HISTORIA CHRONIKE
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77">
—
⋯
Original / primary: Pg Scrape Grc
177.1.1
Exc. De ins.: Ὅτι Ἰουλιανὸς ὁ παραβάτης μέχρι μέν τινος δεύτερα λόγων διετέλει τῷ αὐτοκράτορι. Ἐπεὶ δὲ πρὸς φθόνον τῶν οἱ δρωμένων κινηθεὶς Κωνστάντιος τὰς Γερμανικὰς καλουμένας φάλαγγας, ἐπὶ φυλακῇ τῆς Γαλατίας ἐκ τοῦ παλαιοτάτου καθιδρυμένας, ἀπιέναι τῆς συνήθους ἠνάγκαζε διατριβῆς, ὡς μονωθεὶς Ἰουλιανὸς αὐτῷ τε καὶ τοῖς βαρβάροις εὐεπιχείρητος εἴη, καταινέσει τῶν στρατιωτῶν, αἰσθομένων τῆς τοῦ Κωνσταντίου γνώμης, αὐτοκράτωρ ἀποδείκνυται· ἐνιαυτόν τε καταμείνας αὐτόθι, τὴν Γαλατίαν κατεστήσατο. Ἄρας δὲ τὸν στρατὸν, οὔτε ἐπὶ Ἰταλίας τὴν πορείαν ἐποιεῖτο, οὔτε εὔδηλος ἦν πρὸς τὸν ἐμφύλιον ὡρμημένος πόλεμον· ἀλλ' ἐπὶ τοὺς βαρβάρους αὖθις ἵετο. Γενόμενος δὲ πρὸς τῷ ποταμῷ, καὶ ἐπιστρέψας τὴν πορείαν ἐχώρει ἐπὶ τῶν Ἑρκυνίων καλουμένων δρυμῶν· ἐκεῖ δὲ ναῦς ποταμίας κατασκευασάμενος, καὶ τῆς στρατιᾶς ὅσον ἦν κράτιστον ἀναλαβὼν, παρὰ τὴν ποταμίαν ὄχθην ἐκομίζετο, ὡς ἂν λάθοι. Καὶ πολλὰ εἰργάσατο. Ὁ δὲ Κωνστάντιος ἐπεὶ ᾔσθετο τοῦτο, πρὸς τὸν ἐμφύλιον πόλεμον σὺν ὀργῇ τρέπεται· οὐ μὴν ἐξεγένετό οἱ διὰ μάχης ἐλθεῖν τῷ Ἰουλιανῷ, βραβεύσαντος τοῦ θεοῦ τὸν πόλεμον, καὶ κατὰ μέσην αὐτῷ τὴν πορείαν ἐπιγενομένης τῆς τελευτῆς περὶ Μοψουεστίαν πόλιν, ἐν ὅροις Κιλίκων τε καὶ Σύρων κειμένην, μεʹ τῆς ἡλικίας ἐνιαυτῷ, τῆς δὲ βασιλείας ληʹ. 178 Exc. Salm.: Ἀδαρνάσης παιδίον ὢν ἠρωτήθη ὑπὸ τοῦ ἰδίου πατρὸς Ναρσαίου, βασιλέως Περσῶν, εἰ καλὴ εἴη ἡ σκηνὴ ἡ προσαχθεῖσα αὐτῷ ἐκ δερμάτων Βαβυλωνίων· ὁ δὲ εἶπεν, ὡς, εἰ καὶ κρατήσει τῆς βασιλείας, καλλίονα ταύτης ποιήσει ἐξ ἀνθρωπίνων δερμάτων· καὶ κρατήσας ἐξέπεσε τῆς βασιλείας, ἔχων δύο ἀδελφοὺς, ὧν τὸν μὲν ἕνα Σάπωρον κρατήσας ἐτύφλωσε, τὸν δ' ἕτερον Ὁρμίσδην εἶχεν ἐν φυλακῇ· οὗ ἡ μήτηρ, συνειδυίας καὶ τῆς αὐτοῦ γυναικὸς, δεσμοὺς σιδηροῦς τέχνῃ τινὶ κατασκευάσασα μαργαριτῶν ἔσωθεν ἐνέπλησε, καὶ δεηθεῖσα τῶν φυλάκων, τοὺς μὲν προτέρους δεσμοὺς ὡς βαρεῖς ἀφείλετο, ἐκείνους δὲ ἐπιτέθεικεν, ὡς ἂν, εἰ δυνηθείη φυγεῖν, ἄνευ βάρους πλοῦτον ἐπιφέροιτο. Ἡ δὲ γυνὴ αὐτοῦ ῥινίον αὐτῷ δέδωκεν, καὶ δειπνίσασα τοὺς φύλακας ὑπνῶσαι ἐποίησεν. Ὁ δὲ καιρὸν εὑρὼν ἐπιτήδειον τὰ δεσμὰ ῥήξας ἔφυγε, καὶ ἵππῳ χρησάμενος κατὰ διαστήματα ἐν σχήματι δουλικῷ παρὰ Λικιννίου φιλοτίμως ὑπεδέχθη. Ἦν δὲ ἀκοντιστὴς τοιοῦτος, ὥστε ἐκεῖνον μόνον ἀναίμακτον λέγεται ἐσχηκέναι τὸ δόρυ, ὃ μετὰ ταῦτα ἐν εἰκόνι κατέχων ἐγράφη. 2. Ἰουλιανὸς ὡράθη τισὶ συναιρεσιώταις αὐτοῦ ὑπὲρ πελάγους ἀπείρου καὶ ἀγρίου ἐν τῷ ἀέρι κρεμάμενος, εἰς τὴν θάλασσαν ἀεὶ πεσεῖσθαι προσδοκῶν, καὶ σιδηροῦς κόραξ εἴχετο αὐτοῦ τοῖς ὄνυξι, ῥάμφει δὲ σιδηρῷ τὴν αὐτοῦ κορυφὴν ἀπαύστως ἔπληττεν. Οὗτος ἐλθὼν εἰς Ταρσὸν, εὐδαίμονά τινα μονόφθαλμον ἱερέα Ἀσκληπιοῦ διὰ τὴν τυφλότητα αἰσχυνόμενον ὁραθῆναι αὐτῷ, ἀναζητήσας, τὸν ἠτυχηκότα ὀφθαλμὸν αὐτοῦ ἐνώπιον πάντων κατεφίλησε. 3. Νουμεριανὸς κατηγορεῖτο ὑπὸ τινὸς ὡς κεκλοφὼς δημόσια χρήματα· ὁ δ' ἔξαρνος ἦν· ὁ δὲ κατήγορος οὐκ ἔχων ἐλέγχους, «Καὶ τίς, ἔφη, βασιλέων ἄριστε, τῶν ὑπαιτίων δίκην ὑπόσχῃ, εἰ πρὸς ἐκφυγεῖν τὸ ἀρνηθῆναι μόνον ἀρκεύει;» Ὁ δὲ Ἰουλιανὸς,» Καὶ τίς, ἔφη ἀναίτιος εὑρεθήσεται, εἰ ὁ κατήγορος ἐλέγχων χωρὶς πιστεύοιτο;» 4. Ἰοβιανὸς ἠκολούθει ποτὲ Ἰουλιανῷ, καὶ, συμβὰν οὕτω, τὴν χλαμύδα αὐτοῦ ἐπάτησεν. Ὁ δὲ στραφεὶς πρὸς αὐτὸν, καὶ ὥσπερ ἑρμηνεύων τὸ μέλλον εἶπεν, «Εἴθε γοῦν ἄνθρωπος ἦν.» Καὶ μετὰ θάνατον αὐτοῦ Ἰοβιανὸς αὐτὸν διεδέξατο.