Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
HISTORIA CHRONIKE
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77"> —
⋯
More
Original / primary: Pg Scrape Grc
106.1.1
Exc. De virt.: Ὅτι Δομετιανὸς ὁ βασιλεὺς Ῥωμαίων, ἀδελφὸς Τίτου νεώτερος, Νέρωνι καὶ Καλιγόλᾳ καὶ Τιβερίῳ, τοῖς αἴσχιστα καὶ φαυλότατα προστᾶσι τῆς ἡγεμονίας, ἤπερ τῷ πατρὶ καὶ τῷ ἀδελφῷ προσεοικὼς τὸν τρόπον. Μετρίοις γὰρ δὴ τῆς ἀρχῆς προοιμίοις χρησάμενος, εὐθὺς εἰς πλείονά τε καὶ ἄτοπα τῆς γνώμης ἐκπίπτει μειονεκτήματα, πλεονεξίαν τε νοσῶν ἄμετρον καὶ ἀσέλγειαν, θυμοῦ τε ἀκρατὴς ὢν καὶ ἀπαραίτητος ἐν ταῖς κολάσεσι, φιλαπεχθήμων τε καὶ φιλάργυρος εἰ καί τις ἕτερος. Ταχέως γοῦν πρὸς ἁπάντων μῖσος ἐφειλκύσατο, ὡς τό τε τοῦ ἀδελφοῦ καὶ τοῦ πατρὸς ἀποσβέσαι κλέος. Σφαγαῖς τε γὰρ τῶν ἐπισήμων τῆς βουλῆς ἑκάστης ἡμέρας ἐμίαινε τὴν πόλιν, τάς τε ἴσας τοῖς κρείττοσι μεταδιώκων τιμὰς, οὐχ ὑπέμεινεν ἑτέρων αὐτῷ γίνεσθαι κατὰ τὸ Καπιτώλιον ἀνδριάντων στάσιν ἢ ἐκ χρυσοῦ τε καὶ ἀργύρου πεποιημένων. Ἀπέσχετο δὲ οὐδὲ τοῦ τῶν συγγενῶν φόνου, ἀλλ' ἐπὶ πάντας τοὺς ἀφ' αἵματος τὴν ἀνοσίαν ἤγαγε δεξιὰν, οὔτε θεοὺς ὁμογνίους, οὔτε δίκην αἰδούμενος, ἀλλ' ὁμοῦ τά τε θεῖα περιφρονῶν καὶ τὰ ἀνθρώπινα. 107 Exc. De ins.: Ὅτι ἅπασιν ὁ Δομετιανὸς διὰ τὸ φονικὸν καὶ θηριῶδες τῆς γνώμης ἔχθιστος ὢν, πρὸς τῶν οἰκείων συστάντων ἐπ' αὐτῷ κατακτείνεται, εʹ καὶ λʹ γενονὼς ἔτη, ἄρξας δὲ ιεʹ. Τό γε μὴν σῶμα τοῦ ἀνδρὸς ὑπὸ τῶν ἀτιμοτάτων τῆς πόλεως ἀφορηθὲν, ἀσήμῳ τε καὶ ἀπρεπεῖ παρεδόθη ταφῇ. Ἐπιβουλεῦσαι δὲ μάλιστα τούτῳ τὸν φόνον Παρθένιόν τε καὶ Σιγηρὸν τοὺς προκοίτους καὶ Ἔντελλον τὸν τὰ τῆς ἀρχῆς διέποντα βιβλίδια· οὔτε τῆς Δομετίας τῆς τοῦ τυ ράννου γαμετῆς (ἦκτο γὰρ δὴ ταύτην παῖδα τοῦ Τίτου τυγχάνουσαν) ἀγνοούσης τὴν ἐπιβουλὴν, οὔτε Νωρβάνου καὶ Σεκούνδου τῶν ὑπάρχων. Τούτους γὰρ δὴ μαθόντας, ὅτι σφᾶς ἐκποδὼν ἀθρόως ὁ Δομετιανὸς ποιήσασθαι διέγνωκε, καί τινα καὶ γράμματα περὶ τούτου θεασαμένους, οὐκ ἀναβάλλεσθαι τὴν πρᾶξιν, ἀλλ' ἐς τὴν ἐπιοῦσαν εὐθέως παρασκευασαμένους εἰσπέμψαι σὺν ξιφιδίῳ Στέφανον τὸν ἀπελεύθερον· καὶ τοῦτον προσπεσόντα Δομετιανῷ καθεύδοντι τὸ μεθημερινὸν, πατάξαι μὲν, οὐ μὴν καιρίαν. Ἀναπηδήσαντος γοῦν ἐκείνου, καὶ τὸν Στέφανον καταβάλλοντος, δείσαντας τοὺς περὶ τὸν Παρθένιον μὴ καὶ περιγένηται, ἐπεισελθεῖν, καὶ παντελῶς αὐτὸν προσκατεργάσασθαι. Προσημῆναι δὲ τῷ Δομετιανῷ τὴν τελευτὴν ἄλλα τε πολλὰ, τοῦτο μὲν τέρατα, τοῦτο δὲ ὄψεις ὀνείρων, καὶ μάλιστα πάντων Λαργῖνον ἀστρολόγον τινά· τοῦτον γὰρ δὴ παρὰ τοῖς Γαλάταις προειπόντα δημοσίᾳ τὴν τελευτὴν τοῦ τυράννου καὶ τὸν χρόνον ἀποδηλώσαντα πρὸς τοῦ ὑπάρχου ἀναπεμφθῆναι τῷ Δομετιανῷ ἐπὶ κολάσει, καὶ αὖθις τὰ αὐτὰ εἰπόντα καὶ τὴν ἡμέραν προαγορεύσαντα καταδικασθῆναι μὲν, οὐ μὴν ἀποθανεῖν τοῦ τυράννου ἀναβαλλομένου τὴν τιμωρίαν ἐς τὸν ῥηθέντα χρόνον, ὅπως δὴ διαφυγὼν δικαιότερον αὐτὸν ὡς ψευσάμενον κολάσειε· κἀν τούτῳ ἀναιρεθέντος τοῦ Δομετιανοῦ, διαφυγεῖν τὸν ἄνδρα. Κἀκεῖνο δὲ θαυμαστὸν παρὰ τὴν τοῦδε τελευτὴν συμβέβηκεν. Ἀπολλώνιον γὰρ τὸν Τυανέα κατ' ἐκείνην τὴν ἡμέραν, μᾶλλον δὲ παρ' αὐτὸν τὸν καιρὸν τῆς σφαγῆς, προειπεῖν Ἐφεσίοις ἐν κοινῷ τὸ περὶ τὸν Δομετιανὸν πάθος τοῖσδε τοῖς ῥήμασι, «Καλῶς, ὦ Στέφανε, εὖγε ὦ Στέφανε, παῖε τὸν μιαιφόνον. Ἔπληξας, ἔτρωσας, ἀπέκτεινας.» 108 Exc. Salm.: Δομετιανὸς ἔτη πέντε καὶ δέκα. Προεῖπεν ἀστρολόγος καὶ πότε καὶ ὅπως τεθνήξεται. Ἠρώτησεν οὖν αὐτὸν ἐκεῖνος, ποίῳ τέλει αὐτὸς χρήσεται· καὶ εἰπόντος, θέλων ἀπελέγξαι αὐτὸν ψευδόμενον, ἐκέλευσε ζῶντα καυθῆναι, ἁφθέντος δὲ πυρὸς, ὑετὸς πολὺς καταρραγεὶς τὴν πυρὰν ἔσβεσε, καὶ κύνες ὀπίσω τὼ χεῖρε δεδεμένου τοὺς δεσμοὺς διεσπάραξαν. Δομετιανὸς δὲ εἶδε πρὸ μιᾶς ἡμέρας τοῦ θανάτου αὐτοῦ, ὡς ἵππῳ μέλανι ἐπεκάθητο ἔνοπλος· καὶ πεσόντων αὐτομάτως ἐξ αὐτοῦ τῶν ὅπλων σὺν τῷ ἵππῳ εἰς τὸ χάσμα κατηνέχθη. Λαργῖνος δὲ Πρόκλος ἐν Γερμανίᾳ προεῖπε δημοσίᾳ τὴν ἡμέραν ἐν ᾗ ὁ βασιλεὺς τεθνήξεται· διὸ δέσμιος Δομετιανῷ εἰς Ῥώμην ἐπέμφθη. Καὶ εἶπεν αὐτῷ εἰς ὄψιν τὸ αὐτό. Ὁ δὲ ἐκέλευσεν αὐτὸν φυλαχθῆναι, ὡς ἂν τῆς ἡμέρας ἐκείνης διαδραμούσης ἀναιρεθῇ· ἀλλὰ θανόντος τοῦ βασιλέως, ἀπελύθη ἀβλαβής. Πρὸ Δομετιανοῦ Τίτος πρεσβύτερος ἀδελφὸς αὐτοῦ, ἔτη δύο, μῆνας ὀκτὼ, ἡμέρας κʹ. t109- 110 ΝΕΡΒΑΣ.

Intertext edge

Open linked passage

Note