀραβία ἡ ἀρχαία, Ἐλυμαΐς, Ἰνδική, Ἀραβία ηεὐδαίμων, κοίλη Συρία, Κομμαγηνὴ καὶ Φοινίκη πᾶσα καὶ ποταμὸς Εὐφράτης· τῷ δὲ Χὰμ Αἴγυπτος, Αἰθιοπία ἡ βλέπουσα κατ' Ἰνδούς, ἑτέρα Αἰθιοπία, ὅθεν ἐκπορεύεται ὁ ποταμὸς τῶν Αἰθιόπων, ἐρυθρὰ βλέπουσα κατ' ἀνατολάς, Θηβαΐς, Λιβύη ἡ παρεκτείνουσα μέχρι Κυρήνης, Μαρμαρίς, Σύρτις, Λιβύη ἄλλη, Νουμιδία, Μασσυρίς, Μαυριτανία ἡ κατέναντι Γαδείρων· ἐν δὲ τοῖς κατὰ βοῤῥᾶν τὰ παρὰ θάλασσαν ἔχει Κιλικίαν, 15 Παμφυλίαν, Πισιδίαν, Μυσίαν, Λυκαονίαν, Φρυγίαν, Καμαλίαν, Λυκίαν, Καρίαν, Λυδίαν, Μυσίαν ἄλλην, Τρωάδα, Αἰολίδα, Βιθυνίαν, τὴν ἀρχαίαν Φρυγίαν, καὶ νήσους ὁμοίως Σαρδανίαν, Κρήτην, Κύπρον, καὶ ποταμὸν Γειὼν τὸν καὶ Νεῖλον καλούμενον· τῷ δὲ Ἰάφεθ Μηδία, Ἀλβανία, Ἀρμενία μικρά τε καὶ μεγάλη, Καππαδοκία, Παμφλαγονία, Γαλατία, Κολχίς, Βόσπορος, Μαιῶτις, Δέρβη, Σαρματίς, Ταυριανίς, Βασταρνίς, Σκυθία, Θρᾴκη, Μακεδονία, Δαλματία, Μολοσσή, Θεσσαλία, Λοκρίς, Βοιωτία, Αἰτωλία, Ἀττική, Ἀχαΐα, Πελλήνη, ἡ καλουμένη Πελοπόννησος, Ἀρκαδία, Ἠπειρῶτις, Ἰλλυρίς, Λυχνῖτις, Ἀδριακή, ἐξ ἧς τὸ Ἀδριακὸν πέλαγος· ἔχειδὲ καὶ νήσους Βρεττανίαν, Σικελίαν, Εὔβοιαν, Ῥόδον, Χίον, Λέσβον, Κύθηραν, Ζάκυνθον, Κεφαλληνίαν, Ἰθάκην, Κέρκυραν, καὶ μέρος τι τῆς Ἀσίας, τὴν καλουμένην Ἰωνίαν, καὶ ποταμὸν Τίγριν τὸν διορίζοντα μεταξὺ Μηδίας καὶ Βαβυλωνίας.

Spanish Gemini
4.1
Crónica( atribuida posiblemente a un autor anónimo de extractos cronológicos). CRÓNICA ANÓNIMA. Libro de la generación de los hombres en el día en que Dios creó a Adán a su imagen y semejanza. Así, pues, el primer hombre fue creado por Dios, cuyo nombre era Adán, y su mujer, Eva; varón y hembra los creó Dios. Adán engendró de su mujer tres hijos: Caín, Abel y Set, y dos hijas: Azura y Asuam. Adán, por mandato de Dios, puso nombre a todos los cuadrúpedos, aves, anfibios, reptiles, peces y a sus propios hijos; pero su propio nombre y el de su mujer les fueron revelados por un ángel del Señor. Caín tomó por mujer a su primera hermana, Azura, y Set a la segunda, Asuam. Abel, que era virgen y justo, era pastor de ovejas, de las cuales, tras ofrecer sacrificios a Dios y ser aceptados, fue asesinado por envidia de su hermano Caín. Caín, que era agricultor y, tras su condena, vivió de forma miserable, fue el primero en inventar las medidas, los pesos y los límites de la tierra; luego, tras fundar una ciudad en la tierra de Naid frente a Edén, la llamó con el nombre de su hijo Enoc, y al obligar a sus allegados a reunirse en un solo lugar, se ocupó en guerras. Según algunos, murió al caerse la casa sobre él, mientras que otros dicen que Lamec lo mató. Caín engendró a Enoc, Enoc a Gaidad, Gaidad a Malaleel, Malaleel a Matusalén, Matusalén a Lamec, quien, tomando dos mujeres, Eldán y Selán, engendró a Iobel, Iubal y Tobel. Iobel introdujo la ganadería, Iubal el salterio y la cítara, y Tobel el martilleo del bronce y del hierro. Uno eligió vivir en tiendas, dedicarse a la ganadería y a la agricultura; otro inventó la citarodia y la tragedia para las prácticas demoníacas; y el tercero ideó suministrar espadas y armas para las guerras. El linaje de Caín, por tanto, hasta este punto es digno de mención por el número de sus padres, para no ser clasificado con los primeros ni ser contado entre los siguientes. Por consiguiente, el pasaje« todo el que mate a Caín será castigado siete veces» tiene esta solución: cada uno morirá por su propio pecado, pero tú, que iniciaste el asesinato y te convertiste en guía del pecado para los demás, serás castigado siete veces, es decir, serás castigado siete veces más y mucho más. Pues es costumbre en la Escritura usar este número siete veces, y es indicativo de una multitud indeterminada, como en« devuelve a nuestros vecinos siete veces más»,« la estéril dio a luz siete» y« no te digo hasta siete veces, sino hasta setenta veces siete». En los actos audaces de Caín, el primer pecado es la envidia, el segundo el engaño, el tercero el asesinato, el cuarto que fue contra su hermano, el quinto que fue el primer asesinato, el sexto que causó luto a sus padres, el séptimo que mintió a Dios; estos son los siete pecados de Caín. Los castigos impuestos por la justicia divina para su escarmiento son estos: primero, maldita sea la tierra por tu causa; segundo, trabajarás la tierra; tercero, no te dará más su fuerza; cuarto, gimiendo y temblando, junto con el quinto, estarás sobre la tierra; sexto, lo que el mismo Caín reveló al decir:« Si me echas ahora de tu presencia, me esconderé de tu rostro»; séptimo, que el castigo no se oculte, sino que se manifieste a todos mediante una señal evidente; pues dice que el Señor Dios puso una señal a Caín para que no lo matara todo aquel que lo encontrara. Adán tenía doscientos treinta años cuando engendró a Set. Este Set fue el primero en descubrir las letras hebreas, la sabiduría, los signos del cielo, los solsticios de los años, los meses y las semanas, y puso nombres a los astros y a los cinco planetas, solo para que fueran conocidos por los hombres, y llamó al primer planeta estrella de Cronos, al segundo de Zeus, al tercero de Ares, al cuarto de Afrodita, al quinto de Hermes; pues a los dos luminares, el sol y la luna, los llamó Dios. Set, a los doscientos cinco años, engendró a otro Enoc, quien esperó invocar al Señor. Después de él, sus descendientes y Set, prevenidos desde arriba, escribieron los acontecimientos futuros sobre el diluvio en tablas de piedra y de barro, señalando que el todo estaba destinado a ser consumido y destruido, ya sea por fuego o por agua; y si era por fuego, las letras se salvarían en las tablas de barro, y si por agua, en las de piedra. Al llegar el diluvio y destruirlo todo, solo se salvaron Noé, sus hijos y sus hijas para la segunda renovación del mundo. Después del diluvio, Cainán, hijo de Arfaxad, escribió la astronomía, habiendo encontrado la denominación de los astros de Set y sus hijos, como se ha dicho, escrita en una tabla de piedra; esta estela permaneció después del diluvio en el monte Siris y existe hasta hoy, como dice Josefo. Adán, pues, según el sapientísimo y divino profeta Moisés, a los doscientos treinta años engendró a Set, y muere en el día de la transgresión; pues teniendo el día de Dios un intervalo de mil años, muere habiendo vivido solo novecientos treinta años. Se dice que fue enterrado en la tierra de Jerusalén, como dice Josefo. Set, a los doscientos cinco años, engendró a Enoc, y después vivió ochocientos siete años, y murió habiendo vivido en total novecientos doce años. Sobre él se ha dicho:« entraron los hijos de Dios a las hijas de los hombres», es decir, las de Caín. Pues los hombres de aquel entonces lo llamaban dios por haber descubierto las letras judías, los nombres de los astros y, además, por admirar su gran piedad, de modo que fue el primero en ser invocado y llamado dios, tal como el Señor le dice a Moisés:« te he puesto como dios ante el Faraón», y sobre los virtuosos, espirituales y jueces dijo:« no maldecirás a los dioses ni hablarás mal de los gobernantes de tu pueblo». Con razón los hijos de Set, de Enoc y de Enós deben entenderse como hijos de Dios y, según Símaco, hijos de los dioses, quienes, vencidos por la incontinencia, entraron a las hijas de Caín, de cuya unión ilícita nacieron gigantes: por el justo Set, fuertes y grandísimos, y por el injusto y profano Caín, malvados y pésimos. Enós, a los ciento cuarenta años, engendró a Cainán, y después vivió setecientos cuarenta años, y engendró a Malaleel, y murió habiendo vivido en total novecientos diez años. Malaleel, a los ciento sesenta y cinco años, engendró a Jared, y después vivió setecientos treinta años, y murió habiendo vivido en total ochocientos noventa y cinco años. Jared, a los ciento sesenta y dos años, engendró a Enoc, y después vivió ochocientos años, y murió, sobre quien se ha dicho la traslación, habiendo vivido en total novecientos sesenta y dos años. Enoc, a los ciento sesenta y cinco años, engendró a Matusalén, y después vivió ochocientos dos años, y murió habiendo vivido en total novecientos sesenta y nueve años. Lamec, a los ciento ochenta y ocho años, engendró a Noé, y después vivió quinientos sesenta y cinco años, y murió habiendo vivido en total setecientos cincuenta y tres años. La Escritura menciona, pues, a dos Lamec, uno el de Caín y otro el padre de Noé; pues Noé nació a través de Lamec no del Caín que mató a un hombre y a un joven, sino de uno posterior y homónimo del de Set; pues aquel dice:« maté a un hombre por una herida para mí y a un joven por un cardenal para mí». Y como habiendo cometido dos asesinatos y tomado a las dos mujeres, Eldán y Selán, se lamenta a sí mismo de ser digno de un castigo de setenta veces siete, porque de Caín, dice, se toma venganza siete veces, pero de Lamec setenta veces siete, por eso es castigado más gravemente, tal como Lamec sufrió así; pues mató a los hermanos del justo Enoc, quien por la fe a través de ellos rogó no ver tal muerte, y al ser escuchado fue trasladado. Enoc era del justo Set, de quien desciende Cristo, genealogizado según la regresión del divino y piadoso Lucas hasta Set, Adán y Dios. Noé, a los quinientos años, engendró tres hijos: Sem, Cam y Jafet. Después de cien años de haber nacido sus hijos, entró en el arca, teniendo seiscientos años, y así ocurre el diluvio. Y en el año seiscientos uno de su vida salió del arca, y después del diluvio vivió trescientos cincuenta años, y murió habiendo vivido en total novecientos cincuenta años. Pero cuando el diluvio cesó, el miedo cedía, pero el abatimiento se intensificaba mucho en él, y sufría lo profético, lo que Amós dice sobre el día del Señor:« de la misma manera que si un hombre huyera de la presencia de un león y le saliera al encuentro un oso y entrara en su casa y apoyara sus manos en la pared y lo mordiera una serpiente», así sucedía entonces. Pues al asomarse del arca y librarse de aquella prisión maloliente y estrecha, le sucedía otro invierno no menor que el anterior, al considerar la penuria y la pérdida del linaje. Sem, dos años después del diluvio, a los ciento dos años, engendró a Arfaxad, y después vivió quinientos años, y murió habiendo vivido en total seiscientos dos años. Arfaxad, a los ciento treinta y cinco años, engendró a Cainán, y después vivió cuatrocientos tres años, y murió habiendo vivido en total quinientos treinta y ocho años. Cainán, a los ciento nueve años, engendró a Sala, y después vivió trescientos treinta años, y murió habiendo vivido en total trescientos sesenta y siete años. El padre instruyó a Sala cuando creció en las letras; y en una ocasión, Sala, habiendo ido a explorar una colonia, al llegar a la tierra de los caldeos, encontró letras grabadas en unas piedras; eran, en efecto, la tradición de los Vigilantes; al copiar esto, Sala pecó él mismo en ello e instruyó a otros en la misma perversidad. Sala, a los ciento treinta años, engendró a Éber, y después vivió cuatrocientos tres años, y murió habiendo vivido en total quinientos treinta y tres años. Éber, a los ciento treinta y cuatro años, engendró a Iectán y a Fáleg. En tiempos de Éber, los hombres pensaron construir una torre que llegara al cielo para evitar el diluvio, como si Dios conspirara contra ellos; pues todos tenían una sola lengua. Nebród el gigante, hijo de Cus el etíope, ordenaba y suministraba animales cazados para el alimento. Éber, hijo de Sala, se encargó de apresurar la construcción de la torre y de Babilonia, que significa confusión. Al lanzarse todos a la construcción de la torre y la ciudad, tenían setenta y dos jefes, pero solo Éber no estuvo de acuerdo con su insensata obra; por eso las lenguas de todos fueron confundidas, dividiéndose los que se habían unido en setenta y dos lenguas según el número de sus jefes; solo a este Éber Dios no le privó de la lengua antigua. De ahí que los que permanecieron en la lengua anterior la llamaran hebrea según el nombre de quien la conservó, Éber, para el linaje de los hebreos, quienes son llamados hebreos patronímica y nominalmente. Por eso los descendientes de Adán usaban la lengua de los hebreos, y los que descienden de Abraham, de Noé y del segundo Adán, digo Cristo, usaban claramente la lengua de los hebreos, como el primer Adán de todos, como el« effatha»,« talitha kumi»,« lima sabachthani» y similares. Y además, los nombres de los antiguos son una prueba clara de que esta es la lengua anterior a la confusión, y con ella se interpreta lo buscado, en cuyos casos no es posible resolver el significado en ninguna otra lengua, como los nombres de Adán y los demás no se interpretan a través de ninguna otra, sino solo a través de la hebrea. Pues a esta lengua también la llaman siríaca, como atestigua el erudito Orígenes, interpretando desde el libro siríaco y llamando a continuación siríaco al dialecto de los hebreos, ya que los antiguos llamaban Siria a Judea y sirios a los palestinos. La torre, pues, fue construida en tiempos de Éber en cuarenta años, y sus restos están derruidos, conservándose solo entre Asur y Babilonia. Era el año cinco mil treinta y nueve. Fáleg, a los ciento treinta años, engendró a Ragau, y después vivió doscientos nueve años, y murió habiendo vivido en total trescientos treinta y nueve años. Resultan, pues, desde Adán hasta el diluvio dos mil doscientos sesenta y dos años, y desde el diluvio hasta la confusión de la construcción de la torre y la muerte de Fáleg, que significa división, quinientos treinta y seis años. Y así ocurre la división o dispersión de los hijos de Noé y de los nacidos de ellos; por eso fueron llamados« meropes»( articulados) tanto por la lengua dividida como por la división de la tierra. Sem engendró a Elam, Asur, Arfaxad y Lud; Cam a Cus, Mesraim, Fud y Canán; Jafet a Gámer, Magog, Terán, Iuán, Iectán, Tobel, Mosoc y Madai, de quien nacieron los medos y, al conquistar a los babilonios, la región fue llamada Media, propia y nominalmente. Después de la confusión y la disolución de la torre, los tres hijos de Noé llaman a todos los nacidos de ellos y les dan por escrito la distribución de los lugares que recibieron de su padre Noé, y a cada uno y a sus tribus y familias les tocan lugares, climas, regiones, islas y ríos según la exposición subyacente, y se reparten: al primogénito de Noé, Sem, desde Persia y Bactria hasta la India y Rinocolura, las tierras hacia el oriente; a Cam, desde Rinocolura hasta Gadir, las tierras hacia el sur; a Jafet, desde Media hasta Gadir, las tierras hacia el norte. Las regiones que le tocaron a Sem son estas: Persia, Bactriana, Hircania, Babilonia, Corduena, Asiria, Mesopotamia, la antigua Arabia, Elimaida, la India, Arabia Feliz, Celesiria, Comagene y toda Fenicia y el río Éufrates; a Cam: Egipto, la Etiopía que mira hacia los indios, otra Etiopía de donde sale el río de los etíopes, la roja que mira hacia el oriente, Tebaida, Libia que se extiende hasta Cirene, Marmárica, Sirte, otra Libia, Numidia, Massuria, Mauritania frente a Gadir; en las regiones hacia el norte, junto al mar, tiene Cilicia, Panfilia, Pisidia, Misia, Licaonia, Frigia, Camalia, Licia, Caria, Lidia, otra Misia, Tróade, Eólida, Bitinia, la antigua Frigia, e islas igualmente: Cerdeña, Creta, Chipre, y el río Geón, también llamado Nilo; a Jafet: Media, Albania, Armenia menor y mayor, Capadocia, Paflagonia, Galacia, Cólquida, Bósforo, Meótide, Derbe, Sarmacia, Tauria, Bastarnia, Escitia, Tracia, Macedonia, Dalmacia, Molosia, Tesalia, Lócrida, Beocia, Etolia, Ática, Acaya, Pelene, el llamado Peloponeso, Arcadia, Epiro, Iliria, Licnitis, Adriática, de donde el mar Adriático; tiene también islas: Britania, Sicilia, Eubea, Rodas, Quíos, Lesbos, Citera, Zacinto, Cefalonia, Ítaca, Corcira, y una parte de Asia, la llamada Jonia, y el río Tigris que separa Media de Babilonia.

Intertext edge

Open linked passage

Note