HISTORIA CHRONIKE
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77">
—
⋯
Original / primary: Pg Scrape Grc
142.1.1
ΜΑΞΙΜΙΝΟΣ. Exc. De virt.: Ὅτι Μαξιμῖνος παραλαβὼν τὴν ἀρχὴν, πολλὴν τὴν μεταβολὴν ἐποιήσατο, τραχύτατα καὶ μετὰ πολλοῦ φόβου τῇ ἐξουσίᾳ χρώμενος, ἔκ τε ἡμέρου βασιλείας εἰς τυραννίδος ὠμότητα μεταγαγεῖν πάντα ἐπειρᾶτο. Φύσει δὲ ἦν τὸ ἦθος, ὥσπερ καὶ τὸ γένος, βάρβαρος, τό τε φονικὸν πάτριον ἔχων. Εὐθέως οὖν τούς τε φίλους πάντας, οἳ συνῆσαν τῷ Ἀλεξάνδρῳ, σύνεδροί τε ὑπὸ τῆς συγκλήτου ἐπιλεχθέντες, ἀπεσκευάσατο, μόνος εἶναι βουλόμενος ἐν τῷ στρατῷ, καὶ μηδένα αὐτῷ παρεῖναι ἐκ συνειδήσεως εὐγενοῦς κρείττονα. Πλείστους δὲ αὐτῶν καὶ ἀπέκτεινεν ἐπιβουλὰς ὑποπτεύων. Τόν τε γὰρ Μάγνον καὶ τοὺς σὺν αὐτῷ διὰ τὴν πρὸς Γερμανοὺς νομισθεῖσαν προδοσίαν ἀνεῖλεν. Εἴχετο γὰρ τῆς πρὸς αὐτοὺς μάχης.