Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
HISTORIA CHRONIKE
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77"> —
⋯
More
Original / primary: Pg Scrape Grc
109.1.1
Ibid.: Νέρβας ἔλεγεν ὡς «Οὐδὲν τοιοῦτον πεποίηκα, ὥστε μὴ δύνασθαι τὴν ἀρχὴν καταθέσθαι καὶ ἀσφαλῶς ἰδιωτεῦσαι.» Καί τισι δὲ ἔδωκε ξίφη, λόγῳ μὲν ἵνα ἐπισκέψωνται αὐτὰ εἰ ὀξέα εἰσὶν, ἔργῳ δὲ ἐνδεικνύμενος, ὡς οὐδὲν αὐτῷ μέλει κἂν παραχρῆμα ἀποθάνῃ. Οὗτος ἀπηγόρευσεν ἐκτέμνειν ἐν Ῥώμῃ. 110 Exc. De ins.: Ὅτι Νέρβας, ἐπειδὴ πρός τινων διὰ τὸ γῆρας καταφρονηθεὶς ἐπεβουλεύθη πολλάκις, καὶ τὸν Πετρώνιον καὶ τὸν Παρθένιον, προσφιλεστάτους ὄντας, ἐκδοῦναι τοῖς στρατιώταις πρὸς Αἰλιανοῦ τοῦ τῶν δορυφόρων ἡγουμένου ἐβιάσθη· ἐφ' οἷς δὴ καὶ σφόδρα ἠνιᾶτο. Λέγεται δὲ Τραϊανῷ ἄλλα τέ τινα τελευτῶν αὐτοχειρὶ ἐπιστεῖλαι, καὶ τὸν Ὁμηρικὸν (Il. a, 42) ἐπιθεῖναι στίχον, Τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν. t111- 112 ΤΡΑΪΑΝΟΣ. 1

Intertext edge

Open linked passage

Note