Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
HISTORIA CHRONIKE
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77"> —
⋯
More
Original / primary: Pg Scrape Grc
182.1.1
Exc. De virt.: Ὅτι Οὐαλεντινιανὸς χριστιανὸς ὢν καὶ τὰ τοῦ ὁμοουσίου φρονῶν, οὐδὲν τοὺς ἐναντίους ἠδίκει. Ἐγένετο δὲ καὶ πρὸς τὸ νομοθετεῖν ἑτοιμότατος, φροντίζων καὶ τῆς τῶν θησαυρῶν δικαίας ὑποδοχῆς, πρὸς δὲ ταῖς τῶν ἀρχόντων αἱρέσεσιν ἀκριβὴς καὶ τιμωρὸς τῶν ἀπειθούντων ἀπαραίτητος, ἐπὶ δὲ τοῖς πολέμοις ἄριστος. Ὁ δὲ Οὐάλης τῆς Ἀρείου δόξης μεταποιούμενος μέγιστον ἐκίνει κατὰ τῶν Χριστιανῶν διωγμὸν, ὡς πολλοὺς μὲν ἐν τοῖς δικαστηρίοις ἀναιρεῖσθαι, πολλοὺς δὲ καὶ ἐξορίαις ὑποβάλλεσθαι, καὶ αὐτοὺς δὲ τοὺς κατὰ τὴν ἔρημον ἐμφωλεύοντας τῶν ἰδίων σηκῶν ἀπελαύνεσθαι. Καθ' ὃν χρόνον τῆς μὲν ἐν Ῥώμῃ ἐκκλησίας Λιβέριος προειστήκει, τῆς δὲ ἐν Ἀλεξανδρείᾳ Ἀθανάσιος, καὶ τῆς ἐν Κωνσταντίνου πόλει Εὐδόξιος τῆς Ἀρείου θρησκείας διδάσκαλος. 183 Exc. Salm.: Οὐαλεντινιανὸς ὁ μέγας. Οὐαλεντινιανῷ προσῆλθε γυνὴ χήρα, τῆς οὐσίας αὐτῆς ὑπὸ Ῥοδανοῦ πραιποσίτου ἁρπαγείσης· ὁ δὲ ἐπέτρεψε Σαλουστίῳ κρῖναι αὐτὴν, καὶ κατεκρίθη ὁ Ῥοδανὸς ἀποδοῦναι τὰ ἁρπαγέντα. Ὡς δ' οὐκ ἐπείθετο, καὶ ἡ γυνὴ ὤχλει, ἔκαυσεν αὐτὸν ἐν τῷ ἱπποδρόμῳ ὁ βασιλεύς. 184 Exc. De insid.: Ὅτι ἐπὶ Οὐάλεντος τοῦ ἀρειανόφρονος καὶ Γρατιανοῦ, Προκόπιος τῆς σχολῆς ἐπιλαβόμενος, ἐπανίσταται τῇ Κωνσταντίνου πόλει, ἐθορύβει τε τὰ ἐν αὐτῇ βασίλεια ἱκανῶς, πολλῶν τε γίνεται φόνων καὶ συμφορῶν αἴτιος. Καὶ μέχρι μὲν οὖν τινὸς τῆς τύχης διαφόρως αὐτῷ τε καὶ Οὐάλεντι βραβευούσης, ἔμενεν ὁ τύραννος ἀκλινής· ἐπειδὴ δὲ ὑπὸ τῶν ἰδίων ἐγυμνώθη, δέσμιος ἐν Νακολείᾳ πόλει Οὐάλεντι προσήχθη· ἐκεῖ τε δύω δένδρων ἐκδεθεὶς διεσπα ράχθη. Καὶ ὁ Οὐάλης τῇ κατὰ Βιθυνίαν ὀργισθεὶς Χαλκηδόνι, οἷα τῷ τυράννῳ συνελθούσῃ, καὶ αὐτὸν ἐξυβρισάσῃ, τοὺς μὲν εἰς αὐτὴν οἰκοῦντας διέφθειρε, καὶ τὴν τοῦ τείχους αὐτῆς κατάλυσιν ἐποιεῖτο, τοὺς ἐκεῖθεν λίθους εἰς τὸ λεγόμενον Κωνσταντίνου λουτρὸν μεταφέρων· ἔνθα καὶ χρησμὸν εὑρεθῆναι ἐγκεκολαμμένον ἐντὸς τῶν ἀφελκομένων λίθων. 2. Ὅτι Οὐάλης ὁ ἀρειανόφρων τὸ τῶν Γότθων γένος χριστιανίζειν παρασκευάσας, ὑπ' αὐτῶν ὕστερον ἐπολεμεῖτο, ὡς καὶ μέχρι τειχῶν τῆς πόλεως ἀφικέσθαι. Ἀπέσφαξε δὲ καὶ τὸν Μάρκελλον καὶ πολλοὺς ἄλλους, ἐκ τῆς εἰς βασιλείαν ὑποψίας· καὶ ἁπλῶς εἰπεῖν, ἐκινδύνευον ἅπαντες, ὅσοι τὸ Θ ἀρχὴν τῆς προσηγορίας ἐλάμβανον, μάλιστα Θεοδόσιοι καὶ Θεόδοτοι· τοῦτο γὰρ ἡ τῆς νεκυίας αὐτῷ μαντεία ἀπέφηνεν· αὐτίκα δὲ κατὰ τῶν βαρβάρων ἐχώρει· καὶ τελευτᾷ ἡττηθείς. t185 ΓΡΑΤΙΑΝΟΣ.

Intertext edge

Open linked passage

Note