HISTORIA CHRONIKE
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77">
—
⋯
Original / primary: Pg Scrape Grc
102.1.1
Exc. De virt.: Ὅτι Τίτος, Οὐεσπασιανοῦ υἱὸς, ἀνὴρ ἦν πᾶν ἀρετῆς συνειληφὼς γένος, ὡς πρὸς ἁπάντων ἔρως τε καὶ τρυφὴ τοῦ θνητοῦ προσαγορευθῆναι γένους. Εὐγλωττότατός τε γὰρ καὶ πολεμικώτατος καὶ μετριώτατος ἦν, καὶ τῇ μὲν Λατίνων ἐπιχωρίῳ γλώττῃ πρὸς τὰς τῶν κοινῶν ἐχρῆτο διοικήσεις, ποιήματα δὲ καὶ τραγῳδίας Ἑλλάδι φωνῇ διεπονεῖτο. 103 Ibid.: Ὅτι ἐπεὶ ᾑρήκει τὰ Ἱεροσόλυμα ὁ Τίτος, Συρία τε πᾶσα καὶ Αἴγυπτος καὶ ὅσα τῇ Παλαιστίνῃ πρόσοικα γένη ἐστεφάνουν τὸν ἄνδρα, νικητὴν ἀποκαλοῦντες. Ὁ δὲ διωθεῖτο τοὺς στεφάνους, οὐκ αὐτὸς λέγων εἰργάσθαι ταῦτα, θεῷ δὲ φήναντι ὀργὴν ἐπιδεδωκέναι τὰς ἑαυτοῦ χεῖρας. Οὕτως ἦν μέτριος καὶ σωφροσύνης μεστός. 104 Exc. De ins.: Ὅτι ἐπὶ Τίτου τοῦ Ῥωμαίων βασιλέως, ἀνήρ τις Ἀσιανὸς ὢν ἦν? τὸ γένος, Τερέντιος Μάξιμος ὄνομα, τά τε ἄλλα καὶ τὴν φωνὴν προσεοι κὼς τῷ Νέρωνι· καὶ γὰρ δὴ καὶ οὗτος ᾖδε πρὸς κιθάραν, Νέρων τε εἶναι ἐπλάττετο, καὶ διαπεφευγέναι πάλαι τοὺς ἐπ' αὐτὸν σταλέντας στρατιώτας, ἐν ἀφανεῖ δέ που πεποιῆσθαι τὰς διατριβὰς ἐς τόδε. Πολλοὺς γοῦν ἔκ τε τῆς κάτω Ἀσίας τούτοις ἀπατήσας τοῖς λόγοις, ἕπεσθαί οἱ ἀνέπεισεν, καὶ ἐπὶ τὸν Εὐφράτην προϊὼν πολλῷ πλείους προσεποιήσατο. Τέλος πρὸς Παρθυαίους, ὡς καὶ ὀφειλομένης αὐτῷ πρὸς ἐκείνων ἀμοιβῆς τινος διὰ τὴν τῆς Ἀρμενίας ἀπόδοσιν, κατέφυγεν. Οὐ μὴν ἄξιόν τι τῆς ἐπινοίας εἰργάσατο, ἀλλὰ φωραθεὶς ὃς ἦν, ταχέως ἀπώλετο. 105 Ibid.: Ὅτι πολλῶν ἀγαθῶν ἕνεκα πέρα τοῦ συνήθους πρὸς πάντων ποθούμενός τε καὶ θαυμαζόμενος νόσῳ τελευτᾷ τὸν βίον προστὰς τῆς ἡγεμονίας Ῥωμαίων βʹ ἔτη πρὸς μησὶν ηʹ. Γέγονε μὲν οὖν πολλοῖς οὐ διὰ μικρᾶς ὑπονοίας ἐπιβουλευθέντα μὲν πρὸς τοῦ ἀδελφοῦ τεθνηκέναι, λαγὸν θαλάσσιον ἐν δείπνῳ τινὶ προσενεγκάμενον. Φασὶ δὲ προειπεῖν αὐτῷ τὸν Ἀπολλώνιον, φυλάττεσθαι μάλιστα τὴν ἀπὸ τῶν οἰκειοτάτων ἐπιβουλὴν, τοῦ δὲ ἐρομένου, «ἀποθανοῦμαι δὲ τίνα τρόπον»; εἰπεῖν τὸν Ἀπολλώνιον· «ὅν γε Ὀδυσσεὺς λέγεται»· φασὶ γὰρ κἀκείνῳ ἐκ θαλάττης ἀφικέσθαι τὸν θάνατον. Φασὶ δὲ ὅτι Δομετιανὸς αὐτὸν ἔτι ἔμπνουν ὄντα, καὶ τυχὸν περιγενόμενον, ἐς λάρνακα πλήρη χιόνος ἐμβαλὼν, ὡς ἂν θᾶττον ἀπὸ ψύχους ἐκλείποι, αὐτὸς ἐπὶ τὴν Ῥώμην παραληψόμενος τὴν βασιλείαν ἀφίππευσεν. Ὅδ' οὖν Τίτος ψυχορραγῶν ἤδη ἔφη «ἓν μόνον ἐπλημμέλησα·» τὸ δὲ τί τοῦτο ἦν, αὐτὸς μὲν οὐ διεσάφησεν· οἱ δὲ παρόντες ἐς τὸν Δομετιανὸν οὐκ ἔξω τοῦ εἰκότος ἀποτείνειν ἐλογίσαντο, ὅτι αὐτὸν ἐπιβουλεύσαντά οἱ πολλάκις λαβὼν μεθῆκε, καὶ περιέμεινεν αὐτὸς ὑπ' ἐκείνου διαφθαρῆναι, καὶ τὴν ἀρχὴν εἰς ἄνδρα κακὸν καὶ ἀνοσιουργὸν περιελθεῖν. t106- 108 ΔΟΜΕΤΙΑΝΟΣ.