HISTORIA CHRONIKE
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77">
—
⋯
Original / primary: Pg Scrape Grc
147.1.1
ΓΟΡΔΙΑΝΟΣ. Ibid.: Ὅτι ἐπειδὴ καὶ Γορδιανὸν ἔμελλε τὸ κοινὸν τοῦ βίου καταλαβεῖν τέλος, ὁ τῆς Συρίας ἡγούμενος ἐπιστέλλει τὸν Περσῶν βασιλέα τοὺς ἰδίους ὅρους ὑπερβάντα τὴν τῶν Ῥωμαίων γῆν κατατρέχειν, καὶ δεῖσθαι τῆς αὐτοῦ παρουσίας τὸν πόλεμον. Ταῦτα Γορδιανὸς ὁ νέος πυθόμενος, λίαν τε ἐν ἀθυμίᾳ γενόμενος, ὅμως ἐπαγγέλλει τὴν ἐπὶ Πέρσας ἔξοδον, καὶ τὰς τοῦ Ἰανοῦ πύλας ἀναπετάσας, αἵπερ ἐπὶ τῶν μεγίστων πολέμων διηνοίγοντο, ᾤχετο πρὸς τὴν ἕω. Καὶ ὡς εἰς τὸν Εὐφράτην ἀφίκετο εἴς τε τὰ τοῦ Τίγρητος στόμια, συμβαλὼν τοῖς βαρβάροις, εὐτυχέστατα τὸν πόλεμον διεχείρισε, μεγάλοις ἀγῶσι τὰς Παρθικὰς δυνάμεις καταβαλών. Ἐκεῖθεν δὲ μετὰ τὸ πέρας ἐπανιὼν, ἕκτῳ τῆς ἡγεμονίας ἐνιαυτῷ, πρὸς αὐτοῖς ἤδη τοῖς ὅροις τῆς οἰκείας ἀρχῆς, ὑπὸ Φιλίππου, τὴν βασιλείαν διαδεξαμένου, τοῦ κατ' ἐκεῖνο καιροῦ τὴν τῶν στρατιωτῶν νεολαίαν ἀσκοῦντος, ἐδολοφονήθη· καὶ Φίλιππος ἀνηγορεύθη βασιλεύς. 148 ΦΙΛΙΠΠΟΣ. Ibid.: Ὅτι Φίλιππος βασιλεύσας καὶ τοὺς Σκύθας νικήσας, ἐπὶ τὸ Βυζάντιον ἤλαυνεν. Καὶ ἐλθὼν ἐς Πέρινθον, ὡς ἠγγέλθη αὐτῷ ἐμφυλίους στάσεις συμβῆναι κατὰ τὴν Ῥώμην, ἅστινας Δέκιος ἐποίησεν, ἀπὸ ὑπάτων καὶ ἔπαρχος τῆς πόλεως, τοὺς δυναμένους ἐπισχεῖν τὰ πραττόμενα στέλλει, καὶ τὴν Δεκίου προκαταληψομένους ἐπανάστασιν· αὐτός τε σὺν τοῖς παισὶν ἐπακολουθεῖν ἐπηγγείλατο. Ὡς δὲ ἐς τὴν Ῥώμην ἔφθασαν οὓς ἔπεμψε Φίλιππος, δώροις τε καὶ κολακείαις τοῦ δήμου καὶ τῆς βουλῆς ὑπαχθέντες, ἀπαγορεύουσί τε Φιλίππῳ καὶ τὸν Δέκιον αὐτοκράτορα σὺν τοῖς Ῥωμαίοις προσαγορεύουσι. Τούτων ἀγγελθέντων τῷ Φιλίππῳ, κατὰ τὴν Βερόην φεύγοντι** καὶ τοῖς ὑποκολπίοις ξίφεσιν ἀναιροῦσιν, πέμπτον ἐνιαυτὸν προστάντα τῶν πραγμάτων. Ἐν δὲ τῇ Ῥώμῃ τὸν παῖδα τούτου οἱ τῆς πόλεως στρατιῶται διέφθειραν. Καὶ τὰ μὲν κατὰ τούτους τοιοῦτον ἔσχε τέλος.