Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
HISTORIA CHRONIKE
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77"> —
⋯
More
Original / primary: Pg Scrape Grc
157.1.1
ΤΑΚΙΤΟΣ. Ibid.: Ὅτι Τακίτου τὰ τῆς Ῥώμης ἀναδεξαμένου βασίλεια, Σκύθαι διὰ τῆς Μαιώτιδος λίμνης ἐπεραιώθησαν· οὓς καταπολεμήσας ἐπὶ τὴν εὐρώπην ἐξώρμησεν. Ἔνθα δὴ καὶ εἰς ἐπιβουλὴν ἐμπεσὼν, ἐξ αἰτίας ἀναιρεῖται τοιᾶσδε. Μαξιμίνῳ γένει προσήκοντι τὴν Συρίας ἀρχὴν παραδέδωκεν. Οὗτος τοῖς ἐν τέλει τραχύτατα προσφερόμενος, εἰς φθόνον ἅμα καὶ φόβον τὸν βασιλέα κατέστησε. Τεκόντων δὲ τούτων μῖσος, τὸ λειπόμενον εἰς ἐπιβουλὴν ἐτελεύτησεν, ἧς κοινωνοὺς ποιησάμενοι τοὺς Αὐρηλιανὸν ἀνελόντας, αὐτῷ μὲν ἐπιθέμενοι τῷ Μαξιμίνῳ κατέσφαξαν· διώξαντες δὲ ἀναζευγνύντα ἐπὶ τὴν Εὐρώπην Τάκιτον ἀναιροῦσιν, ἓξ μησὶ τοῖς ὅλοις βασιλεύσαντα.

Intertext edge

Open linked passage

Note