HISTORIA CHRONIKE
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77">
—
⋯
Original / primary: Pg Scrape Grc
125.1.1
ΣΕΒΗΡΟΣ. Exc. De virt.: Οὗτος ὁ Σεβῆρος τὸ μὲν γένος ἦν Λίβυς, ἐς δὲ πραγμάτων διοίκησιν γενναῖος ἅμα καὶ θυμοειδὴς, σκληρῷ τε βίῳ καὶ τραχεῖ ἐνειθισμένος, πόνους τε ἀνέχων ῥᾷστα, νοῆσαί τε ταχὺς καὶ τὸ νοηθὲν ἐπιτελέσαι ὀξύς. 126 Exc. De ins.: Οὗτος πυθόμενος τὴν Ῥωμαίων ἀρχὴν μετέωρον φερομένην ἁρπάζεσθαι, καταγνοὺς τοῦ μὲν ῥᾳθυμίαν, τοῦ δὲ δυσπραγίαν (ἐνέπειθον δὲ αὐτὸν καὶ ὀνείρατα καὶ χρησμοὶ καὶ σύμβολα· τό γε τελευταῖον ᾠήθη τὸν Περτίνακα ἰδεῖν ἐφ' ἵππου προϊόντα, τὸν δὲ ἵππον ἐκεῖνον μὲν ἀποσεισάμενον, Σεβῆρον δὲ ἀναλαβόντα)· οὕτω τοίνυν ὁ Σεβῆρος ἀρθεὶς τὴν γνώμην ἀπόπειραν τῶν στρατιωτῶν ἐποιεῖτο. Τὰ μὲν πρῶτα κατ' ὀλίγους ἡγεμόνας τε καὶ χιλιάρχους οἰκειούμενος, περὶ τῆς Ῥωμαίων ἀρχῆς διελέγετο, ὡς ἐπέρριπτο, οὐδενὸς ὄντος τοῦ κατ' ἀξίαν αὐτὴν λαμβάνοντος καὶ Περτίνακος φόνον ζητοῦντος· ἡγεμὼν γὰρ τῶν Ἰλλυριῶν ἐπὶ Μάρκου καταστὰς ὁ Περτίναξ μνήμης εἶχε παρ' αὐτοῖς μεγάλως. 2. Τοιαῦτα τοίνυν λέγοντος τοῦ Σεβήρου, ἐπέδοσαν ἑαυτοὺς οἱ στρατιῶται, μάλιστα διὰ τὸν Περτίνακος φόνον, ὥστε παραχρῆμα καὶ αὐτοκράτορα ἀποδεῖξαι τὸν Σεβῆρον. Ὁ δὲ τὴν ἀρχὴν ὑποδεξάμενος, καί τινα προδιαλεχθεὶς τῷ στρατοπέδῳ, εὐθέως τὴν ἐπὶ τὴν Ῥώμην ἄφιξιν προηγόρευσεν, ὀλίγον τινὰ δοὺς καιρὸν τοῖς στρατιώταις ἀναπαύσεως. Ὡς δὲ τῆς ὁδοιπορίας ἤρξατο, οὐδαμοῦ τρυφὴν βασιλικὴν ἐνδεικνύμενος, ἀλλὰ σὺν τοῖς στρατιώταις διαιτώμενος, ἐπέστη τε τοῖς τῆς Ἰταλίας ὅροις, τήν τε φήμην προφθάσας τοῖς ἐκεῖσε παρὼν ὤφθη· καὶ πάντες αὐτὸν δαφνηφοροῦντες καὶ ταῖς πύλαις ἠνεωγμέναις ἐδέχοντο. Ὡς δὲ ταῦτα τῷ Ἰουλιανῷ ἀπηγγέλλετο, ἐν ἐσχάτῃ ἀπογνώσει ἦν, τοῦ μὲν στρατοῦ τὴν δύναμιν καὶ τὸ πλῆθος ἀκούων, οὔτε δὲ τῷ δήμῳ πιστεύων, οὔτε τοῖς στρατιώταις θαρρῶν οὓς ἐψεύσατο. Καὶ διὰ τοῦτο οὐδὲ τῆς πόλεως προελθεῖν ἐτόλμα, ἀλλὰ τὰ ἔνδον παρασκευάζετο, ὡς τὴν Σεβήρου μάχην ἐν τῇ πόλει ποιησόμενος. 3. Ἐκείνου δὲ ταῦτα βουλομένου, ὁ Σεβῆρος κατέλαβε τὰ τείχη, καὶ κελεύει διὰ πάσης ὁδοῦ λανθάνοντας καὶ κρύπτοντας τὰ ὅπλα ἐν ἰδιωτῶν σχήματι εἰσδῦναι τοὺς στρατιώτας· καὶ ἤδη οἱ πολέμιοι ἔνδον ἦσαν, τοῦ Ἰουλιανοῦ ἐξυπτιάζοντος καὶ ἀγνοοῦντος τὰ πραττόμενα. Ἐπειδὴ δὲ ταῦτα διάπυστα τῷ δήμῳ ἐγένετο, ἐν πολλῇ ταραχῇ ὄντι διὰ τὴν δύναμιν τοῦ Σεβήρου, τὰ ἐκείνου φρονεῖν προσεποιοῦντο, τοῦ μὲν Ἰουλιανοῦ καταγινώσκοντες ἀνανδρείαν, τοῦ δὲ Νίγρου μέλλησίν τε καὶ ῥᾳθυμίαν. Ὁ δὲ Ἰουλιανὸς ἀφασίᾳ τε καὶ ἀπορίᾳ καταληφθεὶς πέμπει πρὸς τὸν Σεβῆρον, κοινωνὸν αὐτὸν τῆς βασιλείας ἀποφηνάμενος. 4. Ἡ δὲ σύγκλητος ὁρῶσα τὸν Ἰουλιανὸν ἐν ἀπογνώσει, τῷ δὲ Σεβήρῳ πάντας ἤδη προσχωροῦντας, συνέδριον ποιησαμένη ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ ποτε οἱ ὕπατοι τὰ πράγματα διῴκουν, ψηφίζεται τὸν μὲν ἀναιρεθῆναι, ἀποδεχθῆναι δὲ μόνον αὐτοκράτορα Σεβῆρον. Πρεσβείαν τε πρὸς αὐτὸν ἐκπέμπει διὰ τῶν ἐξοχωτάτων τῆς βουλῆς, πάσας τε αὐτῷ προσφέρει τὰς σεβασμίους τιμάς· ἐπὶ δὲ τὸν Ἰουλιανὸν χιλίαρχον, ἀποκτενοῦντα ἄνανδρον καὶ ἄθλιον πρεσβύτην, ἰδίοις χρήμασιν ὠνησάμενον οὕτω πονηρὸν τέλος. Ὁ μὲν οὖν εὑρεθεὶς ἔρημος, αἰσχρῶς ὀλοφυρόμενος ἐφονεύθη. Ἐπεὶ δὲ τὰ παρὰ τῆς συγκλήτου ἐδηλώθη τῷ Σεβήρῳ, ἥ τε τοῦ Ἰουλιανοῦ ἀναίρεσις, ἀναβὰς ἐπὶ τοῦ βήματος, αὐτοκράτωρ καὶ Αὔγουστος ὑπὸ Ῥωμαίων ἀνηγορεύθη. 127 Exc. Salm.: Σεβῆρος ἔστειλε γράμματα εἰς Ῥώμην ὑπαντῆσαι αὐτῷ τοὺς στρατιώτας. Συνελθόντας δὲ ὠνείδισεν, εἰπὼν, ὅτι κἂν μὴ αὐτοὶ ἐγένοντο αὐτόχειρες Περτίνακος τοῦ βασιλέως, ἀλλὰ δέον αὐτοὺς ἀνελεῖν τοὺς ἀποκτείναντας ἐκεῖνον· τοῦτο μὴ ποιήσαντες ὑπ' αἰτίασιν εἰσὶ φόνου. «Ἐπὶ φυλακῇ γὰρ βασιλικῇ ταχθέντες, ἔφη, οὐκ ἐν τῷ ἀριστερῷ μέρει τὰ ξίφη διαζώννυσθε, ἀλλ' ἐν τῷ δεξιῷ.» Καὶ ἀπολαβὼν τὰ ὅπλα καὶ τοὺς ἵππους, ἀπεδίωξεν αὐτούς. Εἷς δὲ στρατιώτης, οὐκ ἀνασχομένου τοῦ ἵππου ἀπολιπεῖν αὐτὸν, ἀλλ' ἀκολουθοῦντος καὶ χρεμετίζοντος, ὑπεραλγὴς γενόμενος, τὸν ἵππον ἀπέσφαξε καὶ ἑαυτόν. Οὗτος ὁ βασιλεὺς τὸ Βυζάντιον παραλαβὼν τὰ τείχη καθεῖλεν. Εἶχε δὲ πύργους ἑπτὰ ἐκ τῶν Θρᾳκίων πυλῶν ἀρχομένους καὶ ἐπὶ τὴν ἀρκτῴαν καθήκοντας θάλασσαν. Καὶ τούτων εἴ τις ἑτέρῳ τῳ πύργῳ προσῆλθεν, οὐδεμία αἴσθησις τοῖς ἄλλοις ἐγένετο· εἰ δὲ τῷ πρώτῳ ἐνεβόησεν ἢ λίθον ἐνέβαλεν, αὐτός τε ἤχει, καὶ σιωπήσας τῷ δευτέρῳ μετεδίδου τῆς ἠχοῦς, καὶ εἶτα τῷ τρίτῳ, καὶ ἐφεξῆς. 128 Exc. De ins.: Ὁ δὲ Σεβῆρος θυμῷ καὶ ὀργῇ εὐθέως πρὸς τοὺς ἐν Ῥώμῃ φίλους αὐτοῦ ἐχρήσατο, καὶ τοῦ Ἀλβίνου τὴν κεφαλὴν δημοσίᾳ ἀνασταυρωθῆναι ἔπεμψεν· αὐτὸς δὲ τὰ κατὰ τὴν Βρεττανίαν διοικήσας, δύο τε ἡγεμόνας ἀντὶ ἑνὸς καταστήσας, πάντας τε τοὺς Ἀλβίνου φίλους φονεύσας, εἰς τὴν Ῥώμην εἰσήλασεν. 129 Exc. De virt.: Ὅτι Σεβῆρος μετὰ τὸ εἰσελθεῖν εἰς τὰ βασίλεια, τῶν Ἀλβίνου φίλων ἐπὶ τῆς συγκλήτου κατηγόρει, γράμματά τε αὐτῶν καὶ ἐλέγχους προέφερεν· ἄλλας τε ἄλλοις ἐπιφέρων αἰτίας, πάντας τοὺς ἐξέχοντας τότε τῆς συγκλήτου, καὶ τοὺς κατὰ ἔθνη πλούτῳ τε καὶ γένει ὑπερέχοντας διέφθειρε. Πάνυ δὲ ἦν αὐτῷ καὶ τὸ φιλόχρυσον, ὡς ὑπερβάλλειν τὰ πλεονεκτήματα τῆς ἀνδρείας. 130 Exc. De ins.: Ὅτι Σεβῆρος τῷ υἱῷ Ἀντωνίνῳ τὴν τοῦ Πλαυτιανοῦ θυγατέρα κατεγγύησεν, ὃς ἦν ἔπαρχος. Ὁ δὲ Ἀντωνῖνος ἀπαρεσκόμενος τῷ γάμῳ, τήν τε γυναῖκα ἐμυσάττετο, καὶ τῷ πατρὶ αὐτῆς ἠπείλει. Ὁ δὲ Πλαυτιανὸς ὁρῶν τὸν μὲν Σεβῆρον πρεσβύτην καὶ ὑπὸ νόσου ὀχλούμενον, τὸν δὲ Ἀντωνῖνον ἐμβριθῆ καὶ θρασὺν νεανίαν, δεδιώς τε αὐτοῦ τὰς ἀπειλὰς, δράσαι τι μᾶλλον φθάσας ἢ παθεῖν ἀναμείνας, μηχανᾶται τὸν Σατουρνῖνον ἀναπεῖσαι, ὃς ἦν χιλίαρχος τῶν στρατιωτῶν, οἰκειότατος δὲ τοῦ Πλαυτιανοῦ, ὑποσχόμενος αὐτῷ τὴν ἐπαρχότητα παρασχεῖν, εἰ τῆς βασιλείας ἐπιτύχοι. Ταῦτά τε καὶ τοιαῦτα ἀκούσας ὁ ἀνὴρ, ἐξεπλάγη μὲν τὴν ψυχὴν, οὐκ ἐτόλμησε δὲ ἀντειπεῖν, ὡς μὴ παρ' αὐτὰ κολασθείη. Εἰδὼς δὲ ἀδύνατον ὂν δύο βασιλεῖς διαχρήσασθαι, καὶ ταῦτα ἐν διαφόροις οἴκοις διατρίβοντας, μηνύει τε ἑαυτὸν τῷ Σεβήρῳ, καὶ διαγγέλλει ἅπαντα, δεικνύει τε αὐτῷ καὶ γραμματεῖον τῆς ὑποσχέσεως. Τοιαῦτα δέ τινα λέγοντος αὐτοῦ, ὡς εἶδε τὸν Σεβῆρον μὴ πιστεύοντα διὰ τὸ πρὸς Πλαυτιανὸν φίλτρον, ἀλλὰ μᾶλλον καὶ τὸν υἱὸν ὑποπτεύοντα, ἔφη· «Δέσποτα, κελεύσατέ μοι δηλῶσαι αὐτῷ διά τινος τῶν ἐμῶν, ὅτι δὴ τὸ ἔργον κατείργασται, καὶ εὐθέως ὁρᾶτε αὐτὸν ἐνταῦθα προερχόμενον, οἰόμενον ἔρημα τὰ βασίλεια καταλήψεσθαι· ἡσυχίαν δὲ εἶναι τῶν πραττομένων κελεύσατε.» 2. Ταῦτα εἰπὼν ἐντέλλεταί τινι τῶν πιστοτάτων· ὁ δὲ ἄγει τὸν Πλαυτιανὸν παραχρῆμα ἐνδυσάμενον θώρακα τῆς τοῦ σώματος ἀσφαλείας χάριν. Ὡς δὲ πάντες αὐτὸν ὑπεδέχοντο, οἰόμενοι ὑπὸ τῶν βασιλέων κεκλῆσθαι, ὅ τε χιλίαρχος ἐνεδρεύων προσεῖπεν αὐτοκράτορα, καὶ τῆς χειρὸς λαβόμενος εἰς τὸ δωμάτιον εἰσήγαγεν, ἔνθα ἔφασκεν ἐρρίφθαι τὰ τῶν βασιλέων σώματα· ἤδη δὲ παρεσκευάκει ὁ Σεβῆρος νεανίας τῶν περὶ αὐτὸν σωματοφυλάκων, οἳ συλληψόμενοι εἰσελθόντα ἐτάχθησαν. Ὁ δὲ Πλαυτιανὸς, ὡς εἶδε τοὺς βασιλεῖς ἑστῶτας, ἑαυτὸν δὲ συνεχόμενον, ἀπολογεῖσθαι ἐβούλετο· ὡς δὲ καὶ τὸ τοῦ θώρακος ὑπεφάνη μέρος, τότε ὁ Ἀντωνῖνος τοῖς σωματοφύλαξιν ἐπέτρεψεν ἀνελεῖν αὐτὸν, καὶ δημοσίᾳ ῥίψαι. Ὁ μὲν οὖν Πλαυτιανὸς τοιούτῳ ἐχρήσατο τέλει. 3. Ὁ δὲ Σεβῆρος τοῦ λοιποῦ δύο ἐπάρχους τῶν στρατοπέδων κατέστησεν, αὐτὸς δὲ τὰ πλεῖστα διέτριβεν ἐν τοῖς βασιλικοῖς προαστείοις, τοῖς παραλίοις τῆς Καμπανίας, δικάζων τε καὶ τὰ πολιτικὰ διοικῶν· τὴν δὲ τοῦ Πλαυτιανοῦ θυγατέρα καὶ τὸν ταύτης ἀδελφὸν εἰς Σικελίαν ἐξέπεμψεν, αὐτάρκη δοὺς περιουσίαν, μιμησάμενος τὸν Σεβαστόν· καὶ γὰρ ἐκεῖνος τοῖς Ἀντωνίου παισὶν οὕτως ἐχρήσατο. Ἐπειρᾶτο δὲ καὶ τοὺς παῖδας συνάγειν εἰς φιλίαν, μύθοις τε ἀρχαίοις χρώμενος, καὶ τὰ παρεσκευασμένα ὑποδεικνύς· οἱ δὲ οὐδαμῶς ἐπείθοντο, ἀλλὰ καὶ εἰς τὸ χεῖρον ἐτράποντο, οἷά τε νεανίαι ὄντες, καὶ ὑπὸ βασιλικῆς ἐξουσίας εἰς πάσας ἡδονῶν ῥοπὰς ἀπλήστως ὁρμώμενοι· καὶ ἤσχαλλεν ἐπὶ τῷ τοιούτῳ βίῳ τῶν παίδων. Νικήσας δὲ τοὺς Βρεττανικοὺς, καὶ ἤδη γηραιὸς ὢν, καὶ ὑπὸ τῆς νόσου ὀχλούμενος, ἠναγκάζετο οἴκοι μένειν· τὸν δὲ Ἀντωνῖνον ἐπειρᾶτο ἐκπέμπειν, διοικήσοντα τὰ τῶν στρατοπέδων· ὅστις τοῦ μὲν πολέμου κατεφρόνει, μοναρχήσειν δὲ ἠπείγετο, καὶ τὸν πατέρα βραδύνοντα πρὸς τὸν θάνατον, ὀχληρὸν ἐνόμιζεν, καὶ τοὺς μὲν ἰατροὺς καὶ ὑπηρέτας ἀνέπειθε κακουργῆσαι περὶ τὴν θεραπείαν τοῦ γέροντος, ὡς ἂν θᾶττον αὐτοῦ ἀπαλλαγείη. Πλὴν ἀλλὰ μόλις ποτὲ Σεβῆρος, λύπῃ τὸ πλεῖστον διαφθαρεὶς, ἀνεπαύσατο, βασιλεύσας ιʹ καὶ ηʹ ἔτη.