HISTORIA CHRONIKE
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77">
—
⋯
Original / primary: Pg Scrape Grc
158.1.1
ΠΡΟΒΟΣ. Ibid.: Ὅτι Πρόβος καὶ Φλωριανὸς οἱ δύο ἅμα συνεβασίλευσαν. Καὶ ὁ Πρόβος οὐ κατὰ τὴν αὐτοῦ προαίρεσιν ἀνεῖλε τὸν Φλωριανὸν, μήνας βʹ πρὸς ἡμέρας κʹ ἀπολαύσαντα τῆς ἐξουσίας. 2. Ὅτι Πρόβου βασιλεύσαντος Ῥωμαίων, Σατουρνῖνος τῷ γένει Μαυρούσιος, ὢν εἰς τὰ μάλιστα τῷ βασιλεῖ προσφιλὴς, διὰ τοῦτό τε καὶ τὴν τῆς Συρίας ἀρχὴν ἐπιτετραμμένος, τῆς βασιλέως ἀποστὰς πίστεως, εἰς ἐπαναστάσεως ἔννοιαν ἦλθεν. Ὅπερ ἀκούσαντι τῷ Πρόβῳ καὶ διανοουμένῳ τὸ ἐγχείρημα μετελθεῖν, ἔφθησαν οἱ κατὰ τὴν ἑῴαν στρατιῶται, συγκατασβέσαντες τῇ τυραννίδι τὸν ἄνθρωπον. Ἔπαυσε δὲ καὶ ἄλλην ἐπανάστασιν ἐν τῇ Βρεττανίᾳ, μελετηθεῖσαν διὰ Βικτωρίνου Μαυρουσίου τὸ γένος. Ὧπερ πεισθεὶς ἔτυχε τὸν ἐπαναστάντα τῆς Βρεταννίας ἄρχοντα προστησάμενος. Καλέσας δὲ τὸν Βικτωρῖνον πρὸς ἑαυτὸν, καὶ ἐπὶ τῇ συμβουλῇ μεμψάμενος, τὸ πταῖσμα ἐπανορθώσοντα πέμπει. Ὁ δὲ ἐπὶ τὴν Βρεττανίαν εὐθὺς ἐξορμήσας, περινοίᾳ οὐκ ἄφρονι τὸν τύραννον ἀναιρεῖ. 159 Exc. Salm.: Πρόβου ἀρχθέντος, βροχὴ γέγονε σῖτον κατάγουσα, ὃν συναγαγόντες σωροὺς μεγάλους ἐποίησαν. Ἐπὶ Αὐρηλιανοῦ ψεκάδες ἀργυραῖ κατηνέχθησαν. 160 Exc. De ins.: Ὅτι πολλὰ διαπραξαμένου τοῦ Πρόβου, καλῶς τε καὶ δικαίως οἰκονομήσαντος τὴν ἀρχὴν, ἐπανάστασις ἐκ τῆς ἑσπέρας ἀγγέλλεται, τῶν ἐν Ῥαιτίᾳ καὶ Νωρικῷ δυνάμεων Κάρῳ περιθέντων τὴν ἁλουργίδα. Τοῦ δὲ δύναμιν ἐναντιωσομένην αὐτῷ στείλαντος, οἱ μὲν πεμφθέντες πρὸς Κάρον μετέστησαν· αὐτοὶ δ' ἐπὶ πάντας ἐρήμῳ βοηθείας τῷ Πρόβῳ, κωλύοντος οὐδενὸς, διεχρήσαντο βασιλεύσαντα ἐνιαυτοὺς ἓξ, μήνας δʹ. t161- 163 ΚΑΡΟΣ.