HISTORIA CHRONIKE
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77">
—
⋯
Original / primary: Pg Scrape Grc
123.1.1
ΙΟΥΛΙΑΝΟΣ. Exc. De virt.: Ὅτι Ἰουλιανὸς ὁ ὕπατος, ὁ ὠνησάμενος τὴν βασιλείαν, ἐπεὶ παρῆλθεν εἰς τὴν ἀρχὴν, εὐθέως τρυφαῖς καὶ κραιπάλαις ἐσχόλαζε, τῇ μὲν τῶν δημοσίων ἐπιμελείᾳ ῥᾳθύμως προσφερόμενος, εἰς δὲ τὸ ἁβροδίαιτον ἐπιδιδοὺς ἑαυτόν. Εὑρίσκετο δὲ καὶ τοὺς στρατιώτας ψευσάμενος· οὔτε γὰρ οἴκοθεν ἦν αὐτῷ τοσαῦτα χρήματα, καὶ οἱ δημόσιοι θησαυροὶ ἐκεκένωντο ὑπὸ Κομόδου. Ἐκ ταύτης τῆς αἰτίας οἵ τε στρατιῶται ἠγανάκτουν, καὶ ὁ δῆμος ἐν τοῖς θεάτροις ἐν καταφρονήσει αὐτὸν ἐποίει.