Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
HISTORIA CHRONIKE
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77"> —
⋯
More
Original / primary: Pg Scrape Grc
136.1.1
ΜΑΚΡΙΝΟΣ. Ibid.: Ὅτι Μακρῖνος ὁ βασιλεὺς Ῥωμαίων ἐν Ἀντιοχείᾳ διατρίβων, τρόπῳ τέ τινι φιλοσόφου τὸ γένειον καὶ τὸ βῆμα φυλάττων ἐπεβουλεύθη. Οἱ γὰρ στρατιῶται παραβάλλοντες τὰς Ἀντωνίνου μνήμας, κατεγίνωσκον τῆς Μακρίνου διαίτης, ἐλυποῦντο δὲ διότι μὴ ἐπὶ τὴν Ῥώμην ἠπείγετο, ἀλλ' ἐν ἀλλοδαπῇ διέτριβε χώρᾳ, ἔσθ' ὅτε καὶ τῶν ἀναγκαίων σπανίζοντες. Ὁρῶντες δὲ τὸν Μακρῖνον ἐν τρυφῇ καὶ χλιδῇ ζῶντα, προφάσεως ὀλίγης λαβέσθαι ηὔχοντο εἰς τὸ ἀποσκευάσασθαι τὸ λυποῦν. Ἐχρῆν δὲ ἄρα Μακρῖνον ἐνιαυτοῦ μόνου τῇ βασιλείᾳ ἐπιτρυφήσαντα ἅμα τῷ βίῳ καὶ τὴν ἀρχὴν καταλῦσαι, μικρὰν καὶ εὐτελῆ πρόφασιν τοῖς στρατιώταις τῆς τύχης παρασχούσης. 3. Μαισὰ ἦν τις ὄνομα, τὸ γένος Φοίνισσα, ἀπὸ Ἐμέσου καλουμένης οὕτω πόλεως, ἀδελφὴ δὲ Ἰουλίας τῆς Σεβήρου γυναικὸς, Ἀντωνίνου δὲ μητρός· παρὰ πάντα οὖν τὸν τῆς ἀδελφῆς βίον ἐν τοῖς βασιλείοις διέτριψε. Ταύτην ὁ Μακρῖνος μετὰ τὴν τῆς ἀδελφῆς τελευτὴν προσέταξεν εἰς τὴν πατρίδα ἐπανελθοῦσαν, ἐν τοῖς οἰκείοις καταβιῶναι, πάντα ἔχουσαν τὰ ἑαυτῆς· πλείστων γὰρ ἦν χρημάτων πλήρης. Ἐπανελθοῦσα δὲ διέτριβε ἐν τοῖς ἑαυτῆς. 4. Ἦσαν δὲ θυγατέρες αὐτῇ δύο, Σοαιμὶς μὲν ἡ πρεσβυτέρα, ἡ δὲ ἑτέρα Μαμαία. Παῖδες ἦσαν, τῇ μὲν πρεσβυτέρᾳ Βασσιανὸς ὄνομα, τῇ δὲ νεωτέρᾳ Ἀλεξιανός· ὑπὸ δὲ ταῖς μητράσι καὶ τῇ μάμμῃ ἀνετρέφοντο. Καὶ ὁ μὲν Βασσιανὸς περὶ ἔτη γεγονὼς τεσσαρακαίδεκα, ὁ δὲ Ἀλεξιανὸς δεκάτου ἐπιβεβηκὼς ἔτους, ἱερῶντο, σχήματι βαρβάρῳ χιτῶνάς τε χρυσοϋφεῖς φοροῦντες, καὶ ἁλουργίδας ἐνδιδυσκόμενοι. Οὕτω τε ὁ Βασσιανὸς ὡραῖος τοῖς στρατιώταις ἐφαίνετο, γένους τε βασιλικοῦ ὑπάρχων, καὶ ἀκμῇ ἡλικίας, ἄλλως τε καὶ τοὺς Φοινίκης στρατιώτας ἔχων ὑπερασπίζοντας, ἔτι δὲ καὶ Ἀντωνίνου υἱὸς ἐφημίζετο, βασιλεύς τε παρὰ παντὸς τοῦ στρατεύματος ὠνομάζετο. 5. Ὡς δὲ ταῦτα διηγγέλθη, ἐπέδωκεν ἑαυτὴν ἡ πρεσβῦτις, ἑλομένη πάντα κίνδυνον ἀναδέξασθαι. Νύκτωρ τε λάθρα τῆς πόλεως ὑπεξῆλθε σὺν ταῖς θυγατράσι καὶ τοῖς ἐγγόνοις. Καὶ γενόμενοι πρὸς τῷ τείχει τοῦ στρατοπέδου, ῥᾷστα ὑπεδέχθησαν. Εὐθέως τε τὸν παῖδα πᾶν τὸ στρατόπεδον Ἀντωνῖνον προσηγόρευσε, τῇ τε πορφυρᾷ χλαμύδι περιβαλόντες εἶχον ἔνδον· πάντα τε τὰ ἐπιτήδεια, καὶ παῖδας καὶ γυναῖκας, ὅσα τε εἶχον ἐν κώμαις ἢ ἀγροῖς τοῖς πλησίον, εἰσκομίσαντες, καὶ τὰς πύλας ἀποκλείσαντες, ἑαυτοὺς παρεσκεύαζον. 6. Ὡς δὲ ταῦτα ἀπηγγέλθη τῷ Μακρίνῳ ἐν Ἀντιοχείᾳ διατρίβοντι, ἥ τε φήμη διέδραμεν ἀνὰ τὰ λοιπὰ στρατόπεδα, ὅτι τε Ἀντωνίνου υἱὸς εὑρέθη, καὶ ὅτι ἡ Ἰουλίας ἀδελφὴ χρήματα δίδωσι· πάντα τὰ λεγόμενα ἀληθῆ πιστεύσαντες τὰς ψυχὰς ἐξεπτόηντο. Ἐνῆγε δὲ αὐτοὺς εἰς πραγμάτων καινοτομίαν τὸ Μακρίνου μῖσος καὶ ἡ Ἀντωνίνου μνήμη καὶ πρό γε πάντων ἡ τῶν χρημάτων ἐλπὶς, ὡς πολλοὺς καὶ αὐτομολοῦντας φοιτᾶν. 7. Ὁ δὲ Μακρῖνος καταφρονῶν τοῦ πράγματος ὡς παιδαριώδους, χρώμενός τε τῇ συνήθει ῥᾳθυμίᾳ, αὐτὸς μὲν οἴκοι μένει, πέμπει δὲ ἕνα τῶν ἐπάρχων τοῦ στρατοπέδου, δύναμιν δοὺς ὅσην ᾤετο ἐκπορθήσειν τοὺς ἀνθεστηκότας. Ἦν δὲ ὁ ἔπαρχος Ἰουλιανός. Οὗτος ὡς τῷ τείχει τοῦ στρατοπέδου παρέστη, οἱ ἔνδοθεν στρατιῶται ἀνελθόντες ἐπὶ τοὺς πύργους, τὸν παῖδα τῷ ἔξωθεν στρατῷ δεικνύουσιν, Ἀντωνίνου υἱὸν εὐφημοῦντες, βαλάντιά τε χρημάτων μεστὰ ἐπεδείκνυον. Οἱ δὲ πιστεύσαντες αὐτοῖς, τοῦ μὲν Ἰουλιανοῦ τὴν κεφαλὴν ἀποτέμνουσι, καὶ πέμπουσι τῷ Μακρίνῳ· αὐτοὶ δὲ πάντες εἰς τὸ στρατόπεδον εἰσεδέχθησαν. Οὕτως ἡ δύναμις αὐξηθεῖσα, οὐ μόνον ἦν πρὸς τὸ ἀπομάχεσθαι πολιορκίᾳ, ἀλλὰ καὶ ἐξ ἀντιστάσεως ἀγωνίζεσθαι ἀξιόχρεως. 8. Ὁ δὲ Μακρῖνος, ὡς ταῦτα ἐπύθετο, ἀθροίσας πάντα ὃν εἶχε στρατὸν ἀπῄει· καὶ ὁ Ἀντωνῖνος οὐκ ἀναμείνας ὑπήντησε. Συμμιξάντων δὲ ἀλλήλοις τῶν στρατοπέδων, προεδόθη τε ὁ Μακρῖνος, καὶ φοβηθεὶς ἀποδιδράσκει ἐν ἰδιώτου σχήματι. Καὶ ὁ μὲν ἔφευγεν, ὁ δὲ στρατὸς ἑκατέρωθεν ἐμάχετο, ἄχρις οὗ Ἀντωνῖνος διεκηρυκεύσατο, τήν τε Μακρίνου φυγὴν διαγγέλλων, καὶ ἀμνηστίαν τοῖς ὑπὲρ ἐκείνου μαχομένοις ἔνορκον ὑπισχνούμενος. Οἱ μὲν οὖν πεισθέντες προσεχώρησαν. Ὁ δὲ Ἀντωνῖνος ἐκπέμπει τοὺς διώξοντας τὸν Μακρῖνον, καὶ καταλαβόντες αὐτὸν ἐν Χαλκηδόνι τῆς Βιθυνίας κρυπτόμενον, τὴν κεφαλὴν ἀπέτεμον· ἐλέγετο δὲ εἰς τὴν Ῥώμην σπεύδειν. Τέλει μὲν δὴ τοιούτῳ ἐχρήσατο ὁ Μακρῖνος, συναιρεθέντος αὐτῷ καὶ τοῦ παιδὸς, βασιλεύσας ἐνιαυτὸν ἕνα.

Intertext edge

Open linked passage

Note