Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
HISTORIA CHRONIKE
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77"> —
⋯
More
Original / primary: Pg Scrape Grc
124.1.1
ΝΙΓΡΟΣ. Exc. De ins.: Ἐκ ταύτης τῆς αἰτίας οἵ τε στρατιῶται ἠγανάκτουν, καὶ ὁ δῆμος αἰσθόμενος ἐν καταφρονήσει αὐτὸν ἐποιεῖτο, καὶ Νίγρον ἐν τοῖς θεάτροις ἐπεκάλει, βοηθόν τε αὐτὸν γενέσθαι τὴν ταχίστην τῇ Ῥωμαίων ἀρχῇ ἠξίου, ὡς ἐφύβριστα πασχούσῃ. Καὶ τοῦτον ἀναγορεύουσι βασιλέα. Ὁ δὲ καὶ αὐτὸς ἐξυπτιάζεται πρὸς τὴν τῶν πραγμάτων ἐπιμέλειαν, καὶ ἀνειμένως τοῖς Ἀντιοχεῦσι συνευφραίνετο, εἰς ἑορτὰς καὶ θέας ἐπιδιδοὺς ἑαυτὸν, τῆς τε εἰς τὴν Ῥώμην ἀφόδου ἠμέλει, τοῖς τε Ἰλλυρικοῖς στρατεύμασι δέον ἐπιφοιτῆσαι τὴν ταχίστην, καὶ φθάσαι οἰκειωσάμενον αὐτὰ, οὐδὲ τῶν πραττομένων τι αὐτοῖς ἐδήλου, ἐλπίζων πάντας ὁμογνώμονας ἔσεσθαι τῇ Ῥωμαίων εὐχῇ. Ταῦτα δὲ αὐτοῦ πράττοντος, διηγγέλθη εἰς Ἰλλυριοὺς καὶ πᾶν τὸ ἐκεῖσε στρατιωτικὸν, ὃ ταῖς ὄχθαις Ἴστρου τε καὶ Ῥήνου ἐπικείμενον ἀπείργει τοὺς ἐπέκεινα βαρβάρους, καὶ φρουρεῖ τὴν Ῥωμαίων ἀρχήν. Ἡγεῖτο δὲ τούτων Σεβῆρος, τὸ μὲν γένος Λίβυς, εἰς δὲ πραγμάτων διοίκησιν γενναῖος.

Intertext edge

Open linked passage

Note