HISTORIA CHRONIKE
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77">
—
⋯
Original / primary: Pg Scrape Grc
143.1.1
Exc. De ins.: Ὅτι ἐπὶ Μαξιμίνου τοῦ βασιλέως ἐγένετό τις καὶ Ὀσροηνῶν ἀπόστασις, οἳ πάνυ ἀλγοῦντες ἐπὶ τῇ Ἀλεξάνδρου τελευτῇ, τινὶ Κουαρτίνῳ, τὴν ὕπατον ἀρχὴν διανύσαντι, φίλῳ δὲ γενομένῳ τοῦ Ἀλεξάνδρου, πορφυρίδα τε ὀλεθρίαν περιέβαλον ἄκοντι, καὶ αὐτοκράτορα ὠνόμασαν. Ἐκεῖνος μὲν οὖν ἐν τῇ σκηνῇ καθεύδων ἐπιβουλευθεὶς νύκτωρ ἀνῃρέθῃ ὑπό τοῦ συνόντος αὐτῷ φίλου πρὸς χάριν τοῦ Μαξιμίνου. 144 Exc. De virt.: Ὅτι καὶ ἀποστάσεις ἐγίνοντο ἐπὶ Μαξιμίνου. Ἔτι γὰρ εἰς τραχύτητα μᾶλλον καὶ ὠμότητα ἠκόνησαν τὴν τοῦ Μαξιμίνου ψυχὴν, καὶ πρότερον οὕτω πεφυκυῖαν. Ἦν δὲ καὶ τὴν ὄψιν φοβερώτατος καὶ μέγιστος τὸ σῶμα. 145 Ibid.: Ὅτι ἐπὶ Μαξιμίνου πολλή τις ἦν περὶ τοὺς ὑπηκόους ἀπανθρωπία καὶ φόνοι πολλοί. Ἀνεσείσθη γὰρ πᾶσα ἡ Ῥωμαίων πολιτεία συκοφάνταις τε καὶ δούλοις ἐκδοθεῖσα. Ἑκάστης γοῦν ἡμέρας ἦν ἰδεῖν τοὺς χθὲς πλουσίους μεταιτοῦντας. Τοσαύτη τις ἦν τῆς τυραννίδος ἡ φιλοχρηματία. Πολλοὶ δὲ καὶ φυγαῖς καὶ θανάτοις ἐζημιοῦντο. (Καὶ) ἐφ' ὅσον μὲν οὖν εἰς τοὺς καθ' ἕνα ταῦτα ἐπράττετο, οὐ πάνυ τι τοῖς δήμοις ἔμελε· τὰ γὰρ τῶν εὐδαιμονεῖν δοκούντων ἢ πλουσίων πταίσματα πρὸς τῶν ὄχλων οὐ μόνον ἀμελεῖται, ἀλλά τινας τῶν κακοήθων καὶ φαύλων ἔσθ' ὅτε καὶ εὐφραίνει τῷ φθόνῳ. Ἐπεὶ δὲ ὁ Μαξιμῖνος τοὺς πλείστους τῶν ἐνδόξων οἴκων εἰς πενίαν περιστήσας, ᾠήθη μετελθεῖν εἰς τὰ δημόσια, καὶ εἴ τινα χρήματα ἦν πολιτικὰ καὶ εἰς εὐθηνίας ἢ νομὰς τῶν δημοτῶν ἠθροισμένα, εἰς ἑαυτὸν μετήγαγε, ναῶν τε ἀναθήματα καὶ ἀγάλματα πόλεων, καὶ εἴ τι καλλώπισμα ἦν, ἐχωνεύετο (ὅπερ μά λιστα τοὺς δήμους ἐλύπει, πένθος τε δημόσιον ἐνεποίει, δίχα μάχης ὄψις πολιορκίας, ὥς τινας τῶν δημοτῶν καὶ εἰς χεῖρας ἐλθεῖν)· ἐντεῦθεν μάλιστα αἱ ψυχαὶ τῶν ἁπάντων ἀπηρέσκοντο, οἵ τε στρατιῶται ὠνειδίζοντο, ὡς δὴ δι' αὐτοὺς ταῦτα πράττοντος Μαξιμίνου. Αἰτίαι μὲν οὖν αὗται εἰς μῖσος καὶ ἀπόστασιν ἅπαντας παρώξυνον. 146 Exc. De ins.: Ὅτι διὰ τὴν τραχύτητα καὶ ὠμότητα τοῦ Μαξιμίνου εἰς μῖσος καὶ ἀπόστασιν πάντες παρωξύνοντο, ἄρξασθαι δὲ οὐδεὶς ἐτόλμα, ἄχρις οὗ Λίβυες ἐπανέστησαν, ἐξ αἰτίας τοιᾶσδε. Ἐπετρόπευέ τις τῆς Καρχηδονίας χώρας τραχύτατα καὶ μετὰ πάσης ὠμότητος, καταδίκας τε ποιῶν καὶ χρημάτων εἰσπράξεις, βουλόμενος εὐδοκιμεῖν παρὰ τῷ Μαξιμίνῳ. Ἐκεῖνός (τε) γὰρ τοὺς ἁρμόζοντας τῇ αὑτοῦ γνώμῃ ἐπελέγετο. Διὸ τῆς Λιβύης ἄρχων πᾶσιν μὲν βιαίως ἐπεφέρετο, νεανίσκους δέ τινας τῶν παρ' ἐκείνοις εὖ γεγονότων καὶ πλουσίων, καταδίκαις περιβαλὼν, εἰσπράττειν τὰ χρήματα εὐθέως ἐπειρᾶτο, πατρῴων τε καὶ προγονικῶν οὐσιῶν αὐτοὺς ἀναιρεῖσθαι. Ἐφ' οἷς ἀλγήσαντες οὗτοι, τὰ μὲν χρήματα δώσειν ὑπέσχοντο, τριῶν ἡμερῶν αἰτήσαντες ἀνάθεσιν· συνωμοσίαν δὲ ποιησάμενοι, πάντας οὓς ᾔδεισαν ἢ πεπονθότας τι δεινὸν ἢ παθεῖν δεδοικότας, πείσαντες, κελεύουσι νύκτωρ κατελθεῖν τοὺς ἐκ τῶν ἀγρῶν νεανίσκους, ξύλα τε καὶ πελέκεις ἐπιφέρεσθαι. Οἱ δὲ μέγα τι πλῆθος συνελθόντες, ἅμα τῷ περιόρθριον γενέσθαι εἰς τοὺς τῶν δεσποτῶν οἴκους ἀπαντῶσι, καὶ σὺν αὐτοῖς πάντες ὁρμῶσι ξιφήρεις· καὶ πρότερον μὲν τὸν ἐπίτροπον αἰφνιδίως ἀναιροῦσι, καὶ πολλοὺς τῶν περὶ αὐτὸν στρατιωτῶν· ἔπειτα καὶ τὸν τῆς χώρας ἡγούμενον. 2. Ὡς δὲ ταῦτα αὐτοῖς προεχώρησεν, ἐν ἔργοις μείζοσιν ᾔδεσαν μόνην ἑαυτοῖς σωτηρίαν ὑπάρχουσαν· πᾶν τε τὸ ἔθνος ἀναπείσαντες εἰς ἀπόστασιν (ὅπερ ᾔδεσαν πάλαι μὲν εὔχεσθαι μίσει Μαξιμίνου, φόβῳ δὲ κωλύεσθαι), μεσαζούσης ἡμέρας ἐπίασιν ἐπὶ τὴν τοῦ ἀνθυπατεύοντος οἰκίαν· Γορδιανὸς δὲ ἦν ὄνομα, κλήρῳ μὲν τὴν ἀνθύπατον λαχὼν, πρεσβύτης δὲ εἰς ἔτος πʹ ἐληλακὼς, πολλῶν τε πρότερον ἄρξας ἐθνῶν, ἐν τε πράξεσι μεγίσταις ἐξετασθείς. 3.*** πράξει ὑπατικὰς (Σαβῖνος δὲ ἦν ὄνομα αὐτῷ), βουλόμενον κωλῦσαι τὰ γινόμενα, ξύλῳ παισθέντα κατὰ τοῦ κρανίου τελευτῆσαι. Καὶ ὁ μὲν δῆμος ἐν τούτοις ἦν. Ἡ δὲ σύγκλητος ἅπαξ ἀναρριφθέντος κινδύνου, πάντα ἔπραττεν εἰς τὸ ἀποστῆσαι τὰ ἔθνη, πρεσβείαν πρὸς πάντας ἡγουμένους πέμπουσα, καὶ τὴν Ῥωμαίων γνώμην δηλοῦσα, δεομένη τε συναίρεσθαι τῇ πατρίδι. Οἱ πλεῖστοι μὲν οὖν προσήκαντο τὴν πρεσβείαν· ὀλίγοι δέ τινες διεχρήσαντο τοὺς ἐλθόντας. 3. Καὶ τὰ μὲν κατὰ τὴν Ῥωμαίων πόλιν τε καὶ γνώμην τοιαῦτα ἦν. Ἐν δὲ τῇ Καρχηδόνι οὐχ ὡς ἤλπισαν τὰ πράγματα προὐχώρει. Καπελλιανὸς γὰρ ἦν τις ὄνομα τῶν ἀπὸ συγκλήτου· ἡγεῖτο δὲ Μαυρουσίων τῶν ὑπὸ Ῥωμαίοις Νομάδων, ἔχων καὶ στρατιωτῶν οὐκ εὐκαταφρόνητον δύναμιν. Τοῦτον ὁ Γορδιανὸς τῆς ἀρχῆς παραλύσας, τοῦ ἔθνους ἐξελθεῖν ἐκέλευσεν. Ὁ δὲ τὸν στρατὸν ἀθροίσας, κατῆλθεν ἐπὶ τὴν Καρχηδόνα. Ὡς δὲ ἀπηγγέλθη τῷ Γορδιανῷ ὁ στρατὸς προσιὼν τῇ πόλει, αὐτός τε ἐν ἐσχάτῳ δέει ἦν, οἵ τε Καρχηδόνιοι ταραχθέντες, οἰόμενοί τε ἐν πλήθει ὄχλου, οὐκ ἐν εὐταξίᾳ στρατοῦ, νικᾶν, πανδημεὶ πάντες ἐξίασιν. 5. Ὁ Γορδιανὸς μὲν οὖν ὁ πρεσβύτης ἅμα τῷ τῆς Καρχηδόνος ἐπιβῆναι ἐν ἀπογνώσει γενόμενος, ἐννοῶν τὴν δύναμιν Μαξιμίνου, οὐδὲν δὲ ὁρῶν ἐν Λιβύῃ ἀξιόμαχον, ἀνήρτησεν ἑαυτὸν βρόχῳ. Κρυπτομένης δὲ αὐτοῦ τῆς τελευτῆς, τὸν υἱὸν αὐτοῦ στρατηγήσοντα τοῦ πλήθους εἵλοντο. Γενομένης δὲ συμβολῆς, ἅπαντες οἱ Καρχηδόνιοι διεφθάρησαν· οὐχ ὑπομείναντες γὰρ τὴν ἔφοδον τῶν βαρβάρων, ἀλλὰ πάντα ἁ ἐπεφέροντο ὅπλα ῥίψαντες ἔφυγον· ὠθούμενοι δὲ ὑπ' ἀλλήλων οἱ πλείους ἀπώλοντο. Ἔνθα καὶ ὁ τοῦ Γορδιανοῦ υἱὸς ἀνῃρέθη, καὶ οἱ περὶ αὐτὸν πάντες, ὡς διὰ πλῆθος πτωμάτων μηδὲ τοὺς νεκροὺς ταφῆναι μηδὲ τοῦ Γορδιανοῦ τοῦ νέου εὑρεθῆναι σῶμα. Πολλὴ δὲ οἰμωγὴ κατὰ τὴν πόλιν γυναικῶν τε καὶ παίδων ἐγένετο. Τοιούτῳ μὲν δὴ τέλει ὁ Γορδιανὸς ἐχρήσατο, βιώσας τὰ πρῶτα εὐδαιμόνως, ἐν εἰκόνι τε βασιλείας τελευτήσας. 6. Ὁ δὲ Καπελλιανὸς εἰς Καρχηδόνα εἰσελθὼν, πάντας τε τοὺς πρωτεύοντας ἀπέκτεινεν, καὶ εἴ τινες διεσώθησαν ἐκ τῆς μάχης, ἐφείδετο οὐδενὸς, οὔτε ἱερῶν συλήσεως, οὔτε χρημάτων ἁρπαγῆς· ἀλλὰ καὶ τὰς λοιπὰς περιῄει πόλεις τοιαῦτα δρῶν. Ὡς δὲ ἐς τὴν Ῥώμην ἐδηλώθη ἡ τοῦ πρεσβύτου τελευτὴ, ἐν πολλῇ ἀφασίᾳ ἐγένοντο. Ἔδοξεν οὖν αὐτοῖς συνελθεῖν καὶ περὶ τῶν πρακτέων σκέψασθαι, καὶ προστησαμένους ἐπιλέξασθαι βασιλέα. Συνῆλθον οὖν εἰς τὸ Καπιτώλιον, καὶ ψηφίζονται βασιλεῖς Μάξιμόν τε καὶ Βαλβῖνον, εὐθέως τε αὐτοκράτορας ὀνομάζουσιν. 7. Ὁ δὲ Μαξιμῖνος ἥσθη μὲν ἐπὶ τῇ τῶν Ἰταλιωτῶν εὐθὺς φυγῇ, ἐλπίζων πάντας τοῦτο ποιήσειν· ὁ δὲ στρατὸς ἤχθετο, ἐν ἀρχῇ λιμοῦ πειρώμενος. Διανυκτερεύ σαντες οὖν οἱ μὲν ἐν τῇ πόλει, οἱ δ' ἐν τῷ πεδίῳ ἐπὶ τὰς Ἄλπεις ἤγοντο, ὄρη ὑψηλά. Ὡς δὲ ταύτας διέβησαν ἀκωλύτως, καταβαίνοντες εἰς τὸ πεδίον, ἤδη ἀνεθάρρησάν τε καὶ ἐπαιάνισαν. Ἔνθα ἦν πόλις Ἀκυληία· πρὸς ἣν καταχθεὶς ὁ Μαξιμῖνος εὗρε μὲν τὰς πύλας κεκλεισμένας, τὸν δὲ στρατὸν ἤδη ἀπαγορεύειν καὶ ἀναχωρεῖν βουλόμενον τῆς πολιορκίας, βαλλόμενον λίθοις τε καὶ δόρασιν. Ὁ δὲ Μαξιμῖνος ἀγανακτήσας πρὸς τοὺς στρατηγοὺς, ὡς ἀμελέστερον μαχομένους, αὐτὸς τῆς μάχης εἴχετο. 8. Οἱ δὲ ἀπὸ τῆς Ἀκυληίας πανδημεὶ ἐπὶ τῶν τειχῶν νύκτωρ καὶ μεθ' ἡμέραν ἀπεμάχοντο. Ἐστρατήγουν δὲ αὐτῶν καὶ πάντα διὰ φροντίδος εἶχον ἄνδρες βʹ ἀπὸ ὑπατείας, ἐπιλεχθέντες δὲ ὑπὸ τῆς συγκλήτου· ὧν ὁ μὲν Κρισπῖνος, ὁ δὲ Μηνόφιλος ἐκαλεῖτο· καὶ μετὰ πολλῆς προνοίας τὰ ἐπιτήδεια εἰσεκομίσαντο. Ἦν δὲ καὶ ὕδατος ἀφθονία. Τῷ δὲ Μαξιμίνῳ ἔδοξε πέμπειν ἐν σχήματι πρεσβείας τοὺς κάτωθεν διαλεξομένους, εἰ ἄρα πείσειαν αὐτοὺς ἀνοῖξαι τὰ πύλας. Ὁ δὲ Κρισπῖνος περιέθεε, δεόμενος μὴ πείθεσθαι ὑποσχέσεσι τυράννου ἐπιόρκου, ἀλλὰ πρὸς τὴν Ῥωμαίων σύγκλητον εὔνοιαν φυλάττειν· πολλῶν δὲ καὶ χρησμῶν αὐτοῖς καὶ μαντείων αἰσίων γενομένων, ἔπεισεν αὐτοὺς ἀποδιῶξαι τοὺς πρέσβεις. 9. Ὁ δὲ Μαξιμῖνος ταῦτα μαθὼν πλείονι τῷ θυμῷ ἐχρήσατο, καὶ γεφυρώσας τὸν παραρρέοντα ποταμὸν, προσήγγισε τῷ τείχει, καὶ τειχομαχεῖν ἤρξατο παντὶ σθένει. Πολλῶν δὲ σχεδὸν ἑκάστης ἡμέρας γενομένων προσβολῶν, καὶ παντὸς τοῦ στρατοῦ ὥσπερ σαγηνεύοντος τὴν πόλιν, μετὰ πολλῆς βίας καὶ προθύμου μάχης ἀντεῖχον οἱ Ἀκυλήσιοι πανδημεὶ ἅμα γυναιξὶ καὶ παισὶν, οὐδέ τις ἦν, ὃς μὴ μετεῖχε τῶν ὑπὲρ πατρίδος πόνων· οὐδὲ ᾤετο Μαξιμῖνος ἄλλως αὐτῷ τὴν ἐπὶ Ῥώμην ὁδὸν ἔσεσθαι εὐπρεπῆ, εἰ μὴ πρότερον τὴν ἀντιστᾶσαν τῆς Ἰταλίας πόλιν καθέλῃ. Ὑποσχέσεσί τε οὖν καὶ δωρεαῖς αὐτός τε καὶ ὁ παῖς αὐτοῦ, ὃν πεποιήκει Καίσαρα, περιθέοντες τὸν στρατὸν ἀνέπειθον. 10. Οἱ δὲ Ἀκυλήσιοι λίθοις τε καὶ κιρνῶντες θείῳ καὶ ἀσφάλτῳ πίσσαν καὶ ἔλαιον ἔβαλλον τὸν στρατόν· πυρώσαντες γὰρ ταῦτα, ὄμβρου δίκην κατεχώννυον, ὥστε γυμνοῦσθαι αὐτοὺς τῶν ὅπλων καιομένους, καὶ διαφθείρεσθαι τά τε πρόσωπα καὶ τὰς χεῖρας ἀκρωτηριαζομένους· ἀλλὰ μὴν καὶ τὰς προσαγομένας μηχανὰς ταύτῃ τῇ σοφίᾳ κατέκαιον. Τῶν μὲν οὖν πρώτων ἡμερῶν ἀντίπαλός πως καὶ ἰσόρροπος ἔμενεν ἡ τύχη τῆς μάχης· χρόνου δὲ γενομένου, ὅ τε στρατὸς τοῦ Μαξιμίνου ὀκνηρὸς ἐγένετο, καὶ πταίων τῆς ἐλπίδος ἀθύμως διέκειτο· οἱ δὲ Ἀκυλήσιοι ἐρρώνυντό τε καὶ τῶν στρατιωτῶν κατεφρόνουν, ὥστε καὶ σκώπτειν τὸν Μαξιμῖνον, καὶ ὕβρεις αἰσχρὰς εἰς αὐτὸν ἀπορρίπτειν· ἐφ' αἷς ἐκεῖνος κινούμενος τοὺς ἰδίους ἐκόλαζεν, ὡς ῥᾳθύμως καὶ ἀνάνδρως προσφερομένους τῇ πολιορκίᾳ· ὅθεν αὐτῷ περιεγένετο πρὸς μὲν τῶν οἰκείων μῖσός τε καὶ ὀργὴ, πρὸς δὲ τῶν ἀντιπάλων καταφρόνησις. 11. Συνέβαινε δὲ τοῖς Ἀκυλησίοις πολλὴν ὑπάρχειν τῶν ἐπιτηδείων ἀφθονίαν, πάντων ἐν τῇ πόλει σεσωρευμένων· ὁ δὲ στρατὸς τοὐναντίον ἐν σπάνει πάντων ὑπῆρχεν, ὑπὸ σκηναῖς τε αὐτοσχεδίοις καὶ γυμνῷ τῷ ἀέρι διατρίβων. Οἱ γὰρ Ῥωμαῖοι πάντα προκατέλαβον, ὑπατικοὺς ἄνδρας προχειρισάμενοι τῆς κατὰ τὴν Ἰταλίαν φρουρᾶς. Συνέβαινε δὲ καὶ τὸν στρατὸν δοκοῦντα πολιορκεῖν, αὐτὸν πολιορκεῖσθαι· ὅθεν ἐν ἀπογνώσει γενόμενοι οἱ στρατιῶται, τά τε κατὰ τὴν Ῥώμην καὶ πᾶσαν τὴν Ἰταλίαν πυθόμενοι, αἰφνιδίως, ἀναπαυομένου τοῦ Μαξιμίνου ἐν τῇ σκηνῇ, καὶ τῆς ἡμέρας ἐκείνης ἐν ἀνέσει τοῦ πολέμου οὔσης, τῶν τε πλείστων εἰς τὰς σκηνὰς ἀνακεχωρηκότων, ἔδοξε τοῖς στρατιώταις, οἳ πρὸς τῇ Ῥωμαίων πόλει στρατόπεδον εἶχον ὑπὸ τὸ καλούμενον Ἀλβανὸν, ἔνθα παῖδας καὶ γυναῖκας καταλελοίπεσαν, φονεῦσαι τὸν Μαξιμῖνον, ὡς παύσαιντο χρονίου πολιορκίας, μηκέτι δὲ πορθοῖεν Ἰταλίαν ὑπὲρ τυράννου κατεγνωσμένου καὶ μεμισημένου. Τολμήσαντες οὖν ἐπίασι τῇ σκηνῇ περὶ μέσην ἡμέραν, συναραμένων αὐτοῖς καὶ τῶν δορυφόρων, τάς τε εἰκόνας ἐκ τῶν σημείων κατασπῶσι, καὶ αὐτὸν σὺν τῷ παιδὶ ἀναιροῦσι. Φονεύουσι δὲ καὶ τὸν ἐπάρχοντα τοῦ στρατοῦ, πάντας τε ἀναιροῦσι τοὺς ἐκείνῳ θυμήρεις· ῥίψαντές τε τὰ σώματα τοῖς βουλομένοις ἐνυβρίζειν, εἴασαν κυσί τε καὶ ὄρνισι βοράν· τούτων δὲ τὰς κεφαλὰς ἐς Ῥώμην ἔπεμψαν. Τοιούτῳ μὲν δὴ τέλει Μαξιμῖνος καὶ ὁ παῖς αὐτοῦ ἐχρήσαντο, βασιλεύσαντες ἔτη γʹ, δίκας πονηρᾶς ἀρχῆς ὑποσχόντες. ΜΑΞΙΜΟΣ ΚΑΙ ΒΑΛΒΙΝΟΣ.