Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
HISTORIA CHRONIKE
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77"> —
⋯
More
Original / primary: Pg Scrape Grc
186.1.1
Exc. De ins.: Ὅτι ἐπὶ Θεοδοσίου τοῦ βασιλέως Μάξιμος ἐκ τῶν περὶ τὰς Βρεττανίας μερῶν ἐπαναστὰς τῇ Ῥωμαίων ἀρχῇ, κάμνοντι τῷ Γρατιανῷ εἰς τὸν κατὰ Ἀλαμανῶν πόλεμον ἐπιτίθεται, καὶ δι' Ἀνδραγαθίου, τοῦ τῆς τυραννίδος κοινωνοῦ, πρὸ Λουγδούνου τῆς ἐν Γαλλίᾳ πόλεως ποταμὸν διαβαίνοντι ἐπιβουλεύεται δολίως. Ἐτελεύτα μὲν οὖν Γρατιανὸς, βιώσας ἔτη κδʹ, βασιλεύσας ἔτη
186.2.1
2. Αἰτία δὲ τῆς κατὰ Γρατιανοῦ κινήσεως τῷ Μαξίμῳ γέγονεν ἥδε. Οὗτος Θεοδοσίῳ τῷ βασιλεῖ κατὰ τὴν Βρεττανίαν συστρατευσάμενος ἐν τοῖς Οὐάλεντος χρόνοις, δυσανασχετῶν ὅτι Θεοδόσιος ἀπὸ Γρατιανοῦ βασιλείας ἠξιώθη, αὐτὸς δὲ οὐδὲ εἰς ἀρχὴν ἔντιμον ἔτυχε προελθὼν, ἤγειρε τοὺς ἐν Βρεττανίᾳ στρατιώτας εἰς τὸ κατὰ τοῦ βασιλέως ἔχθος· καὶ ἀνηγορεύθη παρ' αὐτῶν βασιλεύς. 3. Τοῦ τοίνυν Γρατιανοῦ κατὰ τὸν εἰρημένον τρόπον ἀναιρεθέντος, περιῆλθεν ἡ ἀρχὴ εἰς Οὐαλεντινιανὸν τὸν νέον καὶ Θεοδόσιον. Ὁπηνίκα δὲ τὸν τοῦ βασιλέως φόνον εἰργάσατο Μάξιμος, εὐθέως ἐπὶ τὴν Ῥώμην ἀφίκετο. Τότε δὴ καὶ ὁ βασιλεὺς Θεοδόσιος ἐν φροντίδι μεγίστῃ καθίστατο, δύναμίν τε κατὰ τοῦ τυράννου ηὐτρέπιζεν, εὐλαβούμενος μὴ καὶ τῷ νεωτέρῳ Οὐαλεντινιανῷ ἐπιβουλεύσειεν. Καὶ ὁ μὲν βασιλεὺς εἰς τὸν κατὰ Μαξίμου πόλεμον ἤλαυνε, καταλιπὼν ἐν τῇ Κωνσταντίνου πόλει Ἀρκάδιον βασιλεύοντα. Καὶ καταλαβὼν τὴν Θεσσαλονίκην, εὑρίσκει τοὺς περὶ Οὐαλεντινιανὸν ἐν πολλῇ ἀθυμίᾳ διάγοντας, ὅτι δι' ἀνάγκην τὸν τύραννον ὡς βασιλέα ἐδέξαντο. Ἀναλαβὼν οὖν τὰς δυνάμεις τῶν στρατιωτικῶν ταγμάτων, ἐπὶ τὴν Μεδιόλανον ἐχώρει· ἐκεῖ γὰρ ὁ Μάξιμος τὰ τοῦ πολέμου διήρτυεν. Οἱ δὲ περὶ τὸν τύραννον, ὡς τὴν τοῦ βασιλέως ἄφιξιν ἐπύθοντο, οὐ πρὸς μικρὸν τὴν ὁρμὴν ἐνεγκεῖν ἠδυνήθησαν, ἀλλὰ καταπτήξαντες δέσμιον αὐτῷ τὸν Μάξιμον ἄγουσιν, ὃς ἀνῃρέθη ἐν τῇ κʹ τοῦ Αὐγούστου μηνός. Ἀνδραγάθιος δὲ ὁ τοῦ βασιλέως φονεὺς, τῆς ἥττης γενομένης, εἰς τὸν παρακείμενον ποταμὸν ῥίψας ἑαυτὸν ἀπεπνίγη. Τότε οὖν οἱ βασιλεῖς νικηφόροι ἐπὶ τὴν Ῥώμην ἐχώρουν, συμπαρομαρτοῦντος αὐτοῖς καὶ τοῦ Θεοδοσίου παιδὸς Ὁνωρίου. Ἦσαν οὖν ἐν τῇ Ῥώμῃ ἐπινικίους ἑορτὰς ἐπιτελοῦντες· ὅτε δὴ καὶ τὴν ἑαυτοῦ ἀγαθότητα Θεοδόσιος περὶ τὸν Σύμμαχον ἐπεδείξατο. Οὗτος γὰρ εἰς τοὺς ἀπὸ ὑπατίας τελῶν βασιλικὸν λόγον εἰς τὸν Μάξιμον διεξῆλθεν, καὶ δεδιὼς τὸ τῆς καθοσιώσεως ἔγκλημα, τοῖς τῶν ἐκκλησιῶν ἀσύλοις προσκατέφυγεν· ὃν ὁ βασιλεὺς πάσης φιλανθρωπίας ἠξίωσε, καὶ τῷ τῆς βουλῆς τάγματι συγκατέγραψεν. 187 Ibid.: Ὅτι ἐπὶ Θεοδοσίου τοῦ βασιλέως, Οὐαλεντινιανὸς ὁ νέος βασιλεὺς ἀγγέλλεται ἐξ ἐπιβουλῆς τοιᾶσδε τεθνηκέναι. Ὁ τούτου πατὴρ Οὐαλεντινιανὸς γυναιξὶ πλείοσιν ἐχρήσατο παρὰ τοὺς διατεταγμένους Ῥωμαίων νόμους. Ἡ τοίνυν τούτου δευτέρα γυνὴ θυγάτηρ μὲν ἐλέγετο γεγενῆσθαι Ἰούστου, Μαγνεντίου δὲ γυνὴ τοῦ τυραννήσαντος κατὰ Κωνσταντίου χρόνους, ἣ διὰ νεότητα οὐ τυχοῦσα τέκνων ἐξ ἐκείνου χηρεύουσα καὶ ἐγκρατευομένη διετέλει· ἧς διὰ κάλλους ὑπερβολὴν ἐρασθεὶς ὁ βασιλεὺς, ἄγεται ταύτην κατὰ δεύτερον γάμον· ἐξ ἧς Οὐαλεκτινιανὸς ὁ νέος, ὁ Θεοδοσίῳ συμβασιλεύσας, ἐτέχθη, καὶ Γάλλα ἡ Θεοδοσίῳ συναφθεῖσα μετὰ τὴν Φλακίλλης τελευτὴν, καθ' ὃν καιρὸν τόν τε Μάξιμον ἐνίκα καὶ τὸν Οὐαλεντινιανὸν ἔσωζεν· ὥστε ὑπῆρχεν αὐτῷ πρὸς τὰ κοινὰ τῆς βασιλείας καὶ ἡ τῆς κηδείας συνάφεια. Τότε δὴ οὖν τῆς τοῦ Οὐαλεντινιανοῦ ἀναιρέσεως διαγγελθείσης, μέγιστον κατεῖχε πένθος αὐτόν τε τὸν βασιλέα τῆς ἕω καὶ τὴν ἀδελφὴν τοῦ τετελευτηκότος, βασιλίδα Γάλλαν· μεγάλη τε ἐμελετᾶτο τοῦ πολέμου σπουδὴ κατὰ τοῦ τὸν φόνον ἐργασαμένου. Ἀρβογάστης δὲ ἦν, ἐκ τοῦ Φράγκων γένους, Βαύδωνος, τοῦ πρὸς Γρατιανοῦ τοῦ βασιλεύσαντος τὴν στρατοπεδαρχικὴν ἐξουσίαν ἐπιτραπέντος, υἱὸς, φλογοειδής τε καὶ βάρβαρος τὴν ψυχήν· ὃς τὸν Οὐαλεντινιανὸν βιασάμενος, εἰς τὴν τοῦ πατρὸς παρῆλθε στρατηλασίαν· οὐ γὰρ ἦν ἀντιλέγειν αὐτῷ, διὰ τὴν ἐν τοῖς πολέμοις ῥώμην· οὗτος γὰρ πολλοὺς τῶν ἐν ἀξιώματι παρὰ τὴν τοῦ βασιλέως βουλὴν διεχειρίζετο, καὶ τούτους οὐ μόνον ἀγνοοῦντος τοῦ κρατοῦντος, ἀλλὰ καὶ κωλύοντος· ἐν οἷς καὶ τὸν Ἀρμόνιον, ὃς Ταύρου μὲν ἦν παῖς, τοῦ τὴν ὕπατον διέποντος, ἐπειδὴ δὲ τὸν Ἀρβογάστην ἐλύπησεν, ὁ μὲν ἐπὶ τὸ ξίφος τὴν χεῖρα ἔτρεψεν, ὁ δὲ Ἀρμόνιος τῷ βασιλεῖ τὸ σῶμα παραδοὺς, σὺν τῇ ἁλουργίδι κατετέμνετο· ἐκ τούτου τε πολλὴ πρὸς τὸν στρατοπεδάρχην καὶ τὸν βασιλέα γέγονεν ἡ ὑπόνοια. Καὶ ὁ μὲν Οὐαλεντινιανὸς τὴν Θεοδοσίου λάθρα μετεπέμπετο συμμαχίαν, ὡς μὴ δυνάμενος φέρειν τὴν τοῦ τυράννου θρασύτητα· πλὴν ὥς τι σοφὸν κατὰ τοῦ τυράννου πράττειν ἡγούμενος, γραμματεῖον αὐτῷ τῆς διαδοχῆς ἐπὶ τοῦ συνεδρίου δίδωσι· ὅπερ δεξάμενος ὁ βάρβαρος καὶ ἀναγνοὺς, παραχρῆμα τοῖς ὄνυξι διεσπάραξεν, λεοντώδει δὲ τῇ φωνῇ κατὰ τοῦ βασιλέως ὀργισθεὶς, ἀπῄει πρόκωπον ἔχων τὸ ξίφος. Πολέμιος τοίνυν ἀπεδείχθη φανερὸς τῇ Ῥωμαίων ἀρχῇ· καὶ ὁ μὲν Οὐαλεντινιανὸς ἐβούλετο παραχρῆμα πρὸς τὸν Θεοδόσιον ἐξιππεύσασθαι. Ὁ δὲ βάρβαρος, τὴν κατ' αὐτοῦ κίνησιν ἐπιτείνας, πρός τι πολισμάτιον Ἰταλικὸν, Βέρναν λεγόμενον, διατρίβοντι καὶ ῥᾳθυμότερον περὶ τὴν τοῦ πολιχνίου φρουρὰν διαγενομένῳ προσπεσὼν καὶ ἀφύλακτον τοῦτον εὑρὼν, ξίφει διεχρήσατο. Οὕτω μὲν οὖν Οὐαλεντινιανὸς ὁ νέος βιώσας ἔτη κʹ, βασιλεύσας δὲ ἔτη ηʹ, καταστρέφει τὸν βίον. Ὁ δὲ Ἀρβογάστης, Εὐγένιον αὐτῷ ἐπὶ σοφιστικὸν ἐγκαθήμενον θρόνον, καὶ ὑπὸ γλώττης εὐδοκιμοῦντα, ὁ θεῖος ἐπέστησε Ῥιχομήριος, ἡνίκα παρὰ τὸν Θεοδόσιον μετὰ τὴν Μαξίμου νίκην ἐν τοῖς ἑῴοις βασιλείοις ἀπήγετο. Καὶ ὁ μὲν Ῥιχομήριος τὸ σῶμα καμὼν ἐτελεύτα κατὰ τὴν Κωνσταντίνου· τὸν δὲ Εὐγένιον ὁ βάρβαρος βασιλέα τῶν ἑσπερίων ἀποδείξας, ἄκοντί γε περιτίθησι τὸ σχῆμα. Ὅστις εὐθέως πρεσβείαν πρὸς τὸν Θεοδόσιον ἔστειλε, πειρώμενος εἰ ὁμολογοίη φίλος εἶναι, καὶ δέχοιτο αὐτὸν βασιλεύοντα. Οὓς δὴ ὁ Θεοδόσιος ποικίλοις διακρουσάμενος λόγοις, καὶ φιλανθρώποις ἀποκρίσεσι δελεάσας, ἀπεπέμψατο. Αὐτὸς δὲ Ῥωμαϊκὸν μὲν Τιμάσιον, Σκυθικὸν δὲ τὸν Γαϊνὰν, ἐξ Ἀλανῶν δὲ τὸν Σαοὺλ, ἄρχοντας τῶν στρατοπέδων παραλαβὼν, ἅμα δὲ καὶ Στιλίχωνα τοῖς στρατεύμασιν ἐπιστήσας (ὃς ἦν μὲν καὶ αὐτὸς ἀνέκαθεν τοῦ Σκυθικοῦ γένους, τῆς δὲ τοῦ βασιλέως ἀδελφῆς Σερήνης αὐτῷ προσμανείσης, βασιλέως οὐδὲν ἀπελείπετο), πολλούς τε τῶν Θρᾳκῶν Οὔννων, σὺν τοῖς παρεπομένοις φυλάρχοις διαναστήσας, εἴχετο τῆς πρὸς τὴν Ἰταλίαν πορείας, ὡς ἂν τὸν Εὐγένιον, μηδέν τι προσδοκῶντα, ἀπαράσκευον καταλάβοι. Ἐξιόντι δὲ αὐτῷ τῆς αὐλῆς ἡ βασίλισσα τελευτᾷ. Ὁπηνίκα δὲ τοῖς τῆς Ἰταλίας προσῆλθεν ὅροις, τῷ παραλόγῳ τῆς ὀξύτητος καὶ τῷ τάχει τῆς ἀφράστου διαδρομῆς ὁ Εὐγένιος ἔπτηξεν, ἀνὴρ ἄπειρος πολέμου καὶ σάλπιγγος. Ὁ δὲ Ἀρβογάστης ἀντεμάνη, ἐπιθυμῶν πολέμου καὶ μάχης καὶ φόνων, καὶ πολὺ τῆς ἡμέρας διαγωνισάμενος· καθ' ἣν ὁ ἥλιος ἀφανὴς ἐγένετο τοῖς ἀνθρώποις περὶ μέσην τῆς ἡμέρας ὥραν, ὥστε καὶ ἀστέρας φανῆναι, καὶ νυκτομαχοῦντες ἅπαντες ἀνηλίσκοντο συνδαπανώμενοι ξίφεσιν. Ἄχρι μὲν οὖν περὶ τρίτην φυλακὴν τῆς νυκτὸς ἐν τούτοις τὰ τῶν στρατοπέδων ὑπῆρχεν. Ἐπειδὴ δὲ Θεοδόσιος, τότε μὲν ὑπαναχωρήσας, τὸν δὲ Θεὸν ἱκετεύσας, καθεύδουσι τῇ ἑξῆς τοῖς ἐναντίοις ἐπιπίπτει, τὸ μὲν πλεῖστον ἐν ταῖς εὐναῖς, τὸ δὲ ἀνιστάμενον τῶν ὅπλων γεγυμνωμένον διεχειρίζετο, αὐτόν τε τὸν Εὐγένιον ζωγρήσας, τῆς κεφαλῆς ἀποτέμνει, καὶ μακρῷ δόρατι περιπήξας, ἐν ὅλοις τοῖς τῆς Ἰταλίας ὅροις διεπόμπευσεν· ὡς ἅπαν τὸ τῶν πολεμίων πλῆθος πρὸς τὸν νενικηκότα χωρεῖν, καὶ τοῖς αὐτοῦ πείθεσθαι διατάγμασιν. Ὁ δὲ Ἀρβογάστης ἐν τούτῳ τε τὸ μανικὸν τῆς βαρβάρου φύσεως ἀποδείξας, αὐτοχειρίᾳ διεφθάρη, τῷ σφετέρῳ περιπεσὼν ξίφει. Ἐπὶ τούτοις τε θρίαμβοι κατὰ τὴν Ῥώμην ἐγένοντο· καὶ στεφανηφορεῖν τὴν ἁπανταχοῦ τῶν ὑπηκόων γῆν ἐδόκει, καὶ πανηγυρίζειν ἐπὶ τῇ καθαιρέσει τοῦ τυράννου. 188 Exc. De virt.: Ὅτι οἱ ἐπίτροποι Ἀρκαδίου καὶ Ὁνωρίου Ῥουφῖνος καὶ Στελίχων ἄμφω τὰ πάντων συνήρπαζον, ἐν τῷ πλούτῳ τὸ κράτος τιθέμενοι. Καὶ οὐδεὶς εἶχεν ἴδιον οὐδὲν εἰ μὴ Ῥουφίνῳ καὶ Στελίχωνι ἔδοξε· δίκαι τε ἅπασαι πρὸς τούτων ἐκρίνοντο· καὶ πολὺς ἦν ὄχλος τῶν περιθεόντων εἴ πού τινι χωρίον κάλλιστον ἦν· καὶ ὁ δεσπότης εὐθὺς συνηρπάζετο. Ἑκάτερός τε αὐτῶν τὴν βασιλείαν περιεσκόπει. 189 Ibid.: Ὅτι Εὐτρόπιος ὁ τοῦ Ἀρκαδίου πρόκοιτος οὐδὲν τῶν δεινῶν ἀπελίμπανε, τὰς μὲν ἀρχὰς δημοσίᾳ πιπράσκων, καὶ τούς τι δυναμένους συκοφαντῶν, ἐξορίαις τε τοὺς μεγιστᾶνας ὑποβάλλων, καὶ πᾶσαν ὕβριν τοῖς τῆς συγκλήτου βουλῆς ἐπάγων. Ἀλλ' οὐδὲ τῆς τῶν βαρβάρων ἀπείχετο συμμαχίας, ὡς ἂν αὐτὸς ἐλπίζων εἰς τὴν τοῦ βασιλέως μεταβαίνειν ἀξίαν. Καί ποτε καὶ τοὺς ἐν ταῖς ἐκκλησίαις πεφευγότας συλλαμβάνειν βουλόμενος νόμον προὔθηκεν ἐπιτρέποντα καὶ τοὺς ἐκ τῶν θυσιαστηρίων ἀφέλκεσθαι. Καὶ ὁ μὲν νόμος ἐγέγραπτο, δίκη δὲ εὐθέως τῆς ὠμότητος ἠκολούθει. Μετ' οὐ πολὺ γὰρ προσκρούσας τῷ βασιλεῖ Εὐτρόπιος ἐν τοῖς πρόσφυξιν ἐγένετο καὶ ὑπὸ τὸ θυσιαστήριον ἔκειτο, Ἰωάννου ἐπισκοποῦντος τοῦ Χρυσοστόμου, ἐκεῖθέν τε ἀφαιρεθεὶς νυκτὸς τὴν κεφαλὴν ἀποτέμνεται. Οὕτω μὲν οὖν Εὐτρόπιος δίκας τῆς ἁμαρτάδος ὑποστὰς καὶ ἐξ αὐτοῦ τοῦ καταλόγου τῶν ὑπάτων ἠλείφθη, μόνου τοῦ συνυπατεύσαντος Θεοδώρου γεγραμμένου. 190 Exc. De ins.: Ὅτι Ῥουφῖνος, ὁ ἐπίτροπος Ἀρκαδίου, ἐξ ἐπιβουλῆς Εὐτροπίου τοῦ προκοίτου τῆς Ἀρκαδίου διήμαρτε κηδίας· ἀλλ' ὅμως τῇ πλεονεξίᾳ καὶ τῇ χαλεπότητι τῶν τρόπων πᾶσιν ὑπέροπτος ἦν, τόν τε βασιλέα οἰκειότητι τῶν βαρβάρων καταπλήττων, καὶ βαρεῖαν ἐπιτιθεὶς ἀνάγκην πρὸς τὸ κοινωνῆσαι τῆς ἁλουργίδος αὐτῷ, ποτὲ δὲ καὶ πλῆθος βαρβάρων εἰσαγαγὼν, ὧν Ἀλάριχος ἡγεῖτο, πᾶσαν ὁμοῦ τὴν Ἑλλάδα καὶ τὰ περὶ τὴν Ἰλλυρίδα διεπόρθει· ὡς καὶ δῆλος ἅπασι γενέσθαι τῇ τῆς τυραννίδος ἐπιβουλῇ. Ὁ μὲν γὰρ ὑπέχαιρε, καὶ τὸν κοινὸν ὄλεθρον ἰδίαν κρηπῖδα τῆς βασιλείας ὑπελάμβανεν· ὁ δὲ βασιλεὺς ἐν ἀφασίᾳ διετέλει· οὐ μὴν καὶ ὁ Στελίχων ἐνταῦθα ὅμοιος ἦν, ἀλλὰ διέπλευσε μὲν αὐτὸς ἐς τὴν Ἑλλάδα, καίτοι μηδὲν προσήκουσαν τοῖς τῆς ἑσπερίας τέρμασι, τὰς τῶν ἐνοικούντων οἰκτείρας συμφορὰς, καὶ τοὺς βαρβάρους σπάνει τῶν ἀναγκαίων διαφθείρας, ἔπαυσε τῆς κατὰ τῶν ἐπιχωρίων ὁρμῆς. Συγκαλεσάμενος δὲ Γαϊνὰν, ὃς τότε τῶν ἑσπερίων στρατοπέδων ἔξαρχος ἦν, ἀρτύει τὴν κατὰ Ῥουφίνου σκευήν· ὅτε δὴ καὶ ὁ τοῦ Ἀρκαδίου στρατὸς ἔκ τε τῆς Εὐγενίου καθαιρέσεως καὶ τῆς τῶν βαρβάρων τῶν κατὰ τὴν Ἰλλυρίδα διώξεως ἐπὶ τὴν Κωνσταντίνου πόλιν ἐχώρει. Ὁ μὲν γὰρ βασιλεὺς κατὰ τοὺς παλαιοὺς νόμους εἰς ὑπάντησιν τῶν στρατοπέδων ἐκ τῆς πόλεως προῆλθεν· καὶ ὁ Γαϊνὰς αὐτὸν ἐφρούρει· πᾶσα δὲ ἦν ἀνάγκη καὶ τὸν τῆς αὐλῆς ἔπαρχον συνεξιέναι (Ῥουφῖνος δὲ ἦν). Καὶ ἅμα τε ὁ βασιλεὺς ὑπὸ τῶν στρατοπέδων Αὔγουστος ὀνομάζεται, καὶ Ῥουφῖνος κατετέμνετο, ταύτης τε ἔτυχε τῆς τελευτῆς. Παῖδες δὲ αὐτοῦ καὶ γαμετὴ πρὸς τὴν ἐκκλησίαν κατέφυγον· διηρπάζοντο δὲ ἀκωλύτως ἅπαντα ὅσα κατὰ τὴν δυναστείαν ἐκτήσατο. Τότε Γαϊνὰς ὁ τῶν ἑῴων στρατοπέδων ἔξαρχος, βάρβαρος ὢν τὸ γένος, καὶ ὑπὸ Ῥωμαίων κατ' ὀλίγου ἐπὶ τὴν στρατηγίδα προελθὼν, ἄρχειν διενοεῖτο, ὅπως ἂν καὶ αὐτῆς τῆς βασιλείας κρατήσοι. Καὶ πᾶν μὲν τὸ Γότθων ἔθνος ἐκ τῆς ἑαυτοῦ χώρας μετεπέμψατο, τοὺς δὲ αὐτῷ ἐπιτηδείους τῶν στρατιωτῶν ἀριθμὸν ἔχειν κατέστησεν· Τριβιγίλδου δὲ ἑνὸς τῶν ὑποστρατήγων αὐτῷ, χιλιαρχοῦντος τῶν ἐνιδρυμένων τῇ Φρυγίᾳ στρατιωτῶν, καὶ γνώμῃ αὐτοῦ Γαϊνᾶ νεωτερίσαντος, καὶ τὰ Φρυγῶν ἔθνη παντάπασιν ἀνατρέποντος, ἐπειδὴ Ἀρκάδιος μηδὲν προειδόμενος τὸν Γαϊνὰν ἔπεμψεν, εὐθὺς ἐπορεύετο, τῷ μὲν λόγῳ κατὰ Τριβιγίλδου, τῷ δὲ ἔργῳ τυραννῆσαι βουλόμενος. Ἦγε δὲ μετ' αὐτοῦ Γότθων τε καὶ ἑτέρων βαρβάρων οὐκ ὀλίγας μυριάδας· καὶ καταλαβὼν τὴν Φρυγίαν, πάντα ἀνέτρεπεν. Εὐθὺς οὖν ἐν ταραχῇ τὰ Ῥωμαίων, οὐ μόνον διὰ τὸ προσὸν τῷ Γαϊνᾷ πλῆθος βαρβάρων, ἀλλὰ ὅτι καὶ τὰ τῆς ἑῴας ἐπίκαιρα μέρη κινδυνεύειν ἔμελλεν. Ἀλλὰ τότε μὲν ὁ βασιλεὺς διαπεμψάμενος πρὸς τὸν βάρβαρον, λόγοις αὐτὸν καὶ ἔργοις θεραπεύειν ἕτοιμος ἐγίνετο· τοῦ δὲ ἐξαιτοῦντος δύω τῶν προεστώτων τῆς συγκλήτου λαβεῖν ἀπὸ τῶν ὑπάτων ἀνδρῶν, Σατορνῖνόν τε καὶ Αὐρηλιανὸν, ἀκοντὶ αὐτοὺς ὁ βασιλεὺς τῇ ἀνάγκῃ τοῦ καιροῦ παρεῖχε. Καὶ οἱ μὲν ὑπὲρ τοῦ κοινοῦ προαποθνήσκειν αἱρούμενοι, γενναίως τῇ τοῦ βασιλέως κελεύσει ὑπήκουον, καὶ πόρρω τῆς Χαλκηδόνος ἐν χωρίῳ ἱπποδρόμῳ ὑπήντων, ἕτοιμοι πάσχειν πᾶν ὅ τι ὁ βάρβαρος ἤθελεν. Ἀλλ' οὗτοι μὲν οὐδὲν φαῦλον ὑπέμειναν, ὁ δὲ παρῆν ἐπὶ τὴν Χαλκηδόνα. Ἀπήντα δὲ ἐκεῖσε καὶ ὁ βασιλεὺς Ἀρκάδιος. Γενόμενοι δὲ πρὸς τῷ οἴκῳ τῆς μάρτυρος Εὐφημίας, ὅρκοις ἐπιστοῦντο ἀλλήλους. Καὶ ὁ μὲν βασιλεὺς ἐφύλαττεν· Γαϊνὰς δὲ παρεσπόνδει, καὶ τοῦ οἰκείου σκοποῦ οὐκ ἐξέβαινεν· ἀλλ' ἐμπρησμόν τε καὶ λαφυραγωγίας ἐμελέτα ποιήσασθαι κατὰ τῆς Κωνσταντίνου πόλεως καὶ κατὰ πάσης τῆς Ῥωμαίων ἀρχῆς. Βεβαρβάρωτο γοῦν ἡ πόλις ὑπὸ τοῦ πολλοῦ πλήθους, καὶ πάντες οἱ κατ' αὐτὴν ἐν αἰχμαλώτων μοίρᾳ ἐγένοντο. Τοσοῦτος δὲ ἦν ὁ ἐπικρεμασθεὶς τῇ πόλει κίνδυνος, ὡς καὶ κομήτην μέγιστον τοῦ οὐρανοῦ φανῆναι. Ὁ μέντοι Γαϊνὰς πρῶτον μὲν ἐπειράθη ἁρπαγὴν τῶν ἐργαστηρίων ποιήσασθαι· ὡς δὲ, τῆς φήμης προμηνυσάσης τὴν ἔφοδον, ἐφυλάξαντο προθεῖναι ἐν ταῖς τραπέζαις τὸν ἄργυρον, αὖθις ἐπὶ ἑτέραν ἐχώρει γνώμην. Νυκτὸς γὰρ ἐπιμεσούσης, ἐκπέμπει πλῆθος βαρβάρων ἐπὶ τῷ ἐμπρῆσαι τὰ βασίλεια καὶ τὴν πόλιν. Ὅτε δὴ καὶ ἡ τοῦ Θεοῦ περιφανῶς ἐδείχθη πρόνοια περί τε τὴν Ῥωμαίων ἀρχὴν καὶ τὴν πόλιν. Ἀπροόπτως γὰρ τοῖς ἐπελθοῦσιν ἐφάνησαν ἄγγελοι, ἐν σχήματι ὁπλιτῶν, μέγαλα ἔχοντες σώματα· οὓς ὑποτοπήσαντες οἱ πολέμιοι ἀληθῆ στρατὸν εἶναι πολὺν καὶ γενναῖον, καταπλαγέντες ὑπεχώρησαν. Ὡς δὲ ἀπαγγελθέντος τούτου Γαϊνᾷ, ἄπιστον κατεφαίνετο (ἠπίστατο γὰρ μὴ παρεῖναι τὸ πολὺ τῶν Ῥωμαίων ὁπλιτικὸν, κατὰ γὰρ τὰς πόλεις ἐνίδρυτο), πέμπει καὶ αὖθις ἑτέρους τῇ ἐχομένῃ νυκτὶ, καὶ μετὰ ταῦτα πολλάκις. Ὡς δὲ καὶ διαφόρως ἀποστείλαντι τὰ αὐτὰ ἀπηγγέλλετο (ἀεὶ γὰρ τοῖς ἐπιβουλεύουσιν οἱ ἄγγελοι τὴν αὐτὴν παρεῖχον φαντασίαν), τέλος αὐτὸς σὺν πλήθει πολλῷ παρελθὼν πεῖραν τῶν ἀκουσθέντων λαμβάνει· ὑπονοήσας δὲ ἀληθῶς στρατιωτῶν εἶναι πλῆθος, ὑποκρίνεται ὡς ἐπὶ τὸν μάρτυρα Ἰωάννην ὁδεύειν, ὃς ζʹ σημείοις τῆς πόλεως ἀφειστήκει, συνεξῄεσαν δὲ αὐτῷ καὶ οἱ βάρβαροι, πὰ ὅπλα λαθραίως κομίζοντες. Ὡς δὲ οἱ φρουροὶ τῶν πυλῶν διεκώλυον, οἱ βάρβαροι τὰ ξίφη γυμνώσαντες, τοὺς ἐπὶ ταῖς πύλαις διεχειρίσαντο. Ἐντεῦθεν πολέμιος ἀπεδείχθη Γαϊνάς· καὶ οἱ μὲν περὶ τὴν πόλιν ἅπαντες πρὸς τὴν τείχους φυλακὴν διέθεον. Ὁ δὲ βασιλεὺς κελεύει τοὺς ὑπολειφθέντας ἐν τῇ πόλει βαρβάρους ἀναιρεῖσθαι. Συμβαλόντες οὖν οἱ στρατιῶται τοῖς πολεμίοις περὶ τὴν ἐκκλησίαν τῶν Γότθων (ἐνταῦθα γὰρ οἱ περιλειφθέντες ἠθροίσθησαν), διαφθείρουσιν ἅπαντας, ἐμπιπρῶσι δὲ καὶ αὐτὴν τὴν ἐκκλησίαν. Γαϊνὰς δὲ μαθὼν ἀνῃρῆσθαι τοὺς μὴ φθάσαντας τῶν πυλῶν, γνοὺς δὲ αὐτῷ μηκέτι προχωρεῖν τὰς ἀπαντήσεις, ἄρας ἀπὸ τοῦ μαρτυρίου, ἤλαυνεν ἐπὶ τὰ Θρᾴκια μέρη· καὶ καταλαβὼν τὴν Χερρόνησον, ἐξ αὐτῆς διαπεραιοῦσθαι καὶ καταλαμβάνειν τὴν Λάμψακον ἔσπευδεν, ὅπως ἂν τῶν ἑῴων κρατῆσαι δυνήσηται. Ὡς δὲ ὁ βασιλεὺς ἔφθη δύναμιν ἀποστείλας διά τε γῆς καὶ θαλάσσης, ἐνταῦθα πάλιν τῆς τοῦ Θεοῦ προνοίας ἐδείκνυτο θαύματα. Ὡς γὰρ οἱ βάρβαροι σχεδίας συμπήξαντες ἐπεραιοῦντο, αἵ τε τῶν Ῥωμαίων νῆες παρῆσαν, οἱ μὲν στρατιῶται ῥᾳδίως ταῖς ὁλκάσι διέπλεον, οἱ δὲ βάρβαροι ἐν ταῖς σχεδίαις διώλλυντο ὑπὸ τοῦ κλύδωνος ἐκριπτούμενοι. Πολλοὶ δὲ καὶ ὑπὸ τῶν Ῥωμαίων ἐφθείροντο· καὶ τὸ πλεῖστον τῶν πολεμίων ἀπώλετο. Γαϊνὰς δὲ ἀναζεύξας διὰ τῆς Θρᾴκης, καὶ φυγῇ χρησάμενος περιπίπτει Ῥωμαϊκῇ δυνάμει, καὶ ἀναιρεῖται ἅμα τοῖς σὺν αὐτῷ βαρβάροις. Φλαυιανὸς μὲν οὖν ὁ στρατηγὸς τοῦδε τοῦ πολέμου γενόμενος, ἐπὶ τὴν ὕπατον προῆλθεν ἀρχὴν, καθ' ἣν ἐτέχθη Ἀρκαδίῳ τῷ βασιλεῖ ὁ μικρὸς Θεοδόσιος. t191202 ΘΕΟΔΟΣΙΟΣ Ο ΝΕΟΣ. 191 Exc. De virt.: Ὅτι Θεοδόσιος ὁ νέος διὰ τὴν ἄγαν τῆς ἡλικίας νεότητα οὐδὲ πρὸς τὸ φρονεῖν, οὐδὲ πρὸς τὸ πολεμεῖν ἱκανὸς ἦν· ἀλλὰ μόνον ὑπογραφὰς τοῖς βουλομένοις παρεῖχε, μάλιστα δὲ τοῖς περὶ τὴν βασιλείαν εὐνούχοις. Ἐξ ὧν ἅπαντες, ὡς εἰπεῖν, τὰς οὐσίας ἡρπάζοντο. Οἱ μὲν γὰρ ἔτι ζῶντες ἐκληρονομοῦντο, οἱ δὲ τὰς γαμετὰς ἑτέροις παρέπεμπον, καὶ τέκνων ἐστηροῦντο βιαίως, ἀντιλέγειν τοῖς τοῦ βασιλέως διατάγμασιν οὐ δυνάμενοι. Ἐν τούτοις μὲν οὖν τὰ Ῥωμαίων ὑπῆρχεν. 192 Ibid.: Ὅτι Θεοδόσιος ὁ βασιλεὺς χαίρειν εἰπὼν τοῖς παιγνίοις, ἐπὶ λόγους ἐλευθέρους μετέβαλε τὴν γνώμην, Παυλίνου τε καὶ Πλακίτου συναναγιγνωσκόντων αὐτῷ· οἷς καὶ ἀρχὰς καὶ ἐξουσίας ἐχαρίσατο μεγάλας. 193 ιβιδ.: Ὅτι Θεοδόσιος ὁ νέος ἐν βασιλείᾳ τεχθεὶς οὐδὲν εἶχεν ὑπέρογκον, ἀλλ' οὕτως γέγονε φρόνιμος, ὡς τοῖς ἐντυγχάνουσι νομίζεσθαι πεῖραν πολλῶν εἰληφέναι πραγμάτων· καρτερικός τε οὕτως ὡς κρύος καὶ καῦμα γενναίως ὑπομένειν. Τὸ δὲ ἀνεξίκακον καὶ φιλάνθρωπον αὐτοῦ πάντας ἀνθρώπους, ὡς εἰπεῖν, ὑπερέβαλεν. Ἰουλιανὸς μὲν γὰρ ὁ βασιλεὺς καίτοι φιλοσοφεῖν ἐπαγγελλόμενος οὐκ ἤνεγκε τὴν ὀργὴν κατὰ τῶν Ἀντιοχέων αἰνιξαμένων αὐτὸν, ἀλλὰ βασάνους τῷ Θεοδώρῳ προσήγαγε. Θεοδόσιος δὲ χαίρειν τοῖς Ἀριστοτέλους φράσας συλλογισμοῖς τὴν δι' ἔργων ἤσκει φιλοσοφίαν, ὀργῆς τε κρατῶν καὶ λύπης καὶ ἡδονῆς, φόνων τε παντελῶς ἀπεχόμενος· καί ποτέ τινος τῶν ἐγγὺς ἐρομένου αὐτὸν διὰ τί τοὺς ἀδίκους μὴ θανατοῖ, ἔφη, «Εἴθε δυνατὸν ἦν καὶ τοὺς τελευτήσαντας ἐπαναγαγεῖν εἰς τὴν ζωήν.» Εἰ γάρ τις καὶ ἄξια κεφαλικῆς τιμωρίας πεπραχὼς ἀπήγετο, ἡ τῆς φιλανθρωπίας ἀνάκλησις τὸν ἐκείνου θάνατον παρελάμβανεν. 194 Ibid.: Ὅτι Θεοδόσιος τὴν ἀρχὴν παρὰ Ἀρκαδίου τοῦ πατρὸς διαδεξάμενος ἀπόλεμος ἦν καὶ δειλίᾳ συνέζη, καὶ τὴν εἰρήνην χρήμασι καὶ οὐχ ὅπλοις ἐκτήσατο. Καὶ ὑπὸ τοῖς εὐνούχοις πάντα ἔπραττε. Καὶ ἐς τοσοῦτο τὰ πράγματα ἀτοπίας φέρεσθαι οἱ εὐνοῦχοι παρεσκεύασαν, ὡς συνελόντι εἰπεῖν ἀποβουκολοῦντες τὸν Θεοδόσιον, ὥσπερ τοὺς παῖδας ἀθύρμασιν, οὐδὲν ὅ τι καὶ ἄξιον μνήμης διαπράξασθαι συνεχώρησαν, καίτοι ἀγαθῆς ὑπάρχοντα φύσεως· ἀλλ' εἰς πεντήκοντα ἐνιαυτοὺς συνελάσαντα βαναύσοις τέ τισι τέχναις καὶ θήραις προσκαρτερεῖν παρέπεισαν, ὥστε αὐτούς τε καὶ τὸν Χρυσάφιον ἔχειν τὸ τῆς βασιλείας κράτος, ὅνπερ ἡ Πουλχερία μετῆλθε, τοῦ ἀδελφοῦ τελευτήσαντος. Suidas: Θεοδόσιος, βασιλεὺς Ῥωμαίων, ὁ μικρός. Οὗτος διαδεξάμενος παρὰ πατρὸς τὴν ἀρχὴν, ἀπόλεμος ὢν καὶ δειλίᾳ συζῶν, καὶ τὴν εἰρήνην χρήμασιν, οὐχ ὅπλοις κτησάμενος, πολλὰ προσεξένησε κακὰ τῇ Ῥωμαίων πολιτείᾳ. Ὑπὸ γὰρ τοῖς εὐνούχοις τραφεὶς πρὸς πᾶν σφίσιν ἐπίταγμα εὐπειθὴς ἦν· ὥστε καὶ τοὺς λογάδας τῆς ἐκείνων δεῖσθαι ἐπικουρίας, καὶ πολλὰ νεοχμεῖσθαι ἐν τοῖς πολιτικοῖς καὶ στρατιωτικοῖς τάγμασι, μὴ παριόντων εἰς τὰς ἀρχὰς ἀνδρῶν τῶν διέπειν ταῦτα δυναμένων, ἀλλὰ τῶν χορηγούντων χρυσίον, διὰ δὲ τὴν τῶν εὐνούχων πλεονεξίαν καὶ τῶν Σεβαστιανοῦ δορυφόρων πειρατικὸν συστὰν τόν τε Ἑλλήσποντον καὶ τὴν Προποντίδα διαταράξαι. Ἐς τοῦτο τὰ πράγματα οἱ εὐνοῦχοι ἀτοπίας παρεσκεύασαν, ἀποβουκολοῦντες τὸν Θεοδόσιον, ὥσπερ τοὺς παῖδας ἀθύρμασιν· οὐδὲν ὅ τι καὶ ἄξιον μνήμης διαπράξασθαι παρεσκεύασαν· ἀλλ' εἰς νʹ ἐτῶν ἡλικίαν ἐληλυθὼς διετέλεσε βαναύσους τέ τινας μετιὼν τέχνας καὶ θήρᾳ προσκαρτερῶν· ὥστε τοὺς εὐνούχους καὶ τὸν Χρυσάφιον ἔχειν τὸ τῆς βασιλείας κράτος· ὅνπερ ἡ Πουλχερία μετῆλθε, τοῦ ἀδελφοῦ τελευτήσαντος. 195 Exc. De ins.: Ὅτι ἐπὶ Θεοδοσίου τοῦ νέου, [̓ Ιωάννης πρωτοστάτης ὢν τῶν βασιλικῶν ὑπογραφέων, μὴ ἐνεγκὼν τὴν εὐτυχίαν τῆς ἰδίας ἀξίας, τὴν βασιλείαν ἁρπάζει, καὶ πρεσβείαν ἀποστέλλει πρὸς τὸν Θεοδόσιον δεχθῆναι εἰς βασιλέα δεομένην· οὓς δὲ ὁ βασιλεὺς ἐν φρουρᾷ ποιησάμενος, πέμπει τὸν στρατοπεδάρχην Ἀρδαβούριον, ὃς τὸν Περσικὸν πόλεμον ἠγωνίσατο. Καὶ ὁ μὲν εἰς Σαλώνας παραγενόμενος, ἔπλει ἐπὶ τὴν Ἀκυληίαν, καὶ χρῆται τύχης ἐναντιότητι, μᾶλλον δὲ θειότητι, ὡς ὕστερον ἀπεδείχθη. Ἄνεμος γὰρ οὐκ αἴσιος πνεύσας εἰς τὰς χεῖρας αὐτὸν τοῦ τυράννου ἐνέβαλεν· ὃς συλλαβὼν αὐτὸν, ἤλπιζεν εἰς ἀνάγκην τὸν αὐτοκράτορα καταστῆσαι τοῦ ψηφίσασθαι αὐτὸν συμβασιλεύοντα. Ἀλλ' ὁ μὲν Θεοδόσιος ἐν ἀγῶνι ἐγένετο καὶ ὁ τοῦ Ἀρδαβουρίου παῖς Ἄσπαρ, καὶ ἀφασία κατεῖχε τὰ Ῥωμαίων πράγματα. Ὁ δὲ Θεὸς ἄγγελον ἐν σχήματι ποιμένος ἀπέστειλεν ὁδηγεῖν τὰ Ῥωμαίων στρατόπεδα καὶ τὸν στρατηγὸν Ἄσπαρα, ἄγει τε ἅπαντας διὰ τῆς παρακειμένης τῇ Ῥαβέννῃ λίμνης (ἐν ταύτῃ γὰρ τῇ πόλει ὁ τύραννος διέτριβεν), ὅθεν οὐδεὶς οὐδέποτε διαβεβηκέναι ἱστόρηται. Οὕτως οὖν διαβάντες τὴν ἄβατον, καὶ βατὴν διὰ ξηρᾶς τὴν πορείαν εὑρόντες, ἀνεῳγμένας τε τὰς πύλας κατιδόντες, τῆς πόλεως ἐγκρατεῖς ἐγένοντο· καὶ τοῦτον ἀνελόντες γνώριμα τῷ βασιλεῖ τὰ πεπραγμένα ἐποιήσαντο· ὃς εὐχαριστήσας τῷ Θεῷ ἐσκόπει τίνα τῶν ἑσπερίων ἀναδείξει βασιλέα. 196 Exc. Salm.: Πλακιδία εἶχε δύο στρατηγοὺς, ὧν τῷ μὲν ἑνὶ Βονιφατίῳ τὴν Λιβύην ἐπέτρεψεν, Ἀέτιον δὲ παρακατέσχεν. Ἐφθόνησεν Ἀέτιος καὶἔγραψε Βονιφατίῳ, ὅτι «ἡ βασίλισσα ἔχει κατὰ σοῦ, καὶ τούτου σημεῖον, ὅτι μετακαλέσεταί σε ὑπ' οὐδεμιᾶς αἰτίας. Ἐὰν οὖν γράψῃ σοι ἐλθεῖν, μὴ ὑπακούσῃς· ἀναιρήσει γάρ σε.» Εἶτα κατῆλθε τὴν βασίλισσαν λέγων, ὡς ἀποστασίαν μελετᾷ ὁ Βονιφάτιος. «Καὶ τοῦτο γνώσῃ σαφῶς· ἐὰν γὰρ μετακαλέσῃ, φησὶν, αὐτὸν, οὐκ ἐλεύσεται.» Καὶ ἐπεὶ ἔγραψεν αὐτῷ ἐλθεῖν ἡ βασίλισσα, ἀληθῆ νομίσας ἐκεῖνος τὰ ὑπὸ Ἀετίου αὐτῷ μηνυθέντα, τὴν Λιβύην ἐνεχείρισε Γότθοις, καὶ οὐδὲ ἐκεῖνος ἐλθεῖν ἐπείθετο. Ὕστερον δὲ σταλέντων τινῶν πρὸς αὐτὸν, καὶ συμβάσεως γενομένης, τὸ ψεῦδος ἠλέγχθη. Κἀκεῖνον μὲν πλέον ἠγάπησεν ἡ βασίλισσα, τὸν δ' Ἀέτιον ἐμυσάττετο μὲν τοιαῦτα ῥᾳδιουργήσαντα, οὐ μέντοι δράσαι τι κακὸν ἠδυνήθη. Τὴν Λιβύην οὔποτ' ἴσχυσεν ἐξ ἐκείνου ἐπανασώσασθαι. 197 Ibid.: Οὐαλεντινιανὸς μικρὸς, οὐχ ὁ τοῦ μεγάλου Οὐαλεντινιανοῦ υἱὸς, ὃς ἦν αὐτῷ ἐκ τῆς δευτέρας γαμετῆς, ἣν ἐπέγημεν ἔτι ζώσης τῆς αὐτοῦ γυναικὸς, ἀλλ' ὁ υἱὸς Κωνσταντίου Κόμητος, τοῦ τιμηθέντος εἰς βασιλείαν Ῥώμης παρὰ Ὀνωρίου τοῦ βασιλέως, καὶ Πλακιδίας ἀδελφῆς Ὀνωρίου καὶ Ἀρκαδίου τῶν βασιλέων. 198 Exc. De ins.: Ὅτι ἐπὶ Θεοδοσίου τοῦ νέου, Χρυσάφιος διῴκει τὰ πάντα, τὰ πάντων ἁρπάζων, καὶ ὑπὸ πάντων μισούμενος. Τότε μὲν οὖν Ἀττήλας, πρόφασιν τὴν Κωνσταντίου προβαλλόμενος αἴτησιν, ἣν αὐτὸν περὶ τοῦ γάμου τῆς Σατορνίλου θυγατρὸς ᾔτει, ἐπανίσταται τῇ Ῥωμαίων ἀρχῇ, καὶ τὸν εὐνοῦχον Χρυσάφιον ἐκδοθῆναί οἱ παρεκελεύετο, ὡς φωραθέντα τῆς κατ' αὐτοῦ ἐπιβουλῆς. Ἐντεῦθεν πάλιν Ἀνατόλιος καὶ Νόμος πρὸς τὸν Ἀττήλαν παραγίνονται, καὶ πείθουσιν αὐτὸν δώροις ἀποσχέσθαι τῆς κατὰ τοῦ εὐνούχου ὀργῆς. 199 Ibid.: Ὅτι Θεοδόσιος ὁ νέος πρὸς τὸν Ζήνωνα ἐχαλέπαινεν· ἐδεδίει γὰρ μή ποτε καὶ τυραννίδι ἐπιθῆται, ἀκινδύνου αὐτῷ γενέσθαι* τῆς ἁρπαγῆς. Ὅπερ ἔτι μάλιστα ἐξετάραττεν αὐτόν. Καὶ πᾶσι τοῖς ἁμαρτήμασι ῥᾳδίως νέμων συγγνώμην, χαλεπός τε καὶ ἀμετάτρεπτος ἦν οὐ μόνον κατὰ τῶν τυραννίδα μελετησάντων, ἀλλὰ καὶ τῶν βασιλείας ἀξίων νομισθέντων, καὶ σφὰς ἐκποδὼν ποιεῖν διὰ παντὸς ἐχώρει τρόπου. Καὶ πρὸς τοῖς εἰρημένοις προσώποις καὶ Βαύδωνα καὶ Δανίηλον, ὡς τυραννίδι ἐπιθεμένους, ἐξέβαλεν. Ἀπὸ τῆς αὐτῆς τοίνυν προαιρέσεως καὶ τὸν Ζήνωνα ἀμύνασθαι ἐσπουδακὼς, τῆς προτέρας εἴχετο βουλῆς, ὥστε διαβῆναι μὲν τὸν Μαξιμῖνον εἰς τὴν Ἰσαυρόπολιν, καὶ τὰ ἐκεῖ χωρία προκαταλαβεῖν, στεῖλαι δὲ διὰ θαλάσσης ἐπὶ τὴν ἕω δύναμιν τὴν τὸν Ζήνωνα παραστησομένην· καὶ τῶν αὐτῷ δεδογμένων οὐκ ἀφίστατο· μείζονος δὲ αὐτὸν ἐκταράξαντος φόβον, τὴν παρασκευὴν ἀνεβάλετο. 2. Ἧκε γάρ τις ἀγγέλλων, τὸν Ἀττήλαν τοῖς κατὰ τὴν Ῥώμην ἐπιθέσθαι βασιλείοις, Ὀνωρίας τῆς Βαλεντινιανοῦ ἀδελφῆς ἐς ἐπικουρίαν ἐπικαλεσαμένης αὐτόν. Ἡ γὰρ Ὀνωρία τῶν βασιλικῶν καὶ αὐτὴ ἐχομένη σκήπτρων, Εὐγενίῳ τινὶ, τὴν ἐπιμέλειαν τῶν αὐτῆς ἔχοντι πραγμάτων, ἥλω ἐς λαθραῖον ἐρχομένη λέχος, καὶ ἐπὶ τῷ ἁμαρτήματι ἀνῃρέθη μὲν ἐκεῖνος, ἡ δὲ τῶν βασιλείων ἐλαθεῖσα, Ἑρκουλάνῳ κατεγγυᾶται, ἀνδρὶ ὑπατικῷ καὶ τρόπων εὖ ἔχοντι, ὡς μήτε πρὸς βασιλείαν μήτε πρὸς νεωτερισμὸν ὑποτοπεῖσθαι. Ἐν συμφορᾷ δὲ καὶ ἀνίᾳ δεινῇ τὸ πρᾶγμα ποιουμένη, παρὰ τὸν Ἀττήλαν Ὑάκινθον εὐνοῦχον ἐκπέμπει τινὰ, ὥστε ἐπὶ χρήμασιν αὐτῇ τιμωρήσει τῷ γάμῳ· ἐπὶ δὲ τούτοι καὶ δακτύλιον ἔπεμψε, πιστουμένη τὸν βάρβαρον. Καὶ ὁ μὲν παρεσκεύαζεν ἑαυτὸν χωρεῖν κατὰ τῆς τῶν ἑσπερίων βασιλείας. Ἐβούλετο δὲ ὅπως τὸν Ἀέτιον προκαταλάβοι· μὴ γὰρ ἄλλως τεύξεσθαι τῆς ἐλπίδος, εἰ μήγε ἐκεῖνον ποιήσοιτο ἐκποδών. Ταῦτα τοίνυν Θεοδόσιος μεμαθηκὼς, ἐπιστέλλει τῷ Βαλεντινιανῷ τὴν Ὀνωρίαν ἐκπέμπειν τῷ Ἀττήλᾳ. Καὶ ὁ μὲν συλλαβὼν τὸν Ὑάκινθον ἅπαντα διηρεύνησε, καὶ μετὰ πολλοὺς τοῦ σώματος αἰκισμοὺς, τῆς κεφαλῆς ἀποτμηθῆναι ἐκέλευσεν. Ὀνωρίαν δὲ τὴν ἀδελφὴν Βαλεντινιανὸς τῇ μητρὶ δῶρον ἔδωκε πολλὰ αἰτησαμένῃ αὐτήν. Οὕτως μὲν οὖν Ὀνωρία τότε τῆς** ἀπελύετο. 200 Exc. Salm.: Οὐαλεντινιανὸς ἐρασθεὶς τῆς γυναικὸς Μαξίμου συγκλητικοῦ συνεπέττευεν αὐτῷ· ἐπεὶ δὲ ἡττήθη ὁ Μάξιμος, καὶ οὐκ εἶχεν ὅ τι δοίη, ἔλαβεν ὁ βασιλεὺς τὸν δακτύλιον αὐτοῦ, καὶ ἀναστὰς (ὡς) ἐπιδίδωσι τὸν δακτύλιόν τινι συνήθει Μαξίμου, ὥστε ἀπελθόντα ὑποδεῖξαι τῇ γυναικὶ αὐτοῦ, ὡς τοῦ ἀνδρὸς κελεύσαντος ἥκειν εἰς τὰ βασίλεια συνδειπνήσουσαν τῇ αὐτοῦ. Ἡ δὲ ἀληθὲς τοῦτο νομίσασα ἧκε, καὶ μηνυθὲν τῷ βασιλεῖ ἀνέστη, καὶ ἀγνοοῦντος τοῦ Μαξίμου, συνεφθάρη αὐτῇ. Μετὰ δὲ τὴν παιδιὰν ἐλθόντι ὑπαντιάζει ἡ γυνὴ κλαίουσα, καὶ ὀνειδίζουσα αὐτὸν ὡς προδότην αὐτῆς· ὁ δὲ μαθὼν τὸ πᾶν ἐνεῖχε τὸν βασιλέα. Εἰδὼς δὲ ὡς ζῶντος τοῦ Ἀετίου οὐ δυνήσεται τιμωρῆσαι αὐτὸν, παρεσκεύασε διὰ τῶν εὐνούχων τοῦ βασιλέως ἀνελεῖν αὐτὸν δῆθεν ὡς ἐπίβουλον. Ἐπεὶ δὲ ἀνῃρέθη, εἶπεν ὁ βασιλεὺς πρός τινα τῶν στοχάζεσθαι δυναμένων· «Οὐ καλῶς μοι ὁ θάνατος Ἀετίου εἴργασται;» ὁ δὲ, «Εἰ καλῶς, φησὶν, ἢ μὴ, οὐκ οἶδα· γιγνώσκω δὲ ὅτι τῇ λαιᾷ χειρὶ τὴν δεξιάν σου ἀπέκοψας.» 2. Οὗτος οὖν ὁ Μάξιμος ἔρημον Ἀετίου τὸν βασιλέα εὑρὼν, ἀπέκτεινε, καὶ τῇ βασιλίδι Εὐδοξίᾳ συνῆλθεν. Ἦν δὲ αὐτὴ Εὐδοξία θυγάτηρ τοῦ μικροῦ Θεοδοσίου βασιλέως. Δοκῶν δὲ εἰς εὔνοιαν ἐφελκύσαι αὐτὴν, φησὶν ὅτι «διὰ τὸν πρός σε ἔρωτα αὐθέντης Οὐαλεντινιανοῦ γέγονα·» ἡ δὲ ἐλευθερογνώμων οὖσα, καὶ λογισαμένη ὡς «φεῦ, εἰ παραίτιος ἐγὼ τῆς τοῦ συνεύνου καὶ βασιλέως τελευτῆς,» γράφει Γιζερίχῳ ἤδη Λιβύην κατέχοντι, διὰ τάχους ἐλθεῖν καὶ τὴν Ῥώμην παραλαβεῖν. Ὁ δὲ ἐλθὼν τὴν πόλιν εἷλε, καὶ Εὐδοξίαν καὶ τὴν θυγατέρα αὐτῆς. Μάξιμος δὲ μισηθεὶς διὰ τὸν βασιλέως φόνον διώκεται καὶ ῥᾳδίως ἀναιρεῖται. 201 Exc. De ins.: Ὅτι τὰ τῶν ἑσπερίων Ῥωμαίων ἐν ταραχῇ ἦν. Μάξιμός τις ἀνὴρ εὐγενὴς καὶ δυνατὸς καὶ δεύτερον ὑπατεύσας, Ἀετίῳ τῷ στρατηγῷ τῶν κατὰ τὴν Ἰταλίαν ταγμάτων δυσμενὴς ὢν, ὡς ἔγνω καὶ τὸν Ἡράκλειον (εὐνοῦχος δὲ οὗτος καὶ τὴν μεγίστην παρὰ τῷ βασιλεύοντι ἔχων ῥοπήν) τῆς αὐτῆς τῷ Ἀετίῳ ἔχθιστον ὄντα προαιρέσεως (ἄμφω γὰρ τῆς ἐκείνου τὴν σφετέραν ἐπειρῶντο ἀντεισάγειν δύναμιν), ἐς συνωμοσίαν ἔρχεται· καὶ πείθουσι τὸν βασιλέα, ὡς εἰ μὴ φθάσοι τὸν Ἀέτιον ἀνελεῖν ταχέως, ὑπ' αὐτοῦ φθαρήσεται. 2. Ὁ δὲ Βαλεντινιανὸς, ἐπειδὴ αὐτῷ ἐχρῆν γενέσθαι κακῶς τὸ τεῖχος τῆς ἑαυτοῦ ἀρχῆς καταλύοντι, προσίετό τε τοὺς λόγους Μαξίμου τε καὶ Ἡρακλείου, καὶ διαρτύει τῷ ἀνδρὶ τὸν θάνατον, ὅτε δὴ ὁ Ἀέτιος ἐν τοῖς βασιλείοις ἐγίνετο, κοινωνεῖν τῷ κρατοῦντι μέλλων ἐπὶ τοῖς βουλεύμασιν, καὶ προνοίας χρυσίον εἰσάγειν πειρώμενος. Ὡς δὲ τὰ περὶ τῶν πόρων Ἀέτιος προύθηκε καὶ ἀναλογισμὸν ἐποιεῖτο τῶν ἐκ τῆς εἰσφορᾶς ἀθροισθέντων χρημάτων ἀθρόων, ὁ Βαλεντινιανὸς ἀνακραγὼν ἀνέθορέ τε τοῦ θάκου, καὶ οὐκέτι ἔφη οἴσειν τοσαύταις ἐμπαροινούμενος μοχθηρίαις· ἐπ' αὐτὸν γὰρ φέροντα τὴν κακῶν αἰτίαν παρελέσθαι αὐτὸν, ὥσπερ τῆς ἑῴας βασιλείας, καὶ τοῦ τῆς ἑσπέρας βούλεσθαι κράτους παραδηλῶν (τῆς ἀρχῆς). Τὸ δὲ παράδοξον τῆς ὀργῆς ὡς ἀπεθαύμαζεν ὁ Ἀέτιος, καὶ ἐπειρᾶτο τῆς ἀλόγου** τοῦ κολεοῦ τὸ ξίφος, σὺν τῷ Ἡρακλείῳ ὥρμησεν, ἤδη καὶ αὐτῷ τὴν κοπίδα εὐτρεπῆ ὑπὸ τὴν χλαμύδα φέροντι (Πριμικέριος γὰρ τῶν κοιτώνων ἦν)· καὶ ἄμφω κατὰ τοῦ Ἀετίου κεφαλῆς συνεχεῖς ἐπενεγκόντες πληγὰς, ἀνεῖλον αὐτὸν, πολλὰ ἀνδρὸς ἔργα διαπραξά μενον πρός τε ἐμφυλίους καὶ ὀθνείους πολέμου. (3) Τὴν μὲν γὰρ Πλακιδίαν, ἥτις τοῦ Βαλεντινιανοῦ μήτηρ ἦν, καὶ τὸν παῖδα, νέον ὄντα, ἐπετρόπευσε, διὰ τῆς τῶν βαρβάρων συμμαχίας· τὸν δὲ Βονιφάτιον, σὺν πολλῇ διαβάντα χειρὶ ἀπὸ τῆς Λιβύης, κατεστρατήγησεν, ὥστε ἐκεῖνον μὲν ὑπὸ φροντίδων νόσῳ τελευτῆσαι, αὐτὸν δὲ τῆς αὐτοῦ γαμετῆς καὶ τῆς περιουσίας κύριον γενέσθαι. Ἀνεῖλε δὲ καὶ Φήλικα δόλῳ, τὴν στρατηγικὴν σὺν αὐτῷ λαχόντα ἀρχὴν, ὡς ἔγνω ὑποθήκῃ τῆς Πλακιδίας ἐς τὴν αὐτοῦ ἀναίρεσιν παρασκευαζόμενον. Κατηγωνίσατο δὲ καὶ Γότθους τοὺς ἐν Γαλατίᾳ τῇ πρὸς ἑσπέραν τῶν Ῥωμαίων ἐμβατεύσαντας χωρίοις. Παρεστήσατο καὶ Αἰμοριχιανοὺς ἀφηνιάσαντας Ῥωμαίων· ὡς δὲ συνελόντα εἰπεῖν, μεγίστην κατεστήσατο δύναμιν, ὥστε μὴ μόνον βασιλεῖς, ἀλλὰ καὶ παροικοῦντα ἔθνη τοῖς ἐκείνου ἥκειν ἐπιτάγμασιν. 4. Μετὰ δὲ τὸν Ἀετίου φόνον καὶ Βοήθιον ὁ Βαλεντινιανὸς, ὕπαρχον ὄντα, ἀνεῖλεν, ἐκείνῳ εἰς τὰ μάλιστα κεχαρισμένον. Ὡς δὲ ἀτάφους αὐτοὺς ἐπὶ τὴν ἀγορὰν προὔθηκεν, εὐθέως τὴν γερουσίαν μετακαλεσάμενος, πολλὰς τῶν ἀνδρῶν ἐποιεῖτο κατηγορίας, εὐλαβούμενος, μή πως διὰ τὸν Ἀέτιον ἐπανάστασιν ὑπομείνοι. Ὁ δὲ Μάξιμος μετὰ τὴν Ἀετίου ἀναίρεσιν παρὰ τὸν Βαλεντινιανὸν ἐφοίτα, ὡς ἂν ἐπὶ τὴν ὕπατον ἀρχὴν προαχθείη· ταύτης δὲ διαμαρτὼν τῆς πατρικιότητος τυχεῖν ἐβούλετο· ἀλλ' οὐδὲ ταύτης ὁ Ἡράκλειος τῆς ἐξουσίας συνεχώρει· ἐκ τῆς αὐτῆς γὰρ ὁρμώμενος, τὰς τοῦ Μαξίμου ἀνέκοπτεν ὁρμὰς, παραπείθων τὸν Βαλεντινιανὸν, ἀπηλλαγμένον τῆς Ἀετίου βαρύτητος, μὴ χρῆναι τὴν ἐκείνου πάλιν εἰς ἐκείνους μεταφέρειν δύναμιν. Ἐντεῦθεν ὁ Μάξιμος ἀμφοτέρων διαμαρτὼν ἐχαλέπαινεν, καὶ τὸν Ὀπτήλαν καὶ Θραυστήλαν μεταπεμψάμενος, ἄνδρας Σκύθας καὶ κατὰ πόλεμον ἀρίστους, σὺν Ἀετίῳ δὲ στρατευσαμένους, καὶ Βαλεντινιανῷ προσοικειωθέντας, ἐς λόγους ἦλθε, καὶ πίστεις δοὺς καὶ λαβὼν, τὸν βασιλέα ἐν αἰτίᾳ ἐτίθετο τοῦ φόνου τοῦ Ἀετίου ἕνεκα, καὶ μετιέναι αὐτὸν ἄμεινον ἐδίδασκεν· ἔσεσθαι γὰρ αὐτοῖς τὰ μέγιστα ἀγαθὰ ἐν δίκῃ τῷ πεσόντι τιμωροῦσιν. 5. Ἡμερῶν δὲ διαγενομένων οὐ πολλῶν, ἐδόκει τῷ Βαλεντινιανῷ ἱππασθῆναι κατὰ τὸ Ἄρεος πεδίον, ὀλίγοις ἅμα δορυφόροις, καὶ τοῖς περὶ τὸν Ὀπτήλαν καὶ Θραυστήλαν. Ὡς δὲ ἀποβὰς τοῦ ἵππου, ἐπὶ τὴν τοξείαν ἐχώρει, ἔνθα δὴ ἐπέθεντο Ὀπτήλας καὶ οἱ περὶ αὐτόν. Καὶ ὁ μὲν Ὀπτήλας κατὰ τοῦ κροτάφου παίει τὸν Βαλεντινιανόν· ἐπιστραφέντα δὲ ἰδεῖν τὸν πατάξαντα, δευτέραν κατὰ τῆς ὄψεως ἐπαγαγὼν, καταβάλλει. Ὁ δὲ θραυστήλας τὸν Ἡράκλειον καθεῖλεν, καὶ ἄμφω τε τὸ διάδημα τοῦ βασιλέως καὶ τὸν ἵππον λαβόντες, ἐς τὸν Μάξιμον ἀπέτρεχον·** εἴτε δὲ καὶ τὴν ἐν τοῖς πολέμοις τῶν ἀνδρῶν δόξαν τῶν παρόντων ἐπτοημένων, ἀκίνδυνος αὐτοῖς ἡ ἐπιχείρησις ἦν. Δαιμόνιον δέ τι ἐπὶ τῷ Βαλεντινιανοῦ θανάτῳ συνέβη. Μελισσῶν γὰρ ἐσμὸς ἐπιγενόμενος τὸ ἐς τὴν γῆν ἀπ' αὐτοῦ ῥυὲν αἷμα ἀνιμήσατο καὶ ἅπαν ἐμύζησεν. Τελευτᾷ μὲν οὖν ὁ Βαλεντινιανὸς, ἔτη βιώσας ἑπτὰ καὶ τριάκοντα. 6. Τὸ ἐντεῦθεν δὲ ἡ Ῥώμη ἐν θορύβῳ καὶ ταραχαῖς ἦν, τά τε στρατιωτικὰ διῃρεῖτο πλήθη, τῶν μὲν τὸν Μάξιμον βουλομένων παράγειν ἐς τὴν ἀρχὴν, τῶν δὲ Μαξιμιανὸν ἐσπουδακότων χειροτονεῖν· ὃς ἦν μὲν πατρὸς Δομνίνου, Αἰγυπτίου πραγματευτοῦ, εὐημερήσαντος δὲ κατὰ τὴν Ἰταλίαν, καὶ τῷ Ἀετίῳ τὴν τοῦ δομεστίκου διακονούμενος χρείαν· τῷ δὲ Μαιουρίνῳ ἐσπουδάκει καὶ Εὐδοξία ἡ τοῦ Βαλεντινιανοῦ γαμετὴ γενομένη· ἀλλὰ τῇ τῶν χρημάτων χορηγίᾳ ὁ Μάξιμος περιὼν, τῶν βασιλείων ἐκράτει. Οἰηθεὶς δὲ βεβαίαν αὐτῷ ἔσεσθαι τὴν ἀρχὴν, βιάζεται τὴν Εὐδοξίαν, θάνατον ἀπειλῶν. Οὕτω μὲν οὖν Μάξιμος ἐπὶ τὴν Ῥωμαίων ἡγεμονίαν ἦλθε. Καὶ Γιζέριχος, ὁ τῶν Βανδήλων ἄρχων, τὴν Ἀετίου καὶ Βαλεντινιανοῦ ἀναίρεσιν ἐγνωκὼς, ἐπιτίθεσθαι ταῖς Ἰταλίαις καιρὸν ἡγησάμενος, ὡς τῆς μὲν εἰρήνης θανάτῳ τῶν σπεισαμένων λυθείσης, τοῦδε εἰς τὴν βασιλείαν παρελθόντος μὴ ἀξιόχρεων κεκτημένου δύναμιν, οἱ δέ φασι καὶ ὡς Εὐδοξίας τῆς Βαλεντινιανοῦ γαμετῆς ὑπὸ ἀνίας διὰ τὴν τοῦ ἀνδρὸς ἀναίρεσιν καὶ τὴν τῶν γάμων ἀνάγκην, λάθρα ἐπικαλεσαμένης αὐτὸν, σὺν πολλῷ στόλῳ καὶ τῷ ὑπ' αὐτὸν ἔθνει ἀπὸ τῆς Ἄφρων ἐς τὴν Ῥώμην διέβαινεν. Ἐπειδὰν δὲ ἐν τῷ Ἀζέστῳ (τόπος δὲ οὗτος τῆς Ῥώμηςἐγγύς) τὸν Γιζέριχον ὁ Μάξιμος ἔγνω στρατοπεδευόμενον, περιδεὴς γενόμενος, ἔφευγεν ἵππῳ ἀναβὰς, καὶ αὐτῶν τῶν βασιλικῶν δορυφόρων καὶ τῶν ἀμφ' αὐτὸν ἐλευθέρων οἷς μάλιστα ἐκεῖνος ἐπίστευεν, ἀπολιπόντων, οἳ ὁρῶντες ἐξελαύνοντα ἐλοιδόρουν τε καὶ δειλίαν ὠνείδιζον· τῆς δὲ πόλεως ἐξιέναι μέλλοντα βαλών τις λίθῳ κατὰ τοῦ κροτάφου ἀνεῖλε· καὶ τὸ πλῆθος ἐπελ θὸν τόν τε νεκρὸν διέσπασε, καὶ τὰ μέλη ἐπὶ κόντῳ φέρων ἐπαιωνίζετο. Ταύτης μὲν οὖν ἐκεῖνος ἔτυχε τῆς τοῦ βίου καταστροφῆς· ἐπὶ τῇ τυραννίδι μηνῶν αὐτῷ διαγενομένων τριῶν. Ἐν τούτῳ δὲ καὶ Γιζέριχος ἐς τὴν Ῥώμην ἐσέβαλε. 202 Ibid.: Ὅτι Ἀβίτου βασιλεύσαντος τῆς Ῥώμης, καὶ λιμοῦ κατὰ τὸν αὐτὸν καιρὸν γενομένου, ἐν αἰτίᾳ τὸν Ἄβιτον ὁ δῆμος ποιησάμενος, ἠνάγκασε τοὺς ἐκ Γαλατίας αὐτῷ συνεισφρήσαντας συμμάχους ἀπάγειν τῆς Ῥωμαίων πόλεως. Ἀπέπεμπε δὲ καὶ τοὺς Γότθους, οὓς ἐπὶ τῇ σφετέρᾳ ἐπήγετο φυλακῇ, χρημάτων αὐτοῖ ποιησάμενος διανομὴν ἐκ τῶν δημοσίων ἔργων, τοῖς ἐμπόροις χαλκὸν ἀποδόμενος· οὐ γὰρ χρυσίον ἐν τοῖς βασιλικοῖς ταμείοις ἔτυχεν ὄν· ὅπερ τοὺς Ῥωμαίους πρὸς στάσιν διανέστησεν, ἀφῃρημένους τοῦ τῆς πόλεως κόσμου. Περιφανῶς δὲ καὶ ὁ Μαιουρῖνος καὶ ὁ Ῥεκίμερ ἐπανίσταντο, τοῦ ἐκ τῶν Γότθων ἀπηλλαγμένοι δέους, ὥστε αὐτὸν, πῇ μὲν τὰς ἐμφυλίους ταραχὰς, πῇ δὲ τοὺς τῶν Βανδήλων πολέμους ὑφοραθέντα, ὑπεξελθεῖν τῆς Ῥώμης, καὶ ἔχεσθαι τῆς ἐπὶ Γαλατίαν ὁδοῦ. Ἐπιθέμενοι δὲ αὐτῷ κατὰ τὴν ὁδὸν, Μαιουρῖνός τε καὶ Ῥεκίμερ, εἰς τέμενος φυγεῖν κατηνάγκασαν, ἀπαγορεύοντα τῇ ἀρχῇ, καὶ τὴν βασίλειον ἀποδυσάμενον στολήν. Ἔνθα οἱ περὶ τὸν Μαιουρῖνον οὐ πρότερον τῆς πολιορκίας ἀπέστησαν, πρὶν ἢ λιμῷ πιεσθεὶς τὸν βίον ἀπέλιπε, ὀκτὼ ἐπὶ τῆς βασιλείας διαγενομένων μηνῶν· οἱ δέ φασι ὅτι ἀπεπνίγη. Καὶ τοῦτο μὲν Ἀβίτῳ τοῦ βίου τέλος καὶ τῆς βασιλείας ἐγένετο. 203 ΛΕΩΝ. Ibid.: Ὅτι Μαιουρῖνος, ὁ τῶν Ἑσπερίων βασιλεὺς, ὡς αὐτῷ οἱ ἐν Γαλατίᾳ Γότθοι σύμμαχοι κατέστησαν, καὶ τὰ παροικοῦντα τῇ ἑαυτοῦ ἐπικρατείᾳ ἔθνη τὰ μὲν λόγοις, τὰ δὲ ὅπλοις παρεστήσατο· καὶ ἐπὶ τὴν Λιβύην σὺν πολλῇ διαβαίνειν ἐπειρᾶτο δυνάμει, νηῶν ἀμφὶ τὰς τʹ αὐτῷ ἠθροισμένων· καὶ ἐπὶ συνθήκαις αἰσχραῖς καταλύσας τὸν πόλεμον, ἐπανεζεύγνυεν. Ἤδη δὲ ἐς τὴν Ἰταλίαν διαβεβηκότι ὁ Ῥεκίμερ θάνατον ἐπεβούλευσεν. Ὁ μὲν γὰρ τοὺς συμμάχους μετὰ τὴν ἐπάνοδον ἀποπέμψας, σὺν τοῖς οἰκείοις ἐπὶ τὴν Ῥώμην ἐπανήρχετο. Οἱ δὲ περὶ τὸν Ῥεκίμερα συλλαβόντες αὐτὸν, τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος ἐγύμνωσαν, πληγάς τε ἐντείναντες, τῆς κεφαλῆς ἀπετέμνοντο. Τοῦτο μὲν τῷ Μαιουρίνῳ τῆς τοῦ βίου καταστροφῆς γίνεται τὸ τέλος. 204 Ibid.: Ὅτι ὁ Γιζέριχος ἐπόρθει τὰς Ἰταλίας, βουλόμενος βασιλεῦσαι τῶν Ἑσπερίων Ὀλύβριον διὰ τὴν ἐξ ἐπιγαμίας συγγένειαν. Οὐκ ἐποιεῖτο δὲ προφανῆ τοῦ πολέμου αἰτίαν, τὸ μὴ τὸν Ὀλύβριον ἐς τὰ τῆς Ἑσπερίας διαβῆναι βασίλεια, ἀλλὰ τὸ μὴ τὴν Βαλεντινιανοῦ καὶ Ἀετίου δεδόσθαι αὐτῷ περιουσίαν, τὴν μὲν, ὀνόματι Εὐδοκίας, ἣν ὁ τούτου παῖς εἶχε, τὴν δὲ, ὡς Γαυδεντίου παιδὸς διάγοντος παρ' αὐτῷ. 205 ιβιδ.: Ὅτι ἐπὶ Ἀνθεμίου καὶ Λέοντος τῶν βασιλέων Οὔλλιβος ὑπὸ Ἀναγάστου ἀνῃρέθη κατὰ τὴν Θρᾴκην, ἀμφότεροι τοῦ Σκυθικοῦ γένους, καὶ πρὸς τὸ νεωτερίζειν ἐπιτήδειοι. 206 Ibid.: Ὅτι τῶν Ἰσαύρων ἐν τῇ Ῥοδίων νήσῳπρὸς ἁρπαγὴν τραπέντων καὶ φόνους ἐργασαμένων, οἱ στρατιῶται τούτους διεχειρίσαντο. Καὶ οἱ μὲν ἐπὶ τὰς ναῦς φυγόντες ἐπὶ τὴν Κωνσταντίνου ἅμα Ζήνωνι τῷ ἐπὶ θυγατρὶ τοῦ βασιλέως γαμβρῷ παραγενόμενοι, καὶ τοὺς τὴν ἀγορὰν προτιθέντας διαθορυβοῦντες, τὸν δῆμον εἰς λιθοβολίας διανέστησαν. Ἐμφυλίου δὲ ἐντεῦθεν κινηθέντος πολέμου, νὺξ ἐπιλαβοῦσα τὴν στάσιν διέλυσεν. 2. Καὶ κατὰ τοῦτον τὸν χρόνον Ἀναγάστης, ὁ τῶν Θρᾳκίων τελῶν ἔξαρχος, πρὸς τὸ νεωτερίζειν ἀρθεὶς, τὰ Ῥωμαίων ἐπέτρεχε φρούρια. Αἰτία δὲ τῆς αὐτοῦ διαφορᾶς ἐλέγετο, ὡς Ἰορδάνου τοῦ Ἰωάννου παιδὸς, ὅνπερ Ἀνεγίσκλος ὁ Ἀναγάστου πατὴρ ἀνῃρήκει, ἐς τὴν ὕπατον ἀνιέντος τιμὴν, τὴν (γὰρ) ἐπ' αὐτῷ γενομένην ὁ Ἀναγάστης οὐκ ἐδέξατο ψῆφον, ὡς ἐπιληψίαν νοσῶν τε καὶ δεδιὼς (φησὶ) μήποτε ἐν τῷ τῆς γερουσίας αἶσχος ἀπενέγκοιτο τῷ πάθει, ἂν οὕτω τύχοι. Ἄλλοι δέ φασι αὐτὸν χρημάτων ἐφιέμενον, ἐς τὴν ἐπανάστασιν χωρεῖν. Πολλῆς δὲ τῆς περὶ αὐτοῦ γενομένης ὑποψίας, τέλος ἐκ τῆς βασιλικῆς αὐλῆς σταλέντες τινὲς, ἔπεισαν αὐτὸν παύσασθαι τῆς ἐπιχειρήσεως. Ὁ μὲν οὖν Ἀρδαβούριον, τὸν Ἄσπαρος, αἴτιον τῆς τυραννίδος ἀπέφηνε, καὶ τὰ τούτου γράμματα παρὰ τὸν βασιλεύοντα ἔπεμπεν.– Ὁ δὲ τοῦ βασιλέως γαμβρὸς Ζήνων, τὴν ὕπατον ἔχων ἀρχὴν, ἔστελλε τοὺς τὸν Ἰνδακὸν ἀποστήσοντας ἀπὸ τοῦ λεγομένου Παπιρίου λόφου. Τοῦτον γὰρ πρῶτος Νέων ἐφώλευε· μεθ' ὃν Παπίριος καὶ ὁ τοῦδε παῖς Ἰνδακὸς, τοὺς προσοίκους ἅπαντας βιαζόμενοι, καὶ τοὺς διοδεύοντας ἀναιροῦντες. Ἐστέλλετο δὲ καὶ κατὰ Ζάνων βοήθεια, ληιζομένων τὰ περὶ τὴν Τραπεζοῦντα χωρία. Διανέστη δὲ τότε πρὸς πόλεμον καὶ τὸ Γότθων ἔθνος, Γαλατίαν τὴν πρὸς Ἑσπέρας νεμόμενον· οἵπερ πάλαι μὲν Ἀλλαρίχου ὠνομάζοντο· ἔτι γε μὴν καὶ τὸ ἐν Παιονίᾳ βαρβαρικὸν πλῆθος, πρότερον μὲν ὑπὸ Βαλίμερι, μετὰ δὲ τὴν ἐκείνου ἀναίρεσιν ὑπὸ Θευδόμερι ταττόμενον, τῷ Βαλίμερος ἀδελφῷ. 207 Ibid.: Ὅτι ὁ τῶν Ἑσπερίων βασιλεὺς Ἀνθέμιος, νόσῳ περιπεσὼν ὑπὸ μαγγανείας χαλεπῇ, πολλοὺς ἐπὶ τούτῳ ἁλόντας ἐκόλασε· μάλιστα Ῥωμανὸν, ἐν τῇ τοῦ μαγίστρου ἀρχῇ τελέσαντα καὶ ἐν τοῖς πατρικίοις ἐγγεγραμμένον, ἐπιτήδειόν τε ἐς τὰ μάλιστα ὄντα τῷ Ῥεκίμερι· δι' ὃ ἀνιαθεὶς τῆς τε Ῥώμης ἐξῆλθε, καὶ ἑξακισχιλίους ἄνδρας ἐς τὸν κατὰ Βανδήλων πόλεμον ὑπ' αὐτὸν ταττομένους ἀνεκαλέσατο. 208 ιβιδ.: Ὅτι ἐπὶ Λέοντος τοῦ βασιλέως Ἰορδάνης ὁ τῆς ἑῴας στρατηγὸς καὶ ὕπατος, εἰς ἔσχατον ἦλθε κινδύνου· ἅμα δὲ αὐτῷ Μισαὴλ (Μιχαὴλ?) καὶ Κοσμὰς τῶν βασιλείων ὄντες θαλαμηπόλοι, ὅτι τὰ βασίλεια φυλάττειν καταλελησμένοι, τοῦ βασιλέως ἔξω διαιτωμένου, Ἰορδάνῃ τὰ ἔνδον ἱστορῆσαι βουληθέντι ἐφῆκαν. 209 Ibid.: Ὅτι ὁ Ῥεκίμερ εἰς διαφορὰν πρὸς τὸν Ἀνθέμιον καταστὰς, τὸν βασιλέα τῶν Ἑσπερίων, καὶ ταῦτα θυγατέρα αὐτοῦ κατεγγυηθεὶς Ἀλυπίαν, ἐμφύλιον ἔνδον τῆς πόλεως συνεκρότησε πόλεμον, ἐπὶ μῆνας θʹ (λ. εʹ)· καὶ Ἀνθεμίῳ μὲν συνεμάχουν οἵ τε ἐν τέλει καὶ ὁ δῆμος, τῷ δὲ Ῥεκίμερι τὸ τῶν οἰκείων βαρβάρων πλῆθος. Συνῆν δὲ καὶ Ὀδόακρος, γένος ὢν τῶν προσαγορευομένων Σκίρων, πατρὸς δὲ Ἰδικῶνος, καὶ ἀδελφὸς Ὀνοούλφου καὶ Ἁρματίου, σωματοφύλακός τε καὶ σφαγέως γενομένου. Καὶ ὁ μὲν Ἀνθέμιος κατῴκει ἐν τοῖς βασιλείοις· ὁ δὲ Ῥεκίμερ τὰ περὶ τὸν Τίβεριν διαφράξας, λιμῷ τοὺς ἔνδον ἐβιάζετο. Ἐντεῦθεν αὐτοῖς συμβολῆς γενομένης, πολὺ τῆς Ἀνθεμίου κατέπεσε μοίρας· τοὺς δὲ λοιποὺς ὁ Ῥεκίμερ παραστησάμενος δόλῳ, βασιλέα τὸν Ὀλύβριον ἀποδείκνυσιν. Πέντε γοῦν διόλου μῆνας ἐμφύλιος τῆς Ῥώμης ἐπεκράτει πόλεμος· ἄχρις οὗ τῶν περὶ τὸν Ἀνθέμιον ἐνδόντων τοῖς βαρβάροις καὶ τὸν βασιλεύοντα γυμνὸν καταλιπόντων, αὐτοῖς τοῖς πτωχεύουσιν ἀναμιχθεὶς, ἐν τοῖς πρόσφυξι τοῦ μάρτυρος Χρυσογόνου γίνεται. Ἐκεῖ τε τῆς κεφαλῆς ἀποτέμνεται ὑπὸ Γονδουβάνδου τοῦ Ῥεκίμερος ἀδελφοῦ, βασιλεύσας ἔτη πέντε, μῆνας γʹ, ἡμέρας ὀκτωκαίδεκα. 2. Ὁ δὲ Ῥεκίμερ αὐτὸν μὲν βασιλικῆς ἠξίωσε ταφῆς, τὸν δὲ Ὀλύβριον ἐπὶ τὴν βασιλείαν ἀνήγαγεν (αὐτόν). Ὀλυβρίου δὲ κατὰ τὸν εἰρημένον τρόπον τὴν Ῥω μαίων παρειληφότος ἀρχὴν, Ῥεκίμερ ἡμερῶν εἴσω λʹ καταλύει τὸν βίον, αἵματος αὐτῷ πλείστου ἐξεμεθέντος. Ὀλύβριος δὲ μετὰ τοῦτον ιγʹ μόνας ἐπιβιοὺς ἡμέρας, ὑδέρῳ συσχεθεὶς μεταλλάττει τοῖς βασιλεῦσιν ἐναριθμηθεὶς εἰς μῆνας ἕξ. Τὴν δὲ τοῦ Ῥεκίμερος ὑπεισελθὼν Γουνδουβάλης, ἀνεψιὸς ὢν αὐτοῦ, Γλυκέριον, τὴν τοῦ Κόμητος τῶν δομεστίκων ἀξίαν ἔχοντα, ἐπὶ τὴν βασιλείαν ἄγει. Γνοὺς δὲ Λέων ὁ τῶν Ἑῴων βασιλεὺς τὴν τοῦ Γλυκερίου ἀναγόρευσιν, ἐπιστρατεύει κατ' αὐτοῦ, Νέπωτα στρατηγὸν ἀποδείξας. Ὃς ἐπειδὴ τὴν Ῥώμην κατέλαβεν, ἀμαχεὶ τὸν Γλυκέριον ἐχειρώσατο, καὶ τῶν βασιλείων ἐξώσας ἐπίσκοπον Σάλωνος προχειρίζεται, ηʹ μῆνας ἐντρυφήσαντα τῇ ἀρχῇ. Εὐθὺς γοῦν ὁ Νέπως βασιλεὺς ἀναδειχθεὶς, ἦρχε τῆς Ῥώμης.

Intertext edge

Open linked passage

Note