HISTORIA CHRONIKE
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77">
—
⋯
Original / primary: Pg Scrape Grc
155.1.1
ΑΥΡΗΛΙΑΝΟΣ. Exc. De virt.: Ὅτι Αὐρηλιανὸς ὁ βασιλεὺς τὰ πολέμια δεινῶς ἦν ἠσκημένος, ἀκάθεκτος δὲ περὶ τὴν γνώμην, καὶ πολὺ πρὸς ὠμότητα ῥέπων. Τῶν τε κατὰ πόλιν ἐπισήμων θανάτῳ πολλοὺς ἐζημίωσεν ὑπὸ Ζηνοβίας ἐλεγχθέντας, χαλεπός τις καὶ φονικὸς ὑπάρχων, καὶ μᾶλλον ἀναγκαῖος στρατηγὸς ἤπερ αἱρετὸς βασιλεὺς, ἐν παντὶ δὲ καιρῷ δυσχερὴς καὶ ἀπρόσιτος, ὡς μηδὲ τοῦ τῶν οἰκείων αἵματος διαμεῖναι καθαρός· τὴν γὰρ τοῦ παιδὸς γαμετὴν καὶ ἀνέγκλητον διεχρήσατο. Τοῦ δὲ τῶν στρατιωτῶν τάγματος καὶ τῶν ἐξιτήλων καὶ διαλελυμένων ἠθῶν ὡς ἐπίπαν γενναῖος ἐπανορθωτὴς ἦν. 156 Exc. De ins.: Ὅτι Αὐρηλιανὸς ἕκτῳ τῆς ἡγεμονίας ἐνιαυτῷ διαφθείρεται, τῶν εἰς τάχος γραφόντων οἰκετῶν τινὸς κατασκευάσαντος αὐτῷ τὸν θάνατον· ὃς τὴν τοῦ ἀνδρὸς μιμησάμενος χεῖρα, πρός τινας χιλιάρχους αὐτῷ τε τῷ Αὐρηλιανῷ φίλους γραμματίδιόν τι ἐκόμισε, τὰς τῶν ἀνδρῶν τούτων φέρον προσηγορίας σεσημειωμένας, ἐπιψευσάμενος ταῦτα τὸν Αὐρηλιανὸν ἀναγεγραφέναι. Οἱ δὲ τὸ πιστὸν ἐκ τῆς τοῦ βασιλέως πρὸς ἅπασαν πρᾶξιν ἄτοπον καὶ σκληρὰν ὀξύτητος εἰληφότες, φθάσαι τι δράσαντες πρὶν ἢ παθεῖν ἔγνωσαν· διαφθείρουσί τε αὐτὸν κατὰ μέσην τὴν πορείαν, ἐκ Βυζαντίου πρὸς Ἡράκλειαν ἰόντα, περὶ τὸ λεγόμενον Καινὸν φρούριον. Οὐ μὴν ἀτιμώρητος ἐτελεύτα. Οἵ τε γὰρ φονεῖς αὐτοῦ δίκας ὑπέσχον, καὶ αὐτὸς τοῖς θείοις τῶν αὐτοκρατόρων* ἐψηφίσθη.