HISTORIA CHRONIKE
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77">
—
⋯
Original / primary: Pg Scrape Grc
170.1.1
ΚΩΝΣΤΑΝΤΙΝΟΣ. Exc. De virt.: Ὅτι Κωνσταντῖνος, ὥς φησιν οὗτος ὁ Ἰωάννης, τῆς ἀδελφῆς τὸν υἱὸν Κομμόδης διαφθείρει δόλῳ, καὶ τῶν φίλων πολλοὺς καὶ ἐπιτηδείων. Διὸ δὴ τὰ πρῶτα δόξας ἄριστος εἶναι βασιλεὺς, καὶ τοῖς ἐπαινετοῖς τῶν αὐτοκρατόρων ἄξιος παραβάλλεσθαι, μετ' ὀλίγον τοῖς εἰρημένοις μειονεκτήμασι πρὸς τὸ χεῖρον τῆς δόξης μεταβέβληκεν· καίτοι τῆς φύσεως αὐτὸν, καὶ τῶν ὅσα παρὰ τοῦ δαιμονίου φοιτᾶν ἀνθρώποις εἴωθεν, ἄριστον ἀναμφιβόλως ἀποφαινόντων. Οὐ γὰρ ῥᾴδιον εἰπεῖν ὁπόσαι τῆς ψυχῆς τε καὶ τοῦ σώματος διέλαμπον ἀρεταὶ τὸν ἄνδρα, τὴν ἐκ τῶν πολεμικῶν δόξαν μεταδιώκοντα, καὶ παρὰ τὰς μάχας τύχῃ τε ὁμοῦ δεξιωτάτῃ καὶ τῶν στρατηγικῶν ἐπιστήμῃ οὐ μείονι χρώμενον. Οὐ γὰρ ἐν τοῖς ἐμφυλίοις πολέμοις μόνοις περιῆν τῶν ἐναντίων, ἀλλὰ καὶ μετὰ τούτους Σκύθαις πολλάκις προσπολεμήσας ὑποκύψαι τούτους ἠνάγκασεν, ἔς τε σπονδῶν αἴτησιν καταφυγεῖν. Ὧν μεταδοὺς καὶ οὐκ ἀποχρησάμενος τοῖς προτερήμασι, μεγίστας παρὰ τοῖς βαρβάροις ἔθνεσι δικαιοσύνης τε καὶ ἰσχύος μνήμας ἀπέλιπεν. Ἔχαιρε δὲ ἀνέκαθεν ἐλευθερίοις μαθήμασι καὶ ἐν ἐπαίνῳ παιδείαν ἐποιεῖτο καὶ λόγους. Δίκαιόν γε μὴν ἐξ ἁπάντων ἔρωτα θηρώμενος ἐτύγχανε τῆς σπουδῆς, τῷ δεξιῷ τε τῆς φύσεως καὶ περὶ τὰς δωρεὰς δαψιλεῖ. Ὡς γὰρ δὴ πρός τινας τῶν γνωρίμων ὑπούλως τε καὶ οὐχ ὑγιῶς ἔσχεν, οὕτως ἄρα πρὸς τοὺς πολλοὺς βέβαιος ὤφθη καὶ πιστότατος, οὐδένα καιρὸν παρεὶς, οὐδὲ ἀπολιπών τι φροντίδος, ὡς δυνατωτέρους τε χρήμασι καὶ λαμπροτέρους ταῖς τύχαις ἀποφαίνοι τοὺς ἐπιτηδείους. 171 Exc. Salm.: Κωνσταντῖνος ὁ μέγας λίθους πολυτελεῖς πέμψας τοῖς πέρας Ἴστρου ἔθνεσιν, ἐπέγραψε «Τῷ μείζονι τῷ δῶρον.» Τοῦτο γέγονεν αὐτοῖς αἴτιον ἀπωλείας. Codinus De aedif. Const. Περὶ δὲ τοῦ Βοσπορίου ἐπωνυμίας ταῦτα φησὶν Ἰωάννης ὁ Ἀντιοχεὺς, ὅτι εἰς τὸ σιγματοειδὲς τοῦ τείχους εἶχον ἔθος πωλεῖν τοὺς βόας (ὃ καὶ ἐκράτει μέχρι τοῦ Κοπρωνύμου), εἷς δέ ποτε βοῦς οἰστρηλατήσας εἰσῆλθε τὴν θάλασσαν καὶ ἐπέρασεν εἰς Χρυσόπολιν, καὶ διὰ τοῦτο ἐκλήθη Βοσπόριον. t172- 176 ΚΩΝΣΤΑΣ ΚΑΙ ΚΩΝΣΤΑΝΤΙΟΣ.