HISTORIA CHRONIKE
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77">
—
⋯
Original / primary: Pg Scrape Grc
172.1.1
Exc. De virt.: Ὅτι Κώνστας ὁ παῖς τοῦ μεγάλου Κωνσταντίνου χρόνον τινὰ προὔστη τῆς ἡγε μονίας ὀρθῶς· τὸ δὲ τελευταῖον ἀτόπους νοσῶν ἐπιθυμίας καὶ φίλων ὁμιλίαις οὐχ ὑγιαινούσαις χρώμενος πρὸς βαρύτατα κατηνέχθη μειονεκτήματα. Δι' ἃ δὴ φορτικὸς τοῖς τῶν ἐθνῶν ἐποίκοις καὶ οὐ πρὸς θυμοῦ τοῖς στρατιώταις ἦν. Ὅτι καὶ ἐν τοῖς οἴκοι διαιτήμασιν οὐκ ἐπαινετὸς γέγονεν. Ἐν δὲ δὴ τοῖς ἐπὶ τῶν στρατοπέδων ἄριστος ὡς τὸ πολὺ καὶ εὐτυχέστατος. Τοῖς τε γὰρ στρατιωτικοῖς τέλεσιν ἐν παντὶ φοβερὸς τῷ βίῳ, καίπερ ἐς οὐδεμίαν πώποτε προαχθεὶς ἀπηνῆ τε καὶ σκληρὰν τῶν ἁμαρτανομένων κόλασιν. Κωνστάντιός τε μὴν ἐναντίαν ταῖς εἰρημέναις εἰλήχει τύχην, ἄριστος μὲν ὢν τὰ πολιτικὰ, οὐ δεξιῷ δὲ παρὰ τὰς μάχας δαίμονι χρώμενος. 173 Ibid.: Ὅτι Βετρανίων ὁ ἐν Ἰλλυριοῖς ἀναγορευθεὶς βασιλεὺς πρὸς μακρὸν ἤδη γῆρας ἐληλακὼς, ἐμπειρίας τε καὶ τύχης ἕνεκα τῆς ἐν τοῖς στρατηγικοῖς ἀνὴρ δεδοκιμασμένος καὶ ἀρχαῖος τὸ ἦθος τῷ τε κοινῷ καὶ δημοτικῷ τῶν τρόπων προσαγόμενος τὸ ὑπήκοον· πλὴν ὅσον παιδείας γε παντάπασιν ἀμαθῶς τε καὶ ἀμυήτως ἔχων, ὡς μηδὲ τὰ πρῶτα παρὰ τοῖς γραμματισταῖς ἐκμεμαθηκὼς στοιχεῖα, ἀλλὰ καὶ τούτων ἐν γήρᾳ καὶ μόλις παρὰ τὸν καιρὸν τῆς βασιλείας τὴν γνῶσιν παρειληφώς. 174 Exc. De ins.: Ὀγδόῃ γάρ που καὶ εἰκοστῇ μετὰ τὴν ἐπανάστασιν ἡμέρᾳ πρὸς τῶν Μαγνεντίου στρατηγῶν ἁλοὺς διεφθάρη, τῆς κεφαλῆς ἀφαιρεθείς· ἣν ἐπὶ κοντοῦ τινὸς αἰωρήσαντες, περὶ πᾶσαν τὴν πόλιν οἱ ἁλόντες ἤγαγον· ἐφ' ᾧ δὴ χρημάτων τε ἀπαγωγαὶ βαρεῖαι καὶ φόνοι τῶν ἐπιφανεστάτων Ῥωμαίων ὑπονοίᾳ τῆς πρὸς Νεπωτιανὸν κοινωνίας ἐγένοντο. Οὐ πολλῷ γε μὴν ὕστερον Μαγνέντιος Μορσῆς πόλεως πλησίον ἐξεωσθεὶς τῆς παρατάξεως πρὸς τῶν περὶ τὸν Κωνστάντιον, καὶ οὐ πολὺ ἀποσχὼν καὶ αὐτὸς ὑπὸ χεῖρα τοῖς πολεμίοις πεσεῖν, φεύγει, πολλῆς ἑκατέρωθεν Ῥωμαϊκῆς ἐν τούτῳ τῷ ἀγῶνι διεφθαρμένης, ἣ πρὸς ὀθνείους τε καὶ βαρβαρικοὺς ἀχθεῖσα πολέμους, ἀξιόχρεως ἂν ἐγένετο, καὶ πολλῶν ἐπινικίων πομπῶν ἀσφαλείας τε τοῖς ὁμοφύλοις κατέστη πρόξενος. Κωνστάντιος δὲ πρὸς τὸν ἐμφύλιον τρέπεται πόλεμον. Μεθ' ὃ δὴ Μαγνέντιος συχναῖς ἐλαττωθεὶς μάχαις, ἑαυτὸν αὐτοχειρὶ θανάτῳ περὶ Λούγδουνον πόλιν ἐξάγει τοῦ βίου, τὴν μητέρα προανελὼν, τετάρτῳ τῆς βασιλείας ἐνιαυτῷ καὶ μηνὶ ἑβδόμῳ. Ὁ ἀδελφὸς αὐτῷ κοινωνεῖ τοῦ θανάτου, Καῖσαρ ἐπὶ φυλακῇ τῶν Γαλλιῶν ἀποδεδειγμένος. Περὶ τούτους γε μὴν τοὺς χρόνους ὑπὸ Κωνσταντίου τοῦ βασιλέως Γάλλος ὁ Καῖσαρ ἐπὶ πολλαῖς καὶ ἀτόποις ἀναιρεῖται πράξεσιν, ἀνὴρ ἄγριος τὴν φύσιν ὢν, καὶ τυραννίδα τὴν ἀρχὴν καταστησόμενος ἂν, εἴπερ αὐτοκράτορι γνώμῃ προστῆναί οἱ τῆς ἡγεμονίας ἐξεγένετο. Σιλβανός τέ τις κατὰ τὴν Γαλλίαν νεωτέρων ἁπτόμενος, πρὸ τριακοστῆς ἡμέρας ἐκποδὼν κατέστη. 175 Exc. De virt.: Ὅτι Κωνστάντιος ὁ παῖς τοῦ μεγάλου Κωνσταντίνου μόνος τῆς Ῥωμαίων ἀρχῆς ἁπάσης καταστὰς, βαρὺς ἦν τοῖς μὴ βουλομένοις τὰ Ἀρείου φρονεῖν, ποικίλαις τε τιμωρίαις αἰκίζων ἄνδρας τε καὶ γυναῖκας. Καὶ ξέναι παρὰ τὰς Ἑλλήνων κολάσεις ὑπὸ τῶν χριστιανίζειν λεγόντων ἐγίνοντο. 2. Ὅτι Κωνστάντιος ἀνὴρ ἦν ἤπιος καὶ γαληνὸς τὸν τρόπον, καὶ τοῖς φίλοις τε καὶ οἰκείοις ἐς τὰ μάλιστα πιστός· ἀπό τε τῆς τοῦ ἤθους πρᾳότητος καὶ ταῖς οἰκείαις τῶν γυναικῶν πέρα τοῦ μετρίου κεχαρισμένος. 176 Exc. Salm.: Ἰουλιανὸς Καῖσαρ προβληθεὶς εἶπεν, ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή· ὡς καὶ τοῦ ἀδελφοῦ αὐτοῦ ἐν τούτῳ τῷ σχήματι ἀπολωλότος. Κωνσταντῖνος πρὸ ὀλίγων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς ἔδοξε κρατεῖν σφαῖραν, ταύτην δὲ παῖδα τινὰ προσελθόντα ἁρπάζειν ἐκ τῶν χειρῶν αὐτοῦ. t177- 180 ἸΟΥΛΙΑΝΟΣ.