Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
HISTORIA CHRONIKE
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77"> —
⋯
More
Original / primary: Pg Scrape Grc
137.1.1
ΑΝΤΩΝΙΝΟΣ Ο ΕΛΕΓΑΒΑΛΟΣ. Exc. De virt.: Ὅτι Ἀντωνῖνος ὁ νέος μετὰ τὸ ἀναγορευθῆναι βασιλέα ἐν Νικομηδείᾳ ὢν ἐξεβάκχευεν, ἐνδύμασί τε ξένοις χρώμενος, ὑπὸ τυμπάνοις καὶ αὐλοῖς προερχόμενος· τὴν γὰρ Ῥωμαϊκὴν πᾶσαν ἐσθῆτα ἐμυσάττετο. Ἡ δὲ Μαισὰ ταῦτα ὁρῶσα πάνυ ἤσχαλλε, πείθειν τε ἐπειρᾶτο μεταμφιέσασθαι τὴν Ῥωμαϊκὴν στολὴν, μέλλοντα εἰς τὴν πόλιν καὶ ἐς τὴν σύγκλητον ἐσελεύσεσθαι. Ὁ δὲ καταφρονήσας τῶν ὑπὸ τῆς πρεσβύτιδος λεχθέντων, μηδὲ ἄλλῳ τινὶ πεισθείς (οὐδὲ γὰρ προσίετο εἰ μὴ τοὺς ὁμοιοτρόπους τε καὶ κόλακας αὑτοῦ τῶν ἁμαρτημάτων), δούς τε τὰς συνήθεις τῷ δήμῳ νομὰς ἐπὶ τῇ τῆς βασιλείας διαδοχῇ, φιλοτίμους τε ἐπιτελέσας θέας, νεών τε μέγιστον κατασκευάσας, ἑκάστοτε προϊὼν ἑκατόμβας ἔθυε, καὶ περὶ τοὺς βωμοὺς ἐχόρευεν ὑπὸ παντοδαποῖς ἤχοις ὀργάνων. Περιειστήκει δὲ πᾶσα ἡ σύγκλητος καὶ τὸ ἱππικὸν τάγμα ἐν θεάτρου σχήματι. Ὅμως δὲ, καίτοι χορεύειν ἀεὶ καὶ ἱερουργεῖν δοκῶν, πλείστους ἀπέκτεινε τῶν ἐνδόξων, διαβληθέντας αὐτῷ ὡς σκώπτοντας αὐτοῦ τὸν βίον. Ὁ αὐτὸς νεὼν μέγιστον ἐν τῷ προαστείῳ κατασκευάσας τούς τε θεοὺς αὐτοῦ ἐπὶ ἅρματι χρυσῷ καὶ λευκοῖς ἑξαζύγοις ἵπποις ἀναβιβάσας, αὐτός τε ἡνιόχει, καὶ πάντες οἱ Ῥωμαῖοι μετὰ παντοδαπῆς δᾳδουχίας καὶ ἀνθέων προεπόμπευον. Ὡς δὲ ἐν τῷ ναῷ ἱδρύσθησαν, ἀναβὰς ὁ Ἀντωνῖνος ἐπὶ πύργον ἐρρίπτει τοῖς ὄχλοις ἐκπώματα χρυσᾶ καὶ ἀργυρᾶ ἐσθῆτάς τε καὶ ὀθόνας παντοδαπὰς, ζῶά τε πάντα ὅσα ἥμερα, πλὴν χοίρων· πολλοὶ δὲ καὶ ἐν ταῖς ἁρπαγαῖς διεφθείροντο. Αὐτὸς δὲ ἑωρᾶτο πολλάκις ὀρχούμενος, ἡνιοχῶν, προῄει τε ὑπογραφόμενος τοὺς ὀφθαλμοὺς καὶ τὰς παρειὰς ἐρυθαίνων, φύσει τε πρόσωπον ὡραῖον ὑβρίζων βαφαῖς ἀσχήμοσιν. Ὁρῶσα δὲ ταῦτα ἡ Μαισὰ, ὑποπτεύουσά τε τοὺς στρατιώτας ἀπαρέσκεσθαι, πείθει αὐτὸν θέσθαι υἱόν. 138 Ibid.: Ὅτι ἡ Μαμαία τὸν υἱὸν αὐτῆς Ἀλέξανδρον ἀπῆγε μὲν τῶν αἰσχρῶν καὶ ἀπρεπῶν τοῖς βασιλεῦσιν ἔργων, διδασκάλους τε πάσης παιδείας λάθρα μετεπέμπετο, παλαίστραις τε καὶ τοῖς ἀνδρῶν γυμνασίοις εἴθιζεν. Ἐφ' οἷς Ἀντωνῖνος ἤσχαλλε καὶ μετεγίγνωσκε, τούς τε διδασκάλους ἀπεσόβει. Ἐς τοσοῦτον δὲ ἐξώκειλεν, ὡς ἂν πάντας τοὺς ἀπὸ τῆς σκηνῆς καὶ τῶν δημοσίων θεάτρων μεταγαγεῖν ἐπὶ τὰς μεγίστας ἀρχὰς, καὶ τοῖς μὲν στρατοπέδοις ἔπαρχον ἐπιστῆσαι ὀρχηστήν τινα γεγονότα, τῆς τε τῶν ἱππέων ὑποστάσεως προέστησεν ἡνίοχον. Τοῖς τε δούλοις αὐτοῦ καὶ ἀπελευθέροις τὰς τῶν μεγίστων ἐθνῶν ἐξουσίας ἐνεχείριζε. Πάντων δὲ οὕτως τῶν πάλαι δοκούντων σεμνῶν ἐς ὕβριν καὶ παροινίαν ἐκβεβακχευμένων, οἵ τε ἄλλοι πάντες ἄνθρωποι καὶ μάλιστα οἱ στρατιῶται ἤχθοντο. Ἐμυσάττοντο δὲ αὐτὸν ὁρῶντες τὸ μὲν πρόσωπον καλλωπιζόμενον, περιδεραίοις τε χρυσοῖς καὶ ἐσθῆσιν ἁπαλαῖς ἀνάνδρως κοσμούμενον. Ἐπιρρεπεστέρας τοίνυν τὰς γνώμας πρὸς τὸν Ἀλέξανδρον εἶχον. 139 Exc. De ins.: Ὅτι οἱ στρατιῶται ὁρῶντες τὸν νέον καλλωπιζόμενον καὶ ἀνάνδρως κοσμούμενον, ἐπιρρεπεστέρας τὰς γνώμας πρὸς τὸν τῆς Μαμαίας Ἀλέξανδρον εἶχον, καὶ ἐλπίδας κρείττους· ἐφρούρουν τε αὐτὸν παντοίως ὁρῶντες ἐπιβουλευόμενον ὑπὸ τοῦ Ἀντωνίνου. Ἥ τε μήτηρ αὐτοῦ οὔτε ποτὸν οὔτε ἐδώδιμόν τι εἴα τὸν παῖδα προσφέρεσθαι τῶν ὑπ' ἐκείνου πεμπομένων. Ὀψοποιοῖς τε καὶ οἰνοχόοις ὁ παῖς ἐχρῆτο, οὐ τοῖς βασιλικοῖς, ἀλλὰ τοῖς τῆς μητρός. Ἐδίδου καὶ χρήματα λαθραίως τοῖς στρατιώταις. Ταῦτα μαθὼν Ἀντωνῖνος παντὶ τρόπῳ ἐπεβούλευε τῷ Ἀλεξάνδρῳ καὶ τῇ μητρὶ αὐτοῦ· ἀλλὰ τὰς ἐπιβουλὰς διεκώλυεν ἡ κοινὴ μάμμη. Ὡς δὲ τὰ τῆς ἐπιβουλῆς αὐτῷ οὐ προὐχώρει, παραλῦσαι τῆς τοῦ Καίσαρος τιμῆς ἠθέλησε τὸν παῖδα· καὶ οὔτε ἐν ταῖς προσαγορεύσεσιν οὔτε ἐν ταῖς προόδοις Ἀλέξανδρος ἐτιμᾶτο· οἱ δὲ στρατιῶται ἐπεζήτουν τε αὐτὸν, καὶ ἠγανάκτουν, μηδὲ τὴν συνήθη φρουρὰν τῷ Ἀντωνίνῳ πέμποντες. 2. Ὁ δὲ Ἀντωνῖνος, ἐν δέει πολλῷ γενόμενος, πα ραλαβὼν τὸν Ἀλέξανδρον κατῆλθεν εἰς τὸ στρατόπεδον. Οἱ δὲ ἀνοίξαντες τὰς πύλας, ἐδέξαντο αὐτοὺς, ὑπερφυῶς τὸν Ἀλέξανδρον εὐφημοῦντες. Ἐφ' οἷς ὁ Ἀντωνῖνοςἀγανακτήσας, ἐκέλευσέ τινας πρὸς τιμωρίαν ἐκδοθῆναι. Ἐκεῖνοι δὲ μᾶλλον ταραχθέντες, ἄλλως τε καὶ τὸν Ἀντωνῖνον ἀποσκευάσασθαι θέλοντες, ἀσχημονοῦντα βασιλέα, τότε δὴ καὶ τοῖς συλλαμβανομένοις ἐπαμύνειν δεῖν ἡγούμενοι, καιρὸν εὔκαιρον καὶ πρόφασιν δικαίαν νομίζοντες, τὸν μὲν Ἀντωνῖνον αὐτόν τε καὶ τὴν μητέρα Σοαιμίδα (παρῆν γάρ) ἀναιροῦσι, τούς τε περὶ αὐτὸν πάντας, ὅσοι ἔνδον κατελήφθησαν, ὑπηρέται τε καὶ συνεργοὶ ἐδόκουν εἶναι τῶν ἁμαρτημάτων. Τὰ δὲ σώματα τοῦ τε Ἀντωνίνου καὶ τῆς μητρὸς παρέδοσαν σύρειν τε καὶ ὑβρίζειν τοῖς βουλομένοις· ἅπερ ἐπὶ πολὺ διὰ μέσης τῆς πόλεως συρέντα καὶ λωβηθέντα, εἰς τοὺς ὀχετοὺς ἀπερρίφη τοῦ Θύβριδος. Ἀντωνῖνος μὲν οὖν, εἰς ἕκτον ἔτος ἐλάσας τῆς βασιλείας, καὶ χρησάμενος τῷ προειρημένῳ βίῳ, οὕτως ἅμα τῇ μητρὶ κατέστρεψεν. 140 ΑΛΕΞΑΝΔΡΟΣ ΣΕΒΗΡΟΣ. Exc. De virt.: Ὅτι Ἀλέξανδρος ὁ Μαμαίας σὺν τῇ μητρὶ ἄρξας ὑπ' ἐκείνῃ τὰ πάντα διῴκει, ἥτις πανταχόθεν ἐφρούρει τὴν ἀρχήν. Δικάζειν τε οὖν αὐτὸν ἔπειθεν ἐπὶ πλεῖστον, ὡς ἂν ἐν τούτοις ἀσχολούμενος μὴ ἔχοι καιρὸν εἰς τὸ ἐπιτηδεύειν τι τῶν ἁμαρτημάτων. Ὑπῆρχε δὲ αὐτῷ καὶ φυσικὸν ἦθος πρᾷον καὶ ἥμερον, εἴς τε τὸ φιλάνθρωπον πάνυ ἐπιρρεπές. Εἰς τεσσαρεσκαιδέκατον οὖν ἐλάσας ἔτος τῆς βασιλείας, ἀναιμωτὶ ἦρξε, καίτοι τινῶν μεγίσταις αἰτίαις ὑποπεσόντων, ὡς μετὰ τὴν Μάρκου τελευτὴν τὴν βασιλείαν θαυμάζειν Ἀλεξάνδρου. Ἠτιᾶτο δὲ καὶ τὴν μητέρα, καὶ πάνυ ἤσχαλλεν, ὁρῶν αὐτὴν οὖσαν φιλοχρήματον, καὶ πολλὰ ἐξ ἐπηρειῶν θησαυρίζουσαν. Πολλὰ δὲ ἠναγκάζετο ὑπ' αὐτῆς πράττειν. Ἦρχε γὰρ αὐτοῦ ὑπερβαλλόντως ἡ μήτηρ. 141 Exc. De ins.: Ὅτι Ἀλεξάνδρου τοῦ Μαμαίας μετὰ τὴν ἐν Πέρσαις συμφορὰν κατὰ τὴν Ἀντιόχειαν διατρίβοντος, ἀγγέλλεται αὐτῷ, ὅτι Γερμανοὶ Ῥῆνον καὶ Ἴστρον διαβάντες, τὴν Ῥωμαίων πορθοῦσιγῆν, καὶ τὰ ἐπὶ ταῖς ὀχθαῖς στρατόπεδα κατατρέχουσι, πόλεις τε καὶ κώμας ἐμπιπρᾶσι· δεῖσθαι τοίνυν τῆς αὐτοῦ παρουσίας. Δηλωθέντα δὲ ταῦτα τὸν Ἀλέξανδρον ἐτάραξε, καὶ τοὺς ἐκ τοῦ Ἰλλυρικοῦ στρατιώτας ἐλύπησε, διπλῇ δοκοῦντας κεχρῆσθαι συμφορᾷ, ἔκ τε ὧν ἐπεπόνθεσαν Πέρσαις μαχόμενοι, καὶ ἐξ ὧν ἐπυνθάνοντο τοὺς οἰκείους ὑπὸ Γερμανῶν ἀπολωλότας. Ἠγανάκτουν οὖν καὶ τὸν Ἀλέξανδρον εἶχον ἐν αἰτίᾳ. Ἦν δὲ καὶ αὐτῷ δέος περὶ τῆς Ἰταλίας· οὐδὲ γὰρ πολλὴν ὁδὸν ἀπέχει ἀπὸ τῶν Ἰλλυριῶν ἐθνῶν τὰ Ῥωμαίων. Ἐπαγγέλλειδὴ καὶ ἄκων τὴν ἔξοδον, καταλιπὼν δύναμιν αὐτάρκη ταῖς Ῥωμαίων ὄχθαις. Ἀνύσας δὲ τὴν ὁδοιπορίαν, ἐφίσταται τῷ Ῥήνῳ, καὶ τὰ πρὸς τὸν Γερμανικὸν πόλεμον παρεσκεύαζε· τόν τε ποταμὸν ναυσὶ γεφυρώσας, Παρθυαίους τε καὶ Μαυρουσίους πολλοὺς τῷ Ῥωμαίων στρατῷ συμμίξας, ἤρτυε τὸν πόλεμον. Ἔδοξε δὲ πρότερον πρεσβείαν πέμψαι πρὸς αὐτοὺς καὶ χρήματα ἐπαγγείλασθαι, ὡς ἂν τῇ φιλαργυρίᾳ πεισθέντες παύσωνται τοῦ πολέμου. Καὶ οἱ μὲν στρατιῶται χαλεπῶς ἔφερον, διατριβῆς τε ματαίας αὐτοῖς γινομένης, καὶ μηδὲν πρόθυμον ἢ γενναῖον παρέχοντος τοῦ Ἀλεξάνδρου, ἀλλ' ἐν ἡνιοχείαις τε καὶ τρυφαῖς σχολάζοντος. 2. Ἦν δέ τις ἐν τῷ στρατῷ Μαξιμῖνος ὄνομα, τὸ μὲν γένος Θρᾲξ μιξοβάρβαρος· πρότερον μὲν ἐν παιδὶ ποιμαίνων, ἐν ἀκμῇ δὲ γενόμενος εἰς τοὺς ἱππεῖς στρατιώτας ταγεὶς, εἶτα κατ' ὀλίγον αὐτὸν χειραγωγούσης τῆς τύχης, καὶ ἐθνῶν ἀρχὰς πιστευθείς. Τότε δὴ ὁ Ἀλέξανδρος πάσης αὐτὸν τοῦ στρατοῦ νεολαίας ἐπέστησεν, ὡς ἂν ἀσκοίη τε αὐτοὺς καὶ εἰς τὸ πολεμεῖν ἐπιτηδείους παρασκευάζοι. Ὁ δὲ μετὰ πάσης σπουδῆς τὰ ἐγκεχειρισμένα ποιούμενος, εὔνοιαν πολλὴν παρὰ τῶν στρατιωτῶν ἐκτήσατο. Ὅθεν οἱ νεανίαι, ἐν οἷς ἦν τὸ πολὺ πλῆθος Παιόνων μάλιστα, τῇ μὲν ἀνδρείᾳ τῇ Μαξιμίνου ἔχαιρον, τὸν δὲ Ἀλέξανδρον ἐπέσκωπτον, ὡς ὑπὸ τῆς μητρὸς ἀρχόμενον. Ὑπεμίμνησκον δὲ ἀλλήλους τῶν τε ὑπὸ ταῖς ἀνατολαῖς διὰ μέλλησιν αὐτοῦ πταισμάτων, καὶ ὅτι μηδὲν γενναῖον παρέχοιτο ἐς Γερμανοὺς ἐλθών. Ὄντες οὖν καὶ ἄλλως εἰς τὸ καινοτομεῖν ἐπιτήδειοι, καὶ τὸ μὲν παρὸν τῆς ἀρχῆς βαρὺ διὰ μῆκος ἐξουσίας ἡγούμενοι, ἀκερδές τε ἤδη, πάσης προανηλωμένης φιλοτιμίας, ἐβουλεύσαντο ἀποσκευάσασθαι μὲν τὸν Ἀλέξανδρον, ἀνειπεῖν δ' αὐτοκράτορα καὶ Αὔγουστον τὸν Μαξιμῖνον. 3. Ἀθροισθέντες οὖν εἰς τὸ πεδίον ὡπλισμένοι, ὡς ἐπὶ τὰ συνήθη γυμνάσια προελθόντα καὶ ἐπιστάντα αὐτοῖς Μαξιμῖνον, πορφύρᾳ περιβαλόντες βασιλικῇ, αὐτοκράτορα ἀναγορεύουσιν. Ὁ δὲ τὰ μὲν πρῶτα παρῃτεῖτο, καὶ τὴν πορφύραν ἀπέρριπτεν· ὡς δὲ ἐνέκειντο ξιφήρεις ἀποκτείνειν ἀπειλοῦντες, τοῦ παρόντος κινδύνου τὸν μέλλοντα προελόμενος, ἀνεδέξατο τὴν τιμήν. Ὡς δὲ ταῦτα ἠγγέλθη τῷ Ἀλεξάνδρῳ, ἐν μεγίστῃ ταραχῇ γενόμενος, προπηδήσας τῆς σκηνῆς, ἐνθουσιῶν καὶ δακρύων καὶ τρέμων, τοῦ τε Μαξιμίνου τῆς ἀπιστίας κατηγόρει, καὶ τοὺς νεανίας ἔλεγε ταῦτα προπετῶς καὶ ἐπιόρκως τετολμηκέναι, δώσειν τε πάντα ὑπισχνεῖτο ὅσα αὐτοὶ βούλοιντο. 4. Ὡς δὲ ὁ Μαξιμῖνος ὤφθη πλησίον, βοή τε καὶ ἦχος ἐξηκούσθη, πάλιν ὁ Ἀλέξανδρος τοὺς στρατιώτας ἐλιπάρει, προμαχεῖν καὶ σώζειν ὃν ἀνεθρέψαντο, καὶ ὑφ' ᾧ βασιλεύοντι τεσσαρεσκαίδεκα ἔτεσιν ἀμέμπτως βεβιώκεισαν· πάντας τε εἰς οἶκτον καὶ ἔλεον προκαλούμενος, ὁλπίζεσθαι ἐκέλευσεν. Οἱ δὲ στρατιῶται τὰ μὲν πρῶτα ὑπισχνοῦντο, κατ' ὀλίγους δὲ ἀνεχώρουν, καὶ οὐδὲ ὅπλα λαβεῖν ἤθελον, ἀλλὰ καὶ τὸν ἐπάρχοντα καὶ τοὺς οἰκείους Ἀλεξάνδρου ᾔτουν πρὸς ἀναίρεσιν. (Παπιανὸς δὲ ἦν ὁ νομοθέτης.) Οἱ δὲ καὶ τὴν μητέρα ἐμέμφοντο. Καὶ μέχρι μέν τινος τοιαῦτα βοῶντες προσέμενον.

Intertext edge

Open linked passage

Note