HISTORIA CHRONIKE
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77">
—
⋯
Original / primary: Pg Scrape Grc
119.1.1
ΚΟΜΜΟΔΟΣ. Ibid.: Ὅτι μέχρι μέν τινος ὁ Κόμοδος πάντα ἔπραττε τοῖς πατρικοῖς φίλοις συμβούλοις χρώμενος. Ἐπειδὴ δὲ Περέννιον ἔπαρχον τῶν στρατοπέδων κατέστησεν, ἄνδρα τὸ μὲν γένος Ἰταλιώτην, πονηρὸν δὲ τὸ ἦθος, αὐτὸς μὲν τρυφαῖς καὶ συμποσίοις ἐσχόλαζεν, οὗτος δὲ πάσης τῆς ἀρχῆς τὴν ἐξουσίαν ἐνδυσάμενος, τούς τε πατρῴους φίλους πρώτους διαβάλλειν ἤρξατο, καὶ ὅσοι πλούσιοι ἦσαν, τούτους εἰς ὑποψίαν ἄγων, τὸ μειράκιον ἐξεφόβει, ὡς ἂν αὐτοὺς διαχρησάμενος ἀφορμὴν αὑτῷ παράσχοι ἁρπάζειν τὰ ἐκείνων. Μέχρι μὲν οὖν τινὸς ἐπεῖχε τὸν νέον ἡ τοῦ πατρὸς μνήμη καὶ ἡ τῶν φίλων αἰδώς· ἀλλ' ὥσπερ τινὸς βασκάνου τύχης ἀνατρεπούσης αὐτοῦ τὴν κοσμίαν ἀρχὴν, συνέβη τι τοιοῦτον. Λουκίλλα ἦν τῷ Κομόδῳ πρεσβυτάτη ἀδελφή· αὕτη πρότερον Λουκίῳ Βήρῳ αὐτοκράτορι συνῴκει, ὃν κοινωνὸν τῆς βασιλείας Μάρκος ἐποιήσατο. Ἐπειδὴ οὖν συνέβη τὸν Λούκιον τελευτῆσαι, μενόντων τῇ Λουκίλλῃ τῶν τῆς βασιλείας συμβόλων, Πομπηϊανῷ ὁ πατὴρ ἐξέδοτο αὐτήν· ἀλλὰ καὶ ὁ Κόμοδος ἐφύλαττε τὰς τιμὰς τῇ ἀδελφῇ. Ἐπειδὴ δὲ ἠγάγετο αὐτὸς Κρισπίναν, ἀνάγκη τε ἐγένετο τὴν προεδρίαν ἀπονέμεσθαι τῇ τοῦ βασιλεύοντος γυναικὶ, δυσφόρως τοῦτο φέρουσα ἡ Λουκίλλα, τῷ μὲν ἀνδρὶ οὐκ ἐθάρρησεν εἰπεῖν, Κοδράτῳ δέ τινι, εἰς ὃν καὶ διεβάλλετο, ὑπέθετο τὸν Κόμοδον ἀνελεῖν· ὁ δὲ Κυιντιανῷ νεανίᾳ θρασυτάτῳ τε καὶ φονικωτάτῳ τὴν ὀλεθρίαν ἐπέτρεψε πρᾶξιν. Ὅστις λαβὼν ἐγχειρίδιον, καὶ ὑποστὰς ἐν τῇ τοῦ θεάτρου εἰσόδῳ (ἔστι δὲ αὕτη ζοφώδης), ὥρμησε κατὰ τοῦ Κομόδου. Ὡς δὲ διήμαρτε τῆς πληγῆς, κρατηθεὶς ὑπὸ τῶν σωματοφυλάκων, ἅπαντα διήλεγξε. Καὶ αὐτὸς μὲν παραχρῆμα δίκην ἀνοίας ὑπέσχεν· ὁ δὲ Κόμοδος ἔκτοτε κοινοὺς ἐχθροὺς ἅπαντας ἐλογίζετο. Ὑπῆρξε δὲ καὶ τῷ Περεννίῳ πρόφασις, ἣν ἐζήτει· τήν τε γὰρ ἀδελφὴν ὁ Κόμοδος διεχρήσατο, καὶ πάντας ἀφειδῶς τούς τε ὄντας ἐν τῇ συνωμοσίᾳ καὶ τοὺς ὡς ἔτυχε διαβαλλομένους ἀπεσκευάζετο, μάλιστα τοὺς πατρῴους καὶ ἀναγκαίους φίλους. 2. Τοῦτο τοῦ Περεννίου κατασκευάζοντος ποιησάμενός τε (γὰρ) ἑαυτὸν ὑπὸ ἐξουσίαν, ἐπιβούλευε τῇ ἀρχῇ, τόν τε Κόμοδον κατεργάσασθαι βουλόμενος, καὶ τοῖς ἑαυτοῦ παισὶ τὴν βασιλείαν διανεῖμαι. Ἐγνώσθη δὲ ἡ ἐπιβουλὴ παραδόξως ὑπὸ φιλοσόφου τινὸς ἐν τῷ θεάτρῳ μεγάλῃ τῇ φωνῇ ἀνακράζοντος· καὶ ὁ μὲν ὑπὸ τοῦ Περεννίου δίκας τῆς παρρησίας λαβὼν, πυρὶ παρεδόθη· ὁ δὲ Κόμοδος ὑπετόπει τε τὸν Περέννιον, καὶ ἐμέμνητο τῶν λεχθέντων. Ὀλίγου δὲ χρόνου διελθόντος, στρατιῶταί τινες τῶν Ἰλλυριῶν, λαθόντες τὸν Περεννίου παῖδα, νομίσματα ἐκόμισαν ἐκτετυπωμένα τὴν ἐκείνου εἰκόνα· ἅπερ ἑωρακὼς, ὁ Κόμοδος, πεισθεὶς δὲ τοῖς λεχθεῖσιν αὐτῷ πολλάκις, πέμψας διὰ νυκτὸς, ἀποτέμνει τὴν κεφαλὴν τοῦ Περεννίου, καὶ τὴν ταχίστην ἐκπέμπει πρὸς τὸν αὐτοῦ παῖδα (ὃς ἦν ἔπαρχος τοῦ ἐν Ἰλλυριοῖς στρατοπέδου) τὰ ἐπὶ τῆς Ῥώμης ἔτι ἀγνοοῦντα, κελεύει τε αὐτὸν διά (τε) φιλικῶν γραμμάτων ἥκειν ἐν τῇ Ῥώμῃ, ὡς καὶ τοῦ πατρὸς αὐτοῦ βουλομένου, καὶ τὴν ὕπατον ἀρχὴν αὐτοῦ ληψομένου. Ὁ δὲ, τῶν ἀγγέλων εἰπόντων ταῦτα, ἀσχάλλων μὲν ὅτι ἀτελῆ κατέλιπε τὰ τῆς τυραννίδος, θαρρῶν δὲ τῇ τοῦ πατρὸς δυνάμει, ποιεῖται τὴν ὁδοιπορίαν. Γενόμενον δὲ αὐτὸν κατὰ τὴν Ἰταλίαν, οἷς τοῦτο ἐντέταλτο, διεχρήσαντο. Τοιοῦτον μὲν δὴ τέλος ἐκείνους κατέλαβεν. 3. Ὁ δὲ Κόμοδος δύο τοὺς ἐπάρχους καταστήσας, ἀσφαλέστερον ᾠήθη πράττειν. Χρόνου δέ τινος διαδραμόντος, ἑτέρα τις ἐπιβουλὴ κατ' αὐτοῦ γέγονε. Μά τερνός τις, ἐκ τῶν στρατιωτῶν φυγὰς, πολλὰ καὶ δεινὰ διαφόρως τολμήσας, πείσας τέ τινας ἀπὸ τῶν αὐτῶν ἔργων, χεῖρα πολλὴν κακούργων συναθροίζει· καὶ πρότερον μὲν τὰς πλησίον ἐλῄστευσε πόλεις· εἶτα καὶ μείζονα τολμήσας, εἰς τὴν Ἰταλίαν εἰσέδυ· καὶ ἐπιτηρήσας ἡμέραν, ἐν ᾗ ὁ βασιλεὺς πανδημεὶ ἑορτὰς ἐπιτελεῖ, καὶ πάντες τὰ ἑαυτῶν σχήματα διήλλαττον ὡς ἐβούλοντο, καιρὸν ἐπιτήδειον νομίσας, λαβών τε δορυφόρου σχῆμα ἐπεπήδησε διαχρήσασθαι τῷ Κομόδῳ. Ἀλλ' εἷς τῶν σὺν αὐτῷ κακούργων παροξυνθεὶς ὑπὸ φθόνου, προδιαγγέλλει τοῖς τοῦ βασιλέως οἰκείοις· καὶ συλλαβόντες τὸν Μάτερνον, ἀπέτεμον αὐτοῦ τὸν αὐχένα. Κόμοδος δὲ τοῖς ἑαυτοῦ θεοῖς ὁμολογήσας χαριστηρίους τινὰς, ὑπέρ τε τῆς σωτηρίας καὶ τῆς βασιλείας ἐπανηγύριζεν. 4. Ὁ δὲ Κόμοδος ἐκφυγὼν τὴν Ματέρνου ἐπιβουλὴν, πλείονί τε φρουρᾷ ἐχρήσατο, καὶ σπανίως τοῖς δήμοις ἐφαίνετο, τὰ πλεῖστα ἐν προαστείοις διατρίβων. Συνέβη γὰρ κατ' ἐκεῖνον τὸν χρόνον καὶ λοιμώδη νόσον κατασχεῖν τὴν Ἰταλίαν, καὶ πολλοὺς διαφθείρειν. Ἐπέσχε δὲ καὶ λιμὸς κατ' αὐτὸ τοὺς ἀνθρώπους ἐκ τοιαύτης αἰτίας. Κλέανδρός τις, τῷ μὲν γένει Φρὺξ, συναυξηθείς τε τῷ Κομόδῳ, εἰς τοσοῦτον ὑπ' αὐτοῦ τιμῆς προῆλθεν, ὡς καὶ τὴν τοῦ σώματος φρουρὰν καὶ τὴν τοῦ θαλάμου καὶ τῶν στρατιωτῶν πρόνοιαν ἐγχειρισθῆναι· ὑπὸ δὲ πλούτου καὶ τρυφῆς ἀνεπείσθη καὶ πρὸς βασιλείας ἐπιθυμίαν προῆλθεν· ὠνούμενος δὲ πλεῖστον σῖτον, ἀπέκλειεν, ἐλπίζων τόν τε δῆμον καὶ τὸ στρατόπεδον ἐν σπάνει καταστήσας, ἐπιδόσεσι λαμπραῖς ἁλόντας ὑπαγαγέσθαι· καὶ γυμνάσιον καὶ λουτρὸν μέγιστον κατασκευάσας, τούτους ἐδελέαζεν. Οἱ δὲ Ῥωμαῖοι ἀπεχθῶς ἔχοντες πρὸς αὐτὸν, καὶ τῶν δεινῶν τὰς αἰτίας εἰς ἐκεῖνον ἀναφέροντες, τὰ μὲν πρῶτα ἐν τοῖς θεάτροις κακῶς ἠγόρευον, τὸ δὲ τελευταῖον καὶ ἐν τῷ προαστείῳ τοῦ Κομόδου πανδημεὶ ἐπελθόντες κατεβόων, καὶ τὸν Κλέανδρον πρὸς θάνατον ᾔτουν. Ταραχῆς δὲ οὔσης, τῷ μὲν Κομόδῳ ἐκώλυσε γνωσθῆναι, αὐτὸς δὲ στρατιώτας ἐπαφῆκε τῷ δήμῳ, καὶ μέχρι τῆς πόλεως διωκόμενον ἔκοπτεν· ὡς δὲ ἐν τῇ πόλει εἰσῆλθεν, οἱ ἐν αὐτῇ μείναντες, αἰσθόμενοι τὸ κατειληφὸς πάθος, ἀποκλείσαντες τὰς εἰσόδους, ἐκ τῶν δωμάτων λίθοις καὶ κεράμοις ἔβαλλον τοὺς ἱππέας. Οἱ δὲ ἔπασχον ἅπερ ἐδράκεισαν· τιτρωσκόμενοι τοίνυν καὶ μὴ φέροντες εἰς φυγὴν ἐτράπησαν, πολλοὶ δὲ καὶ διεφθάρησαν. 5. Ἐμφυλίου τε πολέμου τηλικούτου τὴν Ῥώμην κατέχοντος, ἄλλος μὲν οὐδεὶς ἀγγεῖλαι τῷ Κομόδῳ τὰ πραττόμενα ἐβούλετο, δέει τῆς Κλεάνδρου ἐξουσίας· ἡ δὲ πρεσβυτάτη τῶν ἀδελφῶν τοῦ βασιλέως λυσαμένη τὰς τρίχας, καὶ ῥίψασα ἑαυτὴν ἐπὶ τῆς γῆς, ἅπαντα διηγόρευε τὰ τῷ Κλεάνδρῳ πεπραγμένα, καὶ ὅτι τῆς βασιλείας ἐκβάλλονται, εἰ μὴ τὴν ταχίστην πρὸς θάνατον ἐκδοθείη. Τότε καὶ τῶν παρόντων τινὲς θαρρήσαντες τοῖς τῆς ἀδελφῆς λόγοις τὸν Κόμοδον ἐξετάραξαν. Ἐκπλαγεὶς δὲ ἐκεῖνος τόν τε ἐπικείμενον κίνδυνον καταλαβὼν, τὴν κεφαλὴν ἀποτμηθῆναι κελεύει τοῦ Κλεάνδρου, καὶ ἐπὶ δόρατος μακροῦ ἐκπέμπει τῷ δήμῳ. Ὁ δὲ παραχρῆμα τῆς μανίας ἐπαύσατο, προσανελὼν μέντοι καὶ τοὺς υἱοὺς τοῦ Κλεάνδρου. Καὶ ὁ μὲν Κλέανδρος οὕτω τε ἤνθησεν ἐν ὀλίγῳ, καὶ οὕτω διεμαράνθη.