HISTORIA CHRONIKE
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77">
—
⋯
Original / primary: Pg Scrape Grc
181.1.1
Ibid.: Ὅτι Ἰοβιανὸς ὁ βασιλεὺς Ῥωμαίωνὁ μετὰ Ἰουλιανὸν ἄρξας τῇ τοῦ πατρὸς μᾶλλον ἤπερ τῇ οἰκείᾳ δόξῃ τοῖς περὶ τὸ στρατόπεδον ἔγνωστο. Ὃς ἡνίκα Ἰουλιανὸς αἵρεσιν τοῖς στρατευομένοις ἐτίθει, θύειν ἢ ἀποστρατεύεσθαι, μᾶλλον τὴν ζώνην ἀποθέσθαι ἐβούλετο. Ἐλθὼν δὲ εἰς Νίσιβιν πόλιν πολυάνθρωπον καὶ εὐδαίμονα, δύω μονῶν ἡμερῶν ἐνδιατρίψας αὐτῇ, ὅσαπερ εἶχε χρήματα κατηνάλωσε, τοῖς ἐν αὐτῇ κατοικοῦσι μηδενὸς μεταδοὺς ἢ λόγου φιλανθρώπου ἢ πράξεως ἀγαθῆς· νυκτός τε ὑπεχώρησε χαίρειν αὐτῇ πολλὰ φράσας, ὥσπερ ἐχθρῷ καὶ νεκρῷ σώματι μηδὲ δάκρυον ἐπισταλάξας, δι' ἣν αὐτός τε ἐσώθη καὶ τοὺς ὑπολειφθέντας ἐκ τῶν τοῦ πολέμου κινδύνων διέσωσεν· ἄνθρωπος οὐ δι' ἀρετὴν οἰκείαν, ἀλλὰ διὰ τὴν τοῦ πατρὸς δόξαν εἰς τοσοῦτον τύχης προελθών. Ἦν μὲν γὰρ οὐδὲ παντάπασιν ἀσθενὴς τὸ σῶμα, οὔτε πολεμικοῖς ἔργοις ἀγύμναστος· ἀμελέτητος δὲ ὢν καὶ ἄγευστος παιδεύσεως, καὶ ἣν εἶχε φύσιν διὰ ῥᾳθυμίαν ἠμαύρου καὶ ἠφάνιζε. Διόπερ καὶ τὴν Νισιβηνῶν πόλιν φεύγων, ὡς εἰπεῖν, ᾤχετο, ἀπολαῦσαι σπουδάζων τῷ συμβάντι αὐτῷ παρ' ἐλπίδα ἀξιώματι, καὶ γίνεσθαι τῶν Ῥωμαϊκῶν ἐθνῶν ἐντὸς εἰς ἐπίδειξιν τῆς τύχης· καὶ ἤλαυνεν ἐπὶ Συρίαν μετὰ τοῦ στρατοῦ παντός. Οἱ δὲ Ἀντιοχεῖς οὐχ ἡδέως διέκειντο πρὸς αὐτὸν, ἀλλ' ἀπέσκωπτον αὐτὸν ᾠδαῖς καὶ παρῳδίαις καὶ τοῖς καλουμένοις φαμώσσοις, μάλιστα μὲν διὰ τὴν τῆς Νισίβιος προδοσίαν, οὐχ ἥκιστα δὲ καὶ περὶ σφῶν αὐτῶν δεδιότες, μή ποτε καὶ αὐτοὺς πρόοιτο, ἀγαπήσας καὶ ἐν ὀλίγῳ μέρει τῆς Ῥωμαϊκῆς οἰκουμένης κρατεῖν· καθαπτόμενοι καὶ τῆς γυναικὸς αὐτοῦ διὰ τὴν τοῦ ἱεροῦ καταστροφήν. Ἀδριανὸς μὲν γὰρ ὁ βασιλεὺς εἰς ἀποθέωσιν καὶ τιμὴν τοῦ πατρὸς Τραϊανοῦ ἔκτισε μικρόν τινα καὶ χαριέστατον ναὸν, ὃν Ἰουλιανὸς ὁ παραβάτης βιβλιοθήκην κατεσκεύασεν· ὃν σὺν τοῖς βιβλίοις Ἰοβιανὸς κατέκαυσε. Καὶ πολλὰ εἰς αὐτὸν εἰπόντων τῶν Ἀντιοχέων, ἐπράχθη ἂν ἄτοπα, εἰ μὴ Σαλούστιος παραγενόμενος ἔπαυσε τὴν στάσιν καὶ τὸν Ἰοβιανὸν μὴ βουλόμενον παρώρμησεν ὁδοιπορῆσαι, καὶ ταῦτα χειμῶνος ὄντος, ἐπὶ Κιλικίαν καὶ Γαλατίαν. Καὶ Ἰοβιανὸς μὲν ἐν Δαδαστάνοις ἀφίκετο τὴν τοῦ Χριστοῦ δόξαν ἀνακηρύττων. Ὅτι Ἰοβιανὸς κατὰ τὴν ἡγεμονίαν κοινός τε καὶ ἐλευθέριος ἔδοξεν εἶναι. t18- 2184 ΟΥΛΕΝΤΙΝΙΑΝΟΣ ΚΑΙ ΟΥΑΛΗΣ.