Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
HISTORIA CHRONIKE
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77"> —
⋯
More
Original / primary: Pg Scrape Grc
179.1.1
Exc. De virt.: Ὅτι Ἰουλιανὸς ὁ μισόθεος καὶ μισόχριστος διανυκτερεύων λόγους συνέγραφε, καὶ τούτους ἐπὶ τῆς συγκλήτου βουλῆς ἐπεδείκνυτο. Ἐτίμα δὲ καὶ τοὺς περὶ παιδείαν ἀσχολουμένους, μάλιστα τοὺς φιλοσοφίαν ἐπαγγελλομένους. Ταῦτα αὐτοῦ ἀσκοῦντος οἱ τῶν ἐπαρχῶν ἄρχοντες λαμβάνειν τὰ τῶν Χριστιανῶν βουλόμενοι πολλοὺς τιμωρίαις ὑπέβαλλον. Καὶ ὁ μὲν Ἰουλιανὸς κατ' ἀρχὰς τοῖς προσιοῦσιν ἤπιος ὢν, οὐχ ὁμοίως τότε διεγένετο, ἀλλὰ πολλὰ τῶν πραττομένων ὑπὸ τῶν ἑλληνίζειν δοκούντων παρεώρα. Καί ποτε Χριστιανοὺς ἐκώλυσεν Ἑλληνικῆς παιδείας μεταλαμβάνειν, καὶ πρὸς τὴν βασιλικὴν δορυφορίαν στρατεύεσθαι. Ἐν οἷς ἦν Ἰοβιανός τε καὶ Βαλεντινιανὸς καὶ Οὐάλης, οἱ μετ' αὐτὸν βασιλεύσαντες. Ἐπεὶ δὲ εἶχε τῆς ἐπὶ Πέρσας ὁδοῦ, διά τε τῆς Ἀσίας ἐπὶ Συρίαν καὶ τὴν Ἀντιόχου διελθὼν πόλιν πλεῖστα παρὰ τῶν Χριστιανῶν ἐπορίσατο χρήματα, καὶ μικροῦ δεῖν κατὰ τοῦ δήμου διεγερθεὶς, ὡς εἰς αὐτὸν ἀποσκώψαντος, ὑπὸ Σαλουστίου τοῦ τῶν πραιτωρίων ἐπάρχου παρεκλήθη. 180 Ibid.: Ὅτι φησὶν ὁ Ἰωάννης οὑτοσὶ περὶ τοῦ Παραβάτου Ἰουλιανοῦ, ὡς μόνος τὸ Ῥωμαϊκὸν καλῶς διῴκησεν, ἀνώρθωσέ τε αὐτὸ, εἰ μὴ ἐς ἐναντίωσιν τὰ ἐκ τοῦ δαιμονίου κατέστη· πάσης γὰρ παιδείας τά τε Ῥωμαίων, οὐχ ἥκιστα δὲ καὶ Ἑλληνίδα γλῶτταν ἐς ἄκρον συνειλήφει, ὀξὺς μὲν ὢν συνιδεῖν τὸ πρακτέον, ἑτοιμότερος δὲ τοῦτο ἐξαγγεῖλαί τε καὶ ἑρμηνεῦσαι, μνήμην τε ἁπάντων βεβαίαν ἔχων, σοφὸς μὲν τὰ οὐράνια, ἔμφρων δὲ τὰ ἀνθρώπινα. Πρὸς δὲ τοὺς φίλους μεγαλόφρων τε καὶ ἐλευθέριος, πλὴν ὅσον οὐκ ἐξητασμένος οὐδὲ ἀκριβὴς ἦν ἐν ταῖς τούτων κτήσεσι τὸν ἁρμόζοντα τοιῷδε βασιλεῖ τρόπον. Ἐγένοντο γοῦν τινες οἳ μῶμον τῇ τοῦ ἀνδρὸς δόξῃ τοῖς ἑαυτῶν ἀνέθεσαν μειονεκτήμασι, πολλὰ τῶν ἀλλοτρίων λαμβάνοντες προφάσει τῆς Ἑλληνικῆς δοκήσεως, οὐ μόνον ἀγνοοῦντος τοῦ βασιλέως, ἀλλὰ καὶ κωλύοντος. Τοῖς γε μὴν τῶν ἐθνῶν ἐποίκοις τὰ τῶν δασμῶν καθόσον ἠδύνατο καθῄρει μέτρα καὶ τὸ δημοτικὸν καὶ κοινὸν τοῦ ἤθους πρὸς ἅπαντας ὁμοίως τοὺς ὑπηκόους ἐξέφερε· χρημάτων μὲν ἀθροίσεως ὀλίγα πεφροντικὼς, δόξης δὲ ἐπιθυμητικῶς τε καὶ ἀκορέστως ἔχων, ὡς πολλάκις καὶ τὸ μέτρον ὑπερβαίνειν ταῖς ἐγχειρήσεσι. Ἐβέβλαπτο δὲ μόνον περὶ τὴν τοῦ σωτῆρος Χριστοῦ δόξαν ἐναντίως ἔχων καὶ ἐνιστάμενος τοῖς τὰ Χριστιανῶν μετιοῦσι δάγματα, οὐ μὴν ὥστε ὠμὸν ἢ φονικόν τι ἐργάσασθαι πώποτε. Συνελόντι δὲ εἰπεῖν, Μάρκῳ Ἀντωνίῳ προσόμοιος ἦν, ὃν δὴ καὶ ζηλοῦν ὡς ἐπίπαν ἐσπούδαζεν. t181 ΙΟΒΙΑΝΟΣ.

Intertext edge

Open linked passage

Note