HISTORIA CHRONIKE
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1.1
Exc. De ins.: Ὅτι Σεναχειρὶμ ὁ τῶν Ἀσσυρίων βασιλεὺς ὑπὸ τοῦ ἰδίου παιδὸς ἀνῃρέθη, πρὸς Αἰθίοπας ἀγωνιζόμενος. 20 Exc. cod. 1630: Ἐν δὲ τῇ τῶν Ἑλλήνων χώρᾳ Λάπαθος ὁ βασιλεὺς ἔσχεν υἱοὺς δύο, τὸν Ἀχαιὸν καὶ τὸν Λάκωνα· καὶ τελευτῶν ἐμέρισεν αὐτοῖς τὴν βασιλείαν, καὶ ὁ μὲν Ἀχαιὸς τὴν ἰδίαν αὐτοῦ μοῖραν ἐκάλεσεν Ἀχαίαν, ὁ δὲ Λάκων, Λακωνικήν. Καὶ μετ' αὐτὸν ἐβασίλευσαν Λακώνων ἄλλοι τινὲς ἄχρι τῆς βασιλείας Θεστίου. Ὁ δὲ Θέστιος ἔσχε θυγατέρας γʹ, τὴν Λήδαν, τὴν Κλυτίαν καὶ τὴν Μελανίππην. Ἔσχεν οὖν ἡ Λήδα ἄνδρα Τυνδαρέα, ἐξ οὗ ἔσχε θυγατέρα Κλυταιμνήστραν τὴν γαμηθεῖσαν Ἀγαμέμνονι. Ἡ τοίνυν Λήδα μοιχευθεῖσα ὑπό τινος ἀνδρὸς ἐπιφανοῦς Κύκνου, ἐκύησεν ἅμα παῖδας τρεῖς, Κάστορα καὶ Πολυδεύκην καὶ Ἑλένην τὴν Μενελάου γυναῖκα. 21 Exc. De virt.: Ὅτι Σθενέβοια ἡ Προίτου γυνὴ φιλήσασα τὸν Βελλεροφόντην, καὶ μὴ ἐπιτυχοῦσα διὰ τὴν ἐκείνου σωφροσύνην, τοὐναντίον διέβαλεν αὐτὸν τῷ Προίτῳ, ὡς βουλόμενον αὐτὴν μοιχεῦσαι. Καὶ ἀγανακτήσας ὁ Προῖτος ἔπεμψεν αὐτὸν τῷ Ἰοβάτῃ, τῷ πατρὶ τῆς Σθενεβοίας, ἵνα ἐκεῖνος αὐτὸν φονεύσῃ. Ὁ γὰρ Προῖτος ἀνελεῖν αὐτὸν οὐκ ἠβουλήθη, ἐπειδὴ ἐν τάξει τέκνου ἀνεθρέψατο αὐτόν. Αἰσθόμενος δὲ ὁ Ἰοβάτης ὅτι ψευδής ἐστιν ἡ κατ' αὐτοῦ κατηγορία, ἐφείσατο τοῦ Βελλεροφόντου. Μετὰ δὲ τὴν βασιλείαν τοῦ Προίτου Ἀκρίσιος ἐβασίλευσεν. 22 Exc. De insid.: Αἰγεὺς, ἀγγελθέντος αὐτῷ ψεύδους, ὅτι ὁ υἱὸς αὐτοῦ Θησεὺς ὑπὸ Μινωταύρου ὤλετο, ἔρριψεν ἑαυτὸν εἰς τὴν θάλασσαν καὶ ἐκλήθη ὁ τόπος Αἰγαῖος. 23 Exc. De virt.: Ὅτι Πρίαμος ὁ Φρυγῶν βασιλεὺς συνελθὼν Ἑκάβῃ εἶχεν ἐξ αὐτῆς Πάριν τὸν καὶ Ἀλέξανδρον. Ἥτις ἔγκυος οὖσα ἔδοξε λαμπάδα πυρὸς τίκτειν. Καὶ ἐπερωτήσας εἰς τὸ μαντεῖον ὁ Πρίαμος ἔλαβε χρησμὸν, ὅτι τριακονταέτης γενόμενος ἀπολέσῃ τὴν Τροίαν. Καὶ τοῦτον ἀπέπεμψεν εἰς τὸ Πάριον λεγόμενον. Παρελθόντος δὲ τοῦ τριακοστοῦ ἐνιαυτοῦ μεταστειλάμενος τοῦτον ὁ πατὴρ ἐν τῇ Τροίᾳ ἑορτὴν ἐπετέλεσε. Καὶ δεδωκὼς αὐτῷ δῶρα, καὶ πρὸς τοὺς τοπάρχας ἀποστείλας ἀπέστειλεν αὐτὸν θυσιάσαι τοῖς κατὰ τὴν Ἑλλάδα ἱεροῖς. Καὶ παραγενόμενος εἰς Σπάρτην τὴν ὑπὸ Μενελάου τότε βασιλευομένην εὗρε τὸν μὲν Μενέλαον πλεῖν μέλλοντα ἐπὶ τὴν Κρήτην, τάγματος ἕνεκα καὶ θυσίας ἐξ ἔθους προσαγομένης παρ' αὐτοῦ τῇ Εὐρώπῃ, ἐξ ἧς ἔλεγεν ἔχειν τὸ γένος. Ὁ τοίνυν Μενέλαος ὡς ἐδέξατο τὸν Ἀλέξανδρον καὶ τὰ γράμματα τοῦ Πριάμου καὶ τὰ δῶρα, ἐν τιμῇ τε ἐποιήσατο τὸν ἄνδρα καὶ κατέστησεν αὐτὸν ἐν τῷ παλλατίῳ διαιτᾶσθαι· καὶ ᾔτησεν αὐτὸν ἀναμεῖναι τὰς ὀλίγας ἡμέρας, ἄχρις ἂν αὐτὸς τὴν εὐχὴν ἐκτελέσας ἀπὸ τῆς Κρήτης ἐπανέλθῃ. Οὕτω τοίνυν Ἀλεξάνδρου διατρίβοντος ἐν τῇ Σπάρτῃ, συνέβη τὴν Ἑλένην τὴν Μενελάου γυναῖκα οὖσαν ἐν παραδείσῳ θεαθῆναι ὑπ' αὐτοῦ. Συνῆσαν δὲ αὐτῇ Αἴθρα τε καὶ Κλυμένη, ἐκ τοῦ γένους καταγόμεναι Πέλοπος καὶ Εὐρώπης. Ὡς οὖν εἶδεν ὁ Πάρις τὸ κάλλος τῆς Ἑλένης, ἔρωτι βληθεὶς εἰς αὐτὴν διὰ τῆς Αἴθρας τε καὶ Κλυμένης ὑπονοθεύει ταύτην, καὶ φεύγει διὰ τῶν πλοίων ὧν εἶχεν. Λαβὼν οὖν αὐτὴν μετὰ χρημάτων λιτρῶν τριακοσίων καὶ ἀργύρου πολλοῦ καὶ κόσμου ἀπέπλευσεν εἰς Σιδῶνα, ἐκεῖθέν τε εἰς Αἴγυπτον πρὸς τὸν βασιλέα Πρωτέα. Καὶ ἔμεινεν ἄχρι τινὸς παρ' αὐτῷ καταφρονήσας ὧν ἐκελεύσθη θυσιῶν. Ὡς οὖν ἐγνωρίσθη τοῦτο τοῖς τὴν βασιλικὴν φυλάττουσιν αὐλὴν τοῦ Μενελάου, παραχρῆμα ἀπέστειλάν τινα ἐν Γορτύνῃ τῇ πόλει τῆς Κρήτης ἀπαγγελοῦντα Μενελάῳ τὸ γεγονός. Ὁ δὲ ἀκούσας ἐπανῆλθεν εὐθέως ἐν τῇ Σπάρτῃ, πέμπων εἰς ἀναζήτησιν αὐτῶν ἐν παντὶ τόπῳ. Καὶ ὅτε ἔμαθε τούτους εἶναι ἐν τῇ Τροίᾳ, ἔπεμψε κατασκόπους ὀφείλοντας αὐτῷ τὴν ἀλήθειαν ἀπαγγεῖλαι· καὶ ἀποστέλλει πρέσβεις ὁ Μενέλαος μετὰ χρημάτων ἀποδοθῆναι αὐτοῖς τὴν Ἑλένην. Ἀπράκτων δὲ τούτων ἐπανελθόντων, πάλιν ἀπέστειλεν. Ὡς δὲ οὐδὲν ἔδρα, ταραττομένου τοῦ δήμου πρὸς τὸ ἀποδοθῆναι αὐτὴν, οἱ τοῦ Πριάμου παῖδες ἀνθίσταντο. Ὁ δὲ Μενέλαος ὑποστραφεὶς σὺν Ἀγαμέμνονι τῷ βασιλεῖ περιῄει τοὺς τοπάρχας τῆς χώρας, παρακαλῶν μὴ παριδεῖν τὴν ὕβριν τῆς Ἑλλάδος, ἀλλὰ συμμαχεῖν αὐτῷ καὶ συναγωνίσασθαι κατὰ τῶν ταῦτα τολμησάντων βαρβάρων. Καὶ συνήγαγον βασιλεῖς καὶ τοπάρχας, καθώς φησιν Ὅμηρος καὶ Δίκτυς. 24 Exc. Salm.: Ὁ Πάρις ἐγκώμιον ἐξέθετο τῆς Ἀφροδίτης, ἤγουν τῆς ἐπιθυμίας, καὶ συγκρίνας αὐτὴν μετὰ Ἥρας καὶ Ἀθηνᾶς, δέδωκεν αὐτῇ τὸ μῆλον, ἤτοι τὴν νίκην, εἶπε δὲ εἰς αὐτὴν καὶ ὕμνον τὸν λεγόμενον κεστόν. 2. Ὁ Παλαμήδης διὰ τῆς τάβλας τὸν γήϊνον κόσμον ᾐνίξατο, τὸν ζωδιακὸν κύκλον διὰ τῶν δώδεκα κάσων, διὰ τοῦ ψηφοβόλου καὶ τῶν ἐν αὐτῷ ἑπτὰ κοκκίων τὰ ἑπτὰ ἄστρα τῶν πλανήτων· διὰ δὲ τοῦ πύργου τὸ ὕψος τοῦ οὐρανοῦ, ἐξ οὗ δίδοται πᾶσι καλά τε καὶ φαῦλα. 3. Δίκτυς ὁ μετὰ Ἰδομενέως συστρατεύσας ἐπὶ Τροίαν φησὶν ὅτι Πρίαμος ἔπεμψε καὶ πρὸς τὸν Δαυὶδ πρεσβείαν, καὶ πρὸς Ταυτάνην βασιλέα Ἀσσυρίων· καὶ ὁ μὲν Δαυὶδ οὐ προσήκατο ταύτην, ὁ δὲ Ταυτάνης ἔπεμψε τὸν Τιθωνὸν καὶ τὸν Μέμνονα μετὰ πλήθους Ἰνδῶν. (4) Φησὶ δὲ καὶ ὅτι Ἕκτορι εἰς ὑπάντησιν Πενθεσιλείας τῆς Ἀμαζόνος ἐξερχομένῳ νυκτὸς ἐπιθέμενος Ἀχιλλεὺς αὐτόν τε καὶ τοὺς σὺν αὐτῷ ἀπέκτεινεν. (5) Ὁ αὐτὸς λέγει ὅτι καὶ τὸν παρὰ Πολυμνήστορος φυλαττόμενον Πολύδωρον Πριάμου παῖδα ἔλαβεν Αἴας ὁ μέγας πολεμῶν Πολυμνήστορι· ἀναγαγόντος οὖν αὐτὸν, οἱ Ἕλληνες πρὸς τοῦ τείχους τῆς πόλεως διεκηρύκευον λαβεῖν τὴν Ἑλένην καὶ δοῦναι τὸν παῖδα· ὡς δ' οὐκ ἐπείθοντο, πάντων ὁρώντων κατετοξεύθη. 6. Ῥῆσος τὰς οἰκήσεις ἔχων ἐν Βυζαντίῳ ἐν τῷ λεγομένῳ Ῥηάτῳ, ὅπου νῦν ἐστιν ὁ τοῦ μεγαλομάρτυρος ἁγίου Θεοδώρου ναός. (7) Τὸ ἐν Τροίᾳ Παλλάδιον ζώδιον ἦν μικρὸν, ὑπὸ Ἀσίου τινὸς φιλοσόφου κατασκευασθὲν εἰς φυλακὴν τῆς πόλεως. (8) Ἐν τῷ μέλλειν τὴν Τροίαν ἁλίσκεσθαι, κατὰ τὴν ἑορτὴν τῶν ἀναθημάτων, τὸ τοῖς θύμασιν ἐπιβαλλόμενον πῦρ οὐχ ἧπτεν, ἀλλ' ἐσβέννυτο· τοῦτο εἰπὼν Ὀδυσσεὺς τοῖς Ἕλλησιν ἤδη ἀπαγορεύσασιν καὶ μέλλουσιν ὑποχωρεῖν, ἐθάρρυνεν αὐτούς. 9. Ἡ Σικελία τρίγωνος οὖσα ὑπὸ τριῶν ἀδελφῶν ἐβασιλεύετο, ὧν ὁ μὲν ἐλέγετο Κύκλωψ, ὁ δὲ Πολύφημος. Καταπονηθεὶς δὲ ὑπ' αὐτοῦ, καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλὼν, δώροις δελεάσας αὐτὸν καὶ οἴνῳ, τὴν αὐτοῦ μονογενῆ θυγατέρα ἁρπάσας ἔφυγεν, ὡς Σίσυφος ὁ Κῶος ἱστορεῖ. Ὅτι γοῦν ἀλλήλοις συνήρχοντο οἱ τρεῖς ὠνομάζοντο Κύκλωπες, καὶ ἐμυθεύσαντο ὅτι τρεῖς ὀφθαλμοὺς εἶχον, σημαίνοντες τοὺς τρεῖς ἀδελφοὺς ἀλλήλοις συγκειμένους· ὁ δὲ Πολύφημος ἕνα, ὃν διὰ πυρὸς διετύφλωσεν Ὀδυσσεὺς, ὅτι τὴν αὐτοῦ θυγατέρα ἐκκαυθεῖσαν ἔρωτι ἀφείλετο. (10) Καλυψὼ καὶ Κίρκη Ἡλίου καὶ Σελήνης ἦσαν ἱέρειαι. 25 Exc. De ins.: Ὅτι ὁ βασιλεὺς Ἀγαμένων ἀποπλεύσας ἀπὸ τῆς Ἰλίου εἰς τὴν ἰδίαν πατρίδα, εὗρε τὴν ἑαυτοῦ γυναῖκα Κλυταιμνήστραν ὑπὸ Αἰγίσθου μοιχευομένην. Ἀκούσασα γὰρ αὕτη ὅτι τὴν Κασσάνδραν ἔλαβεν ἐν τῇ Τροίᾳ γυναῖκα, καὶ ἀφορμὴν εὑρηκυῖα, θάνατον κατασκευάζει σὺν τῷ Αἰγίσθῳ τῷ ἑαυτῆς μοιχῷ, καὶ αὐτῷ γένους ὄντι βασιλικοῦ. Ἐνδύσασα γὰρ τὸν ἄνδρα χιτῶνα πανταχόθεν ὑφασμένον, παρεσκεύασεν αὐτὸν ὑπὸ Αἰγίσθου σφαγῆναι· καὶ λαμβάνει τοῦτον ἄνδρα, καὶ ἔσχεν ἐξ αὐτοῦ θυγατέρα Ἠριγόνην. Ταῦτα τοίνυν ἀκούσας ὁ Ὀρέστης, ὁ τοῦ Ἀγαμέμνονος υἱὸς, ἦλθεν ἀπὸ τοῦ Σχοινέως, τοῦ θρέψαντος αὐτὸν, τοῦ πατρὸς τὸν θάνατον ἐκδικήσων. Οἱ δὲ περὶ τὸν Αἴγισθον καὶ τὴν Κλυταιμνήστραν ἐβουλεύοντο καὶ αὐτὸν ἀνελεῖν, ἀλλ' ἡ τούτου ἀδελφὴ Ἠλέκτρα, ἐξεῖπεν αὐτῷ τὴν βουλήν· καὶ σὺν τῷ Στροφίῳ γενόμενος, καὶ τῷ υἱῷ αὐτοῦ Πυλάδῃ, συγγενῶν ὄντων τοῦ Ἀγαμέμνονος, παραγίνεται εἰς τὸ μαντεῖον, καὶ λαμβάνει χρησμὸν, ὅτι δεῖ αὐτὸν ἐκδικῆσαι τὸν θάνατον τοῦ πατρὸς, καὶ ἀνελεῖν τὸν Αἴγισθον καὶ τὴν αὐτοῦ μητέρα, καὶ τὴν βασιλείαν ἀναλαβεῖν τοῦ πατρός. Ὅπερ πέπραχεν ἐπιλαβόμενος καιροῦ, καὶ ἐπελθὼν αὐτοῖς ἐν τῷ παλλατίῳ, ἀμφοτέρους κατασφάζει. Κινήσεως οὖν κατ' αὐτοῦ γενομένης ὑπό τε τοῦ πατρὸς Κλυταιμνήστρας καὶ τῶν συγγενῶν Αἰγίσθου, καὶ δίκης ἀγωνισθείσης παρὰ τῷ Ἀρείῳ πάγῳ, ψῆφον ἔλαβεν ὁ Ὀρέστης, δικαίως ἀνελεῖν τὴν μητέρα. Τούτῳ τοίνυν τῷ τρόπῳ, διαφυγὼν τὰς κατηγορίας, βασιλεύει τοῦ Ἄργους. Καὶ εἰς μανίαν ἐλθὼν μετὰ ταῦτα ἀπεδήμησε τῆς χώρας, ἐν ὅλοις τοῖς ἱεροῖς θυσιάζων, καὶ δεόμενος ἀπαλλαγῆναι τῆς μανίας, ἄχρις οὗ παραγέγονεν εἰς τὸ Σίλπιον ὄρος, ἐν ᾧ νῦν Ἀντιόχεια ἡ μεγάλη κεῖται· καὶ ἐκεῖ θεραπευθεὶς ἐπανῆλθε. Καὶ παραγενόμενος ἐν Σκυθίᾳ πρὸς τὴν ἑαυτοῦ ἀδελφὴν Ἰφιγένειαν, ἱέρειαν οὖσαν τῆς Ἀρτέμιδος, καὶ προσάγουσαν τοὺς ξένους εἰς θυσίαν, λέγει τῷ Πυλάδῃ· «Ἰδοὺ τοσούτων ἐκφυγόντες κινδύνων, μέλλομεν εἰς θυσίαν προσάγεσθαι· πολλῶν γὰρ ἀνθρώπων ὁρῶμεν ἐνταῦθα ἐρριμένα ὀστέα.» Ὁ δὲ πρὸς αὐτὸν ἔφη· «Ἄγωμεν εἰς τὸ ἱερὸν, καὶ ἐρωτήσωμεν εἰ ζῇ Ἰφιγένεια ἡ σὴ ἀδελφὴ, καὶ προσπίπτοντες αὐτῇ σωζώμεθα.» Καὶ ποιήσαντες τοῦτο, καὶ γνωρισθέντες ὑπ' αὐτῆς, ἔλαβον αὐτὴν σὺν τῷ ἀγάλματι τῷ χρυσῷ τῆς Ἀρτέμιδος. Καὶ περιελθόντες γῆν πολλὴν ἐπανέρχονται εἰς Μυκήνας τὴν ἰδίαν πατρίδα· καὶ δίδωσι τὴν Ἠλέκτραν τὴν ἀδελφὴν πρὸς γάμον τῷ Πυλάδῃ. Μαθὼν δὲ ὁ τῆς Σκυθίας βασιλεὺς ἔπεμψε στρατιώτας πολλοὺς ἐπιδιώκοντας αὐτούς. Οἱ δὲ κατὰ τὴν Παλαιστίνην ἐλθόντες, καὶ ἀρεσθέντες τοῖς τόποις, ᾤκησαν ἐν αὐτῇ, τὴν πρώην λεγομένην Νύσαν Σκυθῶν μετονομάσαντες πόλιν. 26 Exc. De virt.: Ὅτι Μανασσῆς ὁ τῆς Ἱερουσαλὴμ βασιλεὺς ἐξέκλινεν ἀπὸ τῆς ὁδοῦ τοῦ θεοῦ καὶ πρὸς τὰ ἀγάλματα τὸν νοῦν ἐπλανήθη, τὰ τῶν καλουμένων Ἑλλήνων ἀποδεχόμενος δόγματα· διεπολέμει δὲ καὶ τοῖς ἐκλεκτοῖς τοῦ θεοῦ, τόν τε Ἡσαΐαν ξυλίνῳ πρίονι διελὼν, καὶ τοὺς ἄλλους προφήτας φυγάδας καταστήσας τῆς Ἱερουσαλήμ. Διὸ παρεδόθη εἰς χεῖρας τῶν ἐναντίων αὐτοῦ. Καὶ βασανισθεὶς ἐν πέδαις σιδηραῖς, ἐπέγνωσε τὸν θεὸν οὐρανοῦ καὶ τῆς γῆς, καὶ προσελθὼν οὐ παρώφθη. Βασιλεύσας δὲ ἔτη πέντε καὶ πεντήκοντα μετήλλαξε τὸν βίον. 27 Exc. De ins.: Ὅτι Καμβύσης ὁ Περσῶν βασιλεὺς καθεῖλε τὰς Αἰγυπτίας Θήβας, καὶ ταύτας εἰς ἔδαφος κατέσκαψεν· Ἄμασίς τε ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἅμα τῷ βίῳ καὶ τὴν βασιλείαν κατέστρεψεν, τοῦ ἔθνους τῶν Αἰγυπτίων τελεῖν ὑπὸ Πέρσας ὁμολογήσαντος. Ἐπὶ δὲ τὴν ἐνδοτέραν ἐλαύνειν προθυμούμενος, ὑπὸ τῆς εἱμαρμένης ἐκωλύθη, δολοφονηθεὶς ὑπὸ τῶν περὶ αὐτὸν μάγων, βασιλεύσας ἔτη ηʹ. Οὗτοι γὰρ μετὰ τὸν Καμβύσου θάνατον τῇ ἀρχῇ προσπηδήσαντες, μῆνας ζʹ κατετρύφησαν, ἄχρις οἱ τῶν Περσῶν ἄρχοντες αὐτοὺς μὲν ἐπὶ τῆς αὐλῆς κατεχρήσαντο, τῆς δὲ βασιλείας προστάτην ἀπέδειξαν Δαρεῖον. 28 ιβιδ.: Ὅτι ἐπὶ τῆς ἀναγορεύσεως Ἀλεξάνδρου τοῦ Μακεδόνος, τῶν Αἰγυπτίων ἐβασίλευε Νεκταναβώ.– Καὶ ὁ τῶν Ἀργείων βασιλεὺς Δαναὸς διὰ τῶν αὐτοῦ νʹ θυγατέρων τοῖς τοῦ ἀδελφοῦ Αἰγύπτου παισὶ νʹ οὖσιν ἐμηχανήσατο θάνατον, πλὴν Λυγκέως. 29 Exc. Salmas.: Οἰνόμαος πρῶτος ἐφεῦρε τὰ τοῦ ἱπποδρόμου χρώματα, καὶ ἐποίει τὸν ἀγῶνα Μαρτίου κδʹ, γῆς καὶ θαλάσσης. Ἐβάλλοντο κλῆροι, καὶ ὃς ἔλαχεν ὑπὲρ τῆς γῆς ἀγωνίσασθαι, ἐφόρει χλοανὸν, ὃς δὲ ὑπὲρ τῆς θαλάσσης, κυανόν. Ἐτίθει δὲ Οἰνόμαος ἔπαθλον τὴν ἑαυτοῦ θυγατέρα, καὶ ὁ νικηθεὶς ὑπὸ τοῦ πλήθους τῶν θεωμένων ἀνῃρεῖτο. Εἶχον οὖν σημεῖον οἱ τότε, καὶ εἰ μὲν τὸ χλοανὸν ἐνίκα, τῆς γῆς εὐφορίαν ἤλπιζον, καὶ οὕτως ἐγίνετο· εἰ δὲ τὸ κυανὸν, τῆς θαλάττης εὔπλοιαν· καὶ ηὔχοντο οἱ μὲν γεωργοὶ τὸ χλοανὸν νικᾶν, οἱ δὲ ναυτίλοι τὸ κυανόν. Πρῶτον δὲ Ἐνυαλίου τινὸς διπώλῳ χρησαμένου ἅρματι, ἐν τούτῳ πρῶτος Οἰνόμαος τετραπώλῳ ἐχρήσατο. 30 Ibid.: Οἱ Ῥόδιοι θαλασσοκρατήσαντες στήλην ἔστησαν, ἣν διὰ τὸ μέγεθος Κολοσσὸν ἔλεγον. καὶ διὰ τοῦτο ὠνομάσθησαν Κολοσσαεῖς. Ἡ Καρχηδὼν χώρα ὑπὸ Καρχηδόνος τοῦ Τυρίου ἐκτίσθη. 31 Ibid.: Ῥωμύλος πρῶτος ἐν Ῥώμῃ ἔκτισεν ἱππικὸν, καὶ διεῖλε τὸν δῆμον εἰς μέρη δʹ, εἰς τιμὴν τῶν δʹ στοιχείων, καὶ τὰς ιβʹ θύρας κατὰ τύπον τοῦ ζωδιακοῦ κύκλου ἱστόρηκεν, τὸ δὲ πέλμα τῆς γῆς πάσης, καὶ τὸν Εὔριπον τῆς θαλάσσης ὑπὸ τῆς γῆς μεσαζομένης· τὸν ἐπὶ τὰς θύρας καμπτὸν, τὴν ἀνατολὴν, καὶ τὸν ἐπὶ τὴν σφενδόνην, τὴν δύσιν, ὥς φησι Χάραξ· τὰ ἑπτὰ σπάτια τὸν δρόμον τῶν ἑπτὰ πλανητῶν. Τὸ βένετον ἀπὸ Βενετίας ὠνόμασεν, ἐν ᾗ γίνονται κυανὰ χρώματα· καὶ προσεκόλλησε τῷ πρασίνῳ, ἤτοι τῇ γῇ (ὅπερ ἀπὸ τοῦ πραίσεται ὠνόμασε διὰ τὸ παραμένον), τὸ λευκὸν, ἤτοι τὸν ἀέρα, διότι ἑκάτερα τῆς ἀλλήλων συγκράσεως δέονται. Τὸ δὲ ῥούσιον, ἤτοι τὸ πῦρ, τῷ κυανῷ, ἤτοι τῷ ὕδατι, ὑπέταξε, διότι τὸ πῦρ ὑπείκει τῷ ὕδατι. 32 Exc. De insid.: Ὅτι Ῥωμύλος βασιλεύσας Ῥωμαίων διετέλει εἰς μὲν τοὺς πολέμους διαπρέπων, εἰς δὲ τοὺς πολίτας ὑπερφρονῶν, καὶ μάλιστα εἰς τοὺς τῆς βουλῆς ἐξέχοντας. Τοῖς μὲν γὰρ στρατευομέ νοις προσφιλὴς ἦν, καὶ χώρας αὐτοῖς νέμων, καὶ τῶν λαφύρων διδούς· πρὸς δὲ τὴν γερουσίαν οὐχ ὁμοίως διέκειτο· ὅθεν μισήσαντες αὐτὸν καὶ περιέχοντες ἐν τῷ βουλευτηρίῳ δημηγοροῦντα διεσπάραξάν τε καὶ διέφθειραν. Συνήρατο δὲ αὐτοῖς πρὸς τὸ λαθεῖν ζάλη μεγίστη τοῦ ἀέρος καὶ ἔκλειψις ἡλίου· ὅπερ ποῦ καὶ ὡς ἐγεννᾶτο γέγονε. Καὶ ὁ μὲν Ῥωμύλος αὐταρχήσας ζʹ καὶ λʹ ἔτη τοιοῦτον ἔσχε τὸ τέλος. Ἀφανισθέντος τε οὕτως αὐτοῦ, τὸ πλῆθος καὶ οἱ στρατιῶται μάλιστα ἐκεῖνον ἐζήτουν. Αὐτοὶ δ' ἐν ἀπόρῳ ἦσαν, μήτε ἐξειπεῖν τὸ πραχθὲν ἔχοντες, μήτε βασιλέα καταστῆσαι δυνάμενοι. Ταρασσομένων οὖν αὐτῶν, καί τι παρασκευαζομένων δράσαι, Ἰούλιός τις Πρόκλος, ἀνὴρ ἱππεὺς, στειλάμενος, ὡς καὶ ἑτέρωθέν ποθεν ἥκων, εἰσεπήδησεν ἐν τῷ μέσῳ, καὶ ἔφη· «Μὴ λυπεῖσθε Κυιρῖται· ἐγὼ γὰρ αὐτὸς τὸν Ῥωμύλον εἰς τὸν οὐρανὸν ἀνιόντα εἶδον· καί μοι ἔφη, εἰπεῖν τε ὑμῖν ὅτι θεὸς ἐγένετο, καὶ ὅτι Κυιρῖνος ὀνομάζεται, καὶ προσπαραινεῖσθαι ὑμῖν βασιλέα τε πάντως εὐθὺς ἑλέσθαι τινὰ, καὶ τούτῳ πολιτεύματι κεχρῆσθαι.» Λεχθέντων τούτων, ἅπαντες ἐπίστευσαν, καὶ τῆς ταραχῆς ἀπεπαύσαντο· εὐθέως τε ναὸν Κυιρίνῳ ᾠκοδόμησαν, καὶ πᾶσι μὲν ἐδόκει βασιλεύεσθαι, οὐ μέντοι καὶ ὡμοφρόνουν· οἵ τε γὰρ καταρχὰς Ῥωμαῖοι καὶ οἱ ἐκ τῶν Σαβίνων προσοικισθέντες, ἑκάτεροι ἐξ ἑαυτῶν βασιλέα γενέσθαι ἠξίουν· ἐκ τούτου τε ἀναρχία συνέβαινεν. Ἐνιαυτὸν γοῦν ὅλον ἡ σύγκλητος τὸ κῦρος τῶν κοινῶν εἶχε πραγμάτων, πενθήμερον ἀρχὴν τοῖς ἐπιφανεστάτοις τῶν βουλευτῶν ἐκ διαδοχῆς κατανέμουσα, οὓς μεσοβασιλεῖς ὠνόμασεν. 33 Exc. Salmas.: Νουμᾶς ὁ βασιλεὺς ἐκέλευσεν ἐν τοῖς ὑποδήμασι Ῥωμαίων τῶν πατρικίων τυποῦσθαι τὸ Ῥωμαϊκὸν κάππα, ὃ παρὰ τοῖς Ἕλλησιν ἐστὶ ῥὼ, οἳ διὰ τὸ τῶν κοινῶν ἐπιμελεῖσθαι πατέρων ἔσχον ἐπωνυμίαν. Ἐφόρουν οὖν οἱ πατρίκιοι τὰ καππάγια, ὡς οὐκ ἐξὸν ἄλλως ὁρᾶσθαι τῷ βασιλεῖ. (2) Ὁ αὐτὸς πρῶτος ἀπὸ χαλκοῦ καὶ σιδήρου ἐποίησεν ἀσσάρια, τῶν πρὸ αὐτοῦ δι' ὀστρακίνων καὶ σκυτίνων τὴν χρείαν πληρούντων, ἅπερ ἀπὸ τοῦ οἰκείου ὀνόματος νουμία ἐκάλεσε. Τὸ δεσμωτήριον (?) τὸ νούμερον καὶ τὰ ὀρύγματα οἱ ὑπόνομοι ἀπὸ τοῦ Νουμᾶ τοῦ βασιλέως ὀνομάζονται, ὡς πρώτου ἐπινοησαμένου αὐτά. 34 Exc. De ins.: Ὅτι Πρίσκος Ταρκύνιος ὁ τῆς Ῥώμης βασιλεὺς τριακοστῷ καὶ ὀγδόῳ τῆς βασιλείας ἔτει ὑπὸ τῶν Μαρκίου παίδων, τοῦ πρότερον δυναστεύσαντος τῆς Ῥώμης, ἀναιρεθεὶς, ὁμοῦ τε τῆς βασιλείας καὶ τοῦ βίου παύεται. 35 Ibid.: Ὅτι Σέρβιος Τούλλιος ἐπὶ βιωφελεστάταις πράξεσι κοσμούμενος, τετάρτῳ καὶ τεσσαρακοστῷ τῆς ἀρχῆς ἔτει διαφθείρεται, δολοφονηθεὶς ὑπὸ Ταρκυνίου Σουπέρβου, συνοικοῦντος μὲν τῇ αὐτοῦ Σερβίου θυγατρὶ Τουλλίᾳ, ἕλκοντος δὲ τὸ γένος ἀπὸ Ταρκυνίου Πρίσκου τοῦ πρὸ Σερβίου βασιλεύσαντος· συνεφαψαμένης, ὥς φασι, τῆς γυναικὸς τοῦ μιάσματος, καὶ χεῖρας ἐναγεῖς τῷ τοῦ πατρὸς προσενεγκούσης φόνῳ. 36 Exc. De virt.: Ὅτι Ταρκύνιος Σούπερβος τῆς ἀρχῆς ἐπιλαβόμενος μετεκαίνισεν ἐπὶ τὸ αὐθαδέστερον, καὶ βαρυτέραν τὴν πολιτείαν ἀπέφηνεν, οἷα δὴ ἐκ τοιούτων παρελθὼν εἰς τὴν ἡγεμονίαν δραμάτων· τούς τε νόμους μεταθεὶς, καὶ ἄρχοντας παρὰ τὸ σύνηθες προβαλλόμενος, καὶ δι' αὐτῶν τὸν δῆμον αἰκιζόμενος, δεσμά τε καὶ μάστιγας, κλοιοὺς ξυλίνους καὶ σιδηροῦς, πέδας, ἀλύσεις, μέταλλα καὶ ἐξορίας ἐφευρών· φιλοπόλεμός τε εἰ καί τις ἄλλος πώποτε γέγονεν, ὑπερόπτης τε καὶ ἀλαζών· ὅθεν καὶ τὴν ἐπωνυμίαν ταύτην ἀπηνέγκατο· Σουπέρβους γὰρ τοὺς ὑπερηφάνους ὠνόμαζον Ῥωμαῖοι. 37 Exc. De insid.: Ὅτι Ταρκύνιος Σούπερβος ἤδη γέρων ὢν ἐκπίπτει τῆς δυναστείας, πάλαι μὲν ἀδήλως διὰ τὸν τρόπον μισούμενος, τότε δὴ καὶ νεύσαντος τοῦ πλήθους ἐς φανερὰν ἀπόστασιν τῇ τοῦ ὁμωνύμου παιδὸς ἀκολασίᾳ. Ὁ μὲν γὰρ ἔτυχεν τὴν Ἀρδεατῶν περικαθήμενος πόλιν καὶ (λ. δέκα) πρὸς τοῖς ρʹ σταδίοις τῆς Ῥώμης ἀπῳκισμένην. Ταρκύνιος δὲ, ὁ τοῦ βασιλέως ὁμώνυμος, Λουκρητίαν γυναῖκα, γένους παρὰ Ῥωμαίοις γνωριμωτάτου, Κολλατίνῳ συνοικοῦσαν, ἐμίανεν. Ἐπανελθούσης, καὶ τῷ πατρὶ τῇ τε λοιπῇ κατεμήνυσε συγγενείᾳ τῷ τε ἀνδρί, ἐπαρασαμένη τε πολλὰ τοῖς ἀφ' αἵματος, εἰ τὴν συμφορὰν αὐτῆς καταλείποιεν ἀτιμώρητον, σπασαμένη τὸ ξίφος, ὅπερ ὑπὸ τοῖς κόλποις ἀφανῶς ἔφερεν, ἑαυτὴν ἐν ὄψει τῶν παρόντων κατειργάσατο. Τοῦτο δὲ τούς τε ἄλλους εἰς ὀργὴν ἀνῆψεν ἐλέῳ τῆς ἀνθρώπου (παρῆσαν γὰρ οὐκ ὀλίγοι Ῥωμαίων ἐπὶ θέαν τοῦ πάθους), καὶ οὐχ ἥκιστα Βροῦτον, προσήκοντα μὲν κατὰ γένος ἐκείνῃ, ἄνδρα δὲ δημοτικόν τε καὶ μισοτύραννον, ὃς μάλιστα τὸ πλῆθος εἰς τὴν τῶν βασιλέων ἤγειρεν ἀπόστασιν, ἀφείλετό τε τῆς ἐξουσίας παντελῶς τὸν Ταρκύνιον. Ἅμα γὰρ τῇ κατὰ τὴν πόλιν ἐπαναστάσει καὶ ἡ πρὸς τὴν Ἄρδεαν οὖσα στρατιὰ τῶν Ῥωμαίων, ἀπολιποῦσα τὸν τύραννον ᾤχετο, οὐδὲν οὔτε ἀνακαλοῦντος οὐδὲ μένειν δεομένου πεφροντικυῖα. Ταρκύνιος δὲ τοῖς παροῦσιν ἀμηχανῶν ἤλαυνεν ἐπὶ τὴν Ῥώμην, ὡς παύσων τῇ παρόδῳ τὴν ταραχὴν, καὶ τὴν δυναστείαν μετὰ πειθοῦς ἀναληψόμενος. Ἀπεωσθεὶς δὲ ὑπὸ τῶν πολιτῶν, ἀπεχώρει σὺν τοῖς οἰκείοις, βασιλεύσας ἔτη δʹ πρὸς τοῖς κʹ. Καθ' ὃν δὴ χρόνον ἡ πόλις ἀπελύθη τῆς τυραννίδος, ἑπτὰ μὲν δυναστῶν ἐφεξῆς ἀνασχομένη, τρία δὲ καὶ μʹ καὶ σʹ κατὰ μοναρχίαν ἔτη πολιτευσαμένη, συνεσταλμένων αὐτῇ τῶν τῆς ἀρχῆς ὅρων ἔτι, οὐ πέρα τε σταδίων ρʹ, ἔνθα δὴ μήκιστον, ἐκτισμένων. Ἐντεῦθεν ἐγένοντο βʹ κονσοῦλοι, οὓς Ἕλληνες ὑπάτους διὰ τὴν ὑπεροχὴν ἐκάλεσαν. 38 ιβιδ.: Ὅτι Δαρεῖος ὁ Περσῶν βασιλεὺς Ἀρσάμου παῖς, μέχρι τῆς κατὰ Βιθυνίαν Χαλκηδόνος τὰς στρατιὰς προβιβάσας, ὑπὸ πολλῶν τε βασιλέων δορυφορούμενος, καὶ μεγίσταις ἐντρυφῶν παρατάξεσι, τὸν μὲν ὑπὸ Βαγώου τοῦ προκοίτου θάνατον διαφυγὼν, αὐτόν τε τὸ προσφερόμενον πιεῖν ἀναγκάσας φάρμακον, παραχρῆμα διέφθειρεν. Καὶ ὁ μὲν Βαγώας δίκας ὑποστὰς ὧν περὶ τοὺς προτέρους ἥμαρτε βασιλέας, Ἄρσαμόν τε καὶ Ὦχον, ὑπὸ τοῦ ἰδίου φαρμάκου ἀναιρεῖται· ὁ δὲ Δαρεῖος ἓξ ἔτη πρὸς δυσὶ μησὶ δυναστεύσας, ἅμα τῷ βίῳ καὶ τὴν βασιλείαν κατέλυσεν. 39 Exc. Salm.: Δαρεῖος ὁ υἱὸς Ἀρσάμου, ὃν ὁ Μακεδὼν καθεῖλεν Ἀλέξανδρος, προσαχθείσης αὐτῷ κύλικος ὑπὸ Βαγώου τοῦ εὐνούχου, ἠνάγκασεν αὐτὸν πιεῖν, καὶ πιὼν ὁ Βαγώας ἀπέθανεν. 2. Ὅτι κατὰ τοὺς Ἀβραὰμ χρόνους Νῖνος καὶ Σεμίραμις ἐβασίλευον. Φαραὼ τινὸς βασιλέως Αἰγύπτου πολλοὺς τῶν προσοίκων καταγωνισαμένου, καὶ τοὺς λῃστρικοὺς ἄνδρας μεταρρυθμίσαντος πρὸς τὸ φιλάν θρωπον, καὶ οἱ λοιποὶ βασιλεῖς Αἰγύπτου εἰς τιμὴν ἐκείνου Φαραὼ ἐκαλοῦντο. Ἐβασίλευσαν ἐν Αἰγύπτῳ καὶ οἱ καλούμενοι ποιμένες· κατάγεσθαι δὲ δοκοῦσιν ἀπὸ τῶν υἱῶν Ἰακὼβ ὄντων ποιμένων. 40 Exc. De insid.: Ὅτι ἐπὶ Δαρείου τοῦ βασιλέως Περσῶν, Φιλίππου τῆς Μακεδονίας βασιλεύοντος χρόνους αʹ καὶ κʹ, πολλήν τε τῆς Ἑλλάδος καταστρεψαμένου μοῖραν, καὶ τοῦ τε πρὸς Ἀθηναίους καὶ τὸν στρατηγὸν Δημοσθένην ἐχομένου πολέμου ἐκκοπεὶς πρότερον τὸν δεξιὸν ὀφθαλμὸν, ὑπὸ Παυσανίου τοῦ ὑπασπιστοῦ διαφθείρεται ἐν θεάτρῳ· κινήσεώς τε μεγίστης τῶν στρατιωτῶν ἐπὶ τῷ θανάτῳ τούτου γενομένης, ἔμεινεν ἡ ἀρχὴ τετραετίαν γυμνή. 41a Suidas v. Ἀλέξανδρος: Ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν θαυμαστὸν βίον ἐβίωσε. Πίστιν δὲ τοῖς εἰρημένοις ἐχέγγυον ἡ τῶν ἀγώνων παρέσχε πρᾶξις. Οὐδὲ γὰρ ἔστιν εὑρεῖν ἐν παντὶ τῷ τοῦ κόσμου κύκλῳ ἕνα ἄνδρα τοσούτοις κατορθώμασι πλεονεκτοῦντα. Τοῖς τε γὰρ ἀρίστοις ἀνδράσιν εἴς (τε) λόγους οὐ μείων τῶν εἰς ἄκρον ἐπαινουμένων εὑρέθη, πρός τε τὰ πολέμια διελθὼν θαυμαστὰ μᾶλλον ἢ πειθοῦς ἄξια διεπράξατο. Καὶ πρὸς Δαρεῖον τὸν Περσῶν βασιλέα συνάψας πόλεμον, τοῦτον κατακράτος νικᾷ. Κἀκεῖνος αἰτεῖται εἰς διαλλαγὰς ἐλθεῖν καὶ δοῦναι αὐτῷ καὶ τὴν θυγατέρα Ῥωξάνην πρὸς γάμου κοινωνίαν. Ὁ αὐτὸς πάντα τὰ ἔθνη καταστρεψάμενος διεφθάρη τὸν νοῦν, etc. Exc. De virt.: Ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν τὴν τῶν Περσῶν βασιλείαν καθελὼν καὶ τὸν Δαρεῖον ἀνελὼν διεφθάρη τὸν νοῦν, καὶ πρὸς τὰς τοῦ σώματος ἡδονὰς διωλίσθησε, Περσικήν τε στολὴν ἐνδυσάμενος, μυρίοις δὲ νέοις δορυφορούμενος, τριακοσίαις τε παλλακαῖς χρώμενος, ὡς τὴν Μακεδονικὴν πᾶσαν τῶν βασιλέων συνήθειαν εἰς Πέρσας μεταρρυθμίσαι, ἐντεῦθέν τέ τινας τῶν ἰδίων διαβληθέντας ἀνελεῖν, Λαγχέα μὲν καὶ Παρμενίωνα τοῦ στρατοπέδου ἐξάρχοντας τῆς τε Μακεδονικῆς νεολαίας οὐκ ὀλίγους. Suidas l. l: Ὕστερον δὲ εἰς Ἰνδίαν ἀφικόμενος ὑπὸ Κανδάκης τῆς βασιλίσσης συνελήφθη ἐν ἰδιώτου σχήματι. Καὶ εἶπεν αὐτῷ· «Ἀλέξανδρε βασιλεῦ, τὸν κόσμον παρέλαβες καὶ ὑπὸ γυναικὸς συνεσχέθης;» Καὶ εἰρήνην πρὸς αὐτὴν ἐποιήσατο, καὶ τὴν χώραν αὐτῆς ἀβλαβῆ διεφύλαξεν. 42a Exc. De ins.: Ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν, ὥς φησι Ἰωάννης ὁ Ἀντιοχεὺς, ἐπὶ τοσούτοις κατορθώμασιν ὑπὸ Κασάνδρου τοῦ ἰδίου στρατηγοῦ φάρμακον δεξάμενος τὸν βίον μετήλλαξεν. Suidas v. Ἀλέξανδρος: «Ὅτι ὁ αὐτὸς ὀκτακοσίοις ἀνδράσιν ἐνέτυχεν ὑπὸ Περσῶν πάλαι ἐν Ἑλλάδι ληφθεῖσιν, ἀκρωτηριασμένοις τὰς χεῖρας, οὓς μεγάλαις δωρεαῖς ἐφιλοφρονήσατο καὶ παρεμυθήσατο. Εἰς δὲ τὴν λίμνην τὴν ἐν Ἀλεξανδρείᾳ ἀφικόμενος τὸ διάδημα ἀπέβαλεν, ὄμβρου πολλοῦ καταρραγέντος, καὶ μόλις ἐπὶ τὴν γῆν διενήξατο. Καὶ ὑπὸ Κασάνδρου τοῦ ἰδίου στρατηγοῦ φάρμακον δεξάμενος ἐσπαράχθη. Καὶ οὕτως ἐπὶ τοσούτοις κατορθώμασι τὸν βίον μετήλλαξεν.