Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
HISTORIA CHRONIKE
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1.1
Exc. Salmasii in Crameri Anecd. Par. II: Ἀρχαιολογία Ἰωάννου Ἀντιοχέως, ἔχουσα καὶ διασάφησιν τῶν μυθευομένων.
1.1.2
Ὁ παρ' Ἕλλησιν ἀρχαῖος Ὤγυγος καὶ Φορωνεὺςὁ υἱὸς Ἰνάχου κατὰ τὴν διὰ Μωσέως ἀπ' Αἰγύπτου ἔξοδον τοῦ λαοῦ ἦσαν. Ἀπὸ γὰρ Ὠγύγου μέχρι τῆς νεʹ Ὀλυμπιάδος, ἤγουν μέχρι τοῦ Κύρου τοῦ Περσῶν βασιλέως ἔτη ασλεʹ. Ὅτε τὸ Πάσχα καὶ ἡ τῶν Ἑβραίων ἔξοδος ἀπ' Αἰγύπτου ἐγένετο, ὁ ἐπὶ Ὠγύγου γέγονε κατακλυσμός. Καὶ εἰκότως· τῶν γὰρ Αἰγυπτίων ὀργῇ Θεοῦ χαλάζαις καὶ χειμῶνι μαστιζομένων, εἰκὸς ἦν μέρη τινὰ συμπάσχειν τῆς γῆς· ἔτι τε Ἀθηναίους τῶν αὐτῶν Αἰγυπτίοις ἀπολαύειν εἰκὸς ἦν, ἀποίκους ἐκείνων ὑπονοουμένους, ὥς φασιν. Ὅτι δὲ Ὠγύγῳ συνήκμαζε Μωσῆς, Πολέμων fr. 13 ἐν πρώτῳ Ἱστοριῶν Ἑλληνικῶν ἱστορεῖ λέγων· «Ἐπὶ Ἄπιδος του Φορωνέως μοῖρα τοῦ Αἰγυπτίων στρατοῦ ἐξέπεσεν Αἰγύπτου, οἳ ἐν τῇ Παλαιστίνῃ καλουμένῃ Συρίᾳ οὐ πόρρω Ἀραβίας ᾤκησαν.» Δῆλον δὲ ὅτι τούτους φησὶ τοὺς μετὰ Μωσέως ἐξελθόντας ἐκεῖθεν Ἑβραίους. 2. Οἱ Ἀναξαγόρειοι τὴν Ἀθηνᾶν εἰς τὴν τέχνην ἀλληγοροῦσιν, ὅθεν καὶ τὸ, Ὀλλυμένων χειρῶν ἔρρει πολύμητις Ἀθήνη. (3) Ὁ Ἀϊδωνεὺς βασιλεὺς ἦν Μολοττῶν, παμμεγέθη κύνα ἔχων Κέρβερον, ὃς διεχρήσατο Πειρίθουν· τὸν δὲ Θησέα Ἡρακλῆς ἐρρύσατο. Διὰ δὲ τοῦ κινδύνου τὸ προῦπτον ἐξ ᾅδου ἀναγαγεῖν αὐτὸν Ἡρακλῆς ἐμυθεύθη. (4) Ἀπὸ Ἀτθίδος τῆς Κραναοῦ τοῦ αὐτόχθονος θυγατρὸς ἡ Ἀττικὴ ἐκλήθη. (5) Τριπτόλεμος μακρῷ πλοίῳ προσβάλλων ταῖς πόλεσι, καὶ τὸν σῖτον διαδιδοὺς, πτερωτὸς ὄφις ἐμυθεύθη· εἰκὸς δὲ καὶ τὴν ναῦν τοιούτου σχήμα τος εἶναι. (6) Τὴν Ὠρείθυιαν ὁ Ἀστρέου (l. Ἀστραίου) Βορέας ὁ Θρᾲξ ἥρπασεν, οὐχ ὁ ἄνεμος. (7) Ὁ Φρίξου μυθώδης κριὸς πλοῖον ἦν οὕτω καλούμενον, ἢ ὁ διασώσας αὐτὸν τροφεύς. (8) Ἡ Γοργὼν ἑταίρα ἦν εὔμορφος διὰ κάλλος ἐξιστῶσα τοὺς θεατὰς, ὡς ἀπολιθοῦσθαι δοκεῖν· καὶ ὁ Πήγασος αὐτῆς ἦν κτῆμα, ἵππος ὀξὺς ὤν· Παλαίφατος δὲ Βελλεροφόντου τοῦτό φησι πλοῖον. 9. Ὅτε Κάδμος ἔκτιζε Θήβας, οἱ πλησιόχωροι ἐνέπεσον ἐξαίφνης αὐτῷ, καὶ διὰ τὸ πανταχόθεν συρρεῖν, Σπαρτοὶ ὠνομάσθησαν. (10) Οἱ παρ' Ἀμφίονος θελγόμενοι λίθοι ἠλίθιοί τινες ἦσαν ἀκροαταί. (11) Δαίδαλος ἔδοξεν ἀγάλματα κινούμενα ποιεῖν διὰ τὸ πρῶτον διαστῆσαι τοὺς πόδας αὐτῶν, τῶν ἄλλων συμπεφυκότας ποιούντων· ὃς φεύγων Μίνωα, διὰ τὸ ἀνεύρετον ἔδοξεν ἀποπτῆναι, πλοίου τυχὼν ἅμα τῷ υἱῷ Ἰκάρῳ. (12) Ἡ Σφὶγξ γυνὴ οὖσα Κάδμου διὰ ζῆλον Ἁρμονίας ἀπέστη, καὶ Θηβαίοις ἐπολέμει· Οἰδίπους δὲ ἐπιστρατεύσας, εἷλεν αὐτήν. (13) Ὅτε Σαμψὼν ἡγεῖτο τοῦ λαοῦ, Ἡρακλῆς ἐτέλει τοὺς ἄθλους· ἰσχυρὸς δὲ ὢν, ἄτεχνος ἦν παλαιστής· ὁ δὲ Ἀνταῖος ἔμπειρος τῶν παρὰ τοῖς παλαισταῖς χαμαὶ καλουμένων, ὡς ὑπὸ γῆς τῆς μητρὸς βοηθεῖσθαι δοκεῖν. Ταῦτα φεύγων ὁ Ἡρακλῆς, ζώσας αὐτὸν τοῖς ἅμμασι, καὶ μετέωρον ἄρας ἀπέκτεινε. (14) Λέγει Πλάτων καὶ τὴν ὕδραν σοφίστριαν εἶναι δεινήν. (15) Οἱ Κένταυροι Θεσσαλῶν ἦσαν ἱππεῖς ἄριστοι. 16. Τὸν Μινόταυρον θηρίον μυθεύονται καταθοινώμενον παῖδας Ἀττικούς· στρατηγὸς δὲ ἦν ὁ Μίνως (λ. ἦν Μίνωος), Ταῦρος καλούμενος διὰ τὸ θυμοειδὲς καὶ τοῦ τρόπου τὸ ἄγριον. Ἐπεὶ δὲ Μίνως ἀγῶνα ἐτίθει ἐπ' Ἀνδρόγεῳ, ὃν ἀπέκτειναν Ἀθηναῖοι, ἐδίδουν αὐτῷ ἔπαθλα παῖδας Ἀττικοὺς, ὡς νικῶντι πάντας· ἰσχυρὸς γὰρ ἦν. Ὡς δὲ τοῦ ἀγῶνος μετείληφε καὶ Θησεὺς καὶ ἐνίκησε Μίνωα, ἐπαύθη τὸ κατὰ τοὺς παῖδας. (17) Ἡρακλῆς εἰς λοιμὸν ἐμπεσὼν εἰς πυρὰν ἥλατο. Ἡ μυθευομένη Σκύλλη τριήρης ἦν Τυρρηνῶν ληιζομένων τοὺς παραπλέοντας· αἱ δὲ Σειρῆνες ἑταῖραι ἐπιβουλεύουσαι τοῖς παραπλέουσι. (18) Φασί τινες Ὅμηρον καὶ Ἡσίοδον Δαυὶδ συνακμάσαι, οἱ δὲ ὀλίγῳ πρότερον, οἱ δὲ μετὰ ταῦτα γενέσθαι. 19. Ξάνθου τοῦ Βοιωτοῦ Θυμοίτην εἰς μονομαχίαν προκαλουμένου, μὴ ὑπακούσαντος αὐτοῦ, ὁ Ἀνδροπόμπου υἱὸς Μέλανθος Πύλιος τὸ ἐκείνου σχῆμα ἀναλαβὼν, ἐμονομάχησε καὶ νενίκηκεν· ὅθεν ἡ τῶν Ἀπατουρίων ἑορτή. 20. Ἐπ' Ἀρχεμόρῳ τὰ Νέμεα πρὸς τῶν Ἀργείωνἄγεται· ἐπὶ Μελικέρτῃ ὑπὸ Κορινθίων τὰ Ἴσθμια· ὑπὸ Δελφῶν τὰ Πύθια ἐπὶ Δελφύνῃ τῷ δράκοντι· οἱ δέ φασιν ἐπὶ Δελφύνῃ ἀρχαίᾳ ἡρωΐδι. Ἀπὸ τῆς ἁμίλλης τῶν Ἀεθλίου παίδων ἀθληταὶ ἐκλήθησαν οἱ ἀγωνισταί. 21. Αἰγύπτιοί φασιν ὡς Ἥφαιστος αὐτῶν ἐβασίλευσεν ἀπείρους τινὰς χρόνους· μετὰ τοῦτον Ἥλιος ὁ Ἡφαίστου ἔτη ξψοζʹ· μετ' αὐτὸν Σῶς, ἤτοι Ἄρης, μεθ' ὃν Κὴβ τοῦ Ἡλίου, ἤτοι Κρόνος. Ὁ ἀπὸ Χὰμ τοῦ υἱοῦ Νῶε Μεστρὲμ εἰς Αἴγυπτον ἀπῳκίσθη, καὶ ἀπ' αὐτοῦ ἐκλήθη ἡ χώρα· τὸ γὰρ Μεστρὲμ Ἑβραϊστὶ Αἴγυπτον δηλοῖ. Ἐπὶ Βινώριος βασιλέως Αἰγύπτου φασὶ τὸν Νεῖλον μέλιτι αʹ ῥυῆναι. Ψίωψ ἑξαέτης ἀρξάμενος βασιλεύων διεγένετο μέχρις ἐτῶν ρʹ. 22. Σεμίραμις ἡ περιβόητος πολλαχοῦ τῆς γῆς ἤγειρε χώματα, προφάσει μὲν διὰ τοὺς κατακλυσμούς· τάδ' ἦσαν ἄρα τῶν ἐρωμένων ζώντων κατορυσσομένων οἱ τάφοι, ὡς Κτησίας ἱστορεῖ. 23. Σέσωστρις βασιλεὺς Αἰγύπτου θʹ ἔτεσι τὴν ἅπασαν Ἀσίαν ἐχειρώσατο, καὶ τῆς Εὐρώπης τὰ μέχρι Θρᾴκης· καὶ μνημόσυνα πεποίηκε τῆς τῶν ἐθνῶν ἁλώσεως, ἐπὶ μὲν τοῖς γενναίοις ἀνδρῶν, ἐπὶ δὲ τοῖς ἀγεννέσι γυναικῶν ταῖς στήλαις ἐγχαράσσων μόρια. 24. Ἐπὶ Βοκχόρεως βασιλέως Αἰγύπτου ἀρνίον ἐλά λησεν φωνῇ ἀνθρωπίνῃ, ὃν Σαβάκων ὁ Αἰθιόπων βασιλεὺς αἰχμάλωτον λαβὼν, ζῶντα κατέκαυσεν· οἱ δέ φασιν ὡς ἐξέδειρεν. 25. Σέλευκός τις ψευδόμενος ἐκ γένους εἶναι τοῦ μεγάλου Σελεύκου τῇ βασιλίσσῃ Βερενίκῃ συνεβασίλευεν· ὕστερον δὲ γνωσθεὶς ἰδιώτης εἶναι, ὑπ' αὐτῆς ἀνῃρέθη. 26. Ἀπὸ Αἰγιαλέως βασιλέως Σικυῶνος Αἰγιάλεια ἡ νῦν Πελοπόννησος. 27. Λεωνίδης μόνος καὶ πρῶτος ἐπὶ τέσσαρας Ὀλυμπιάδας στεφάνους ἔσχε δώδεκα. Χιόνου τοῦ Λάκωνος τὸ ἅλμα ποδῶν ἦν νβʹ. Πολυμνήστωρ ὁ Μιλήσιος ἐκ ποδῶν κατέλαβε λαγών. Καὶ Ἰουδαῖός τις ἱστορεῖται ταχίων δορκάδος γενέσθαι. Μίλων ὁ Κροτωνιάτης ἐνίκησεν Ὀλύμπια ἑξάκις, Ἴσθμια δεκάκις, Νέμεα ἐννάκις. 28. Ὁ Ὁλοφέρνης τοῦ δευτέρου Ναβουχοδονόσορ, ὃν Ἕλληνες Καμβύσην καλοῦσιν, ἦν στρατηγός. 2 Codex Paris. No. 1630, fol. 234: 1. Ἀπὸ τῆς ἐκθέσεως Ἰωάννου Ἀντιοχέωςτῆς περὶ χρόνων καὶ κτίσεως κόσμου πονηθείσης, ὥς φησιν, ἀπὸ βίβλων Μωσέως, Ἀφρικανοῦ, Εὐσεβίου, Παππίου καὶ Διδύμου καὶ ἑτέρων. 2. Πρῶτος ἐκ γῆς ἄνθρωπος πλασθεὶς ὁ Ἀδὰμ ἀπὸ θεοῦ εἶχε μέτρον ἡλικίας ποδῶν ςʹ μετὰ τῆς αὐτοῦ κεφαλῆς, ὡς εἶναι τὴν αὐτοῦ ἡλικίαν δακτύλων ςʹ· ἡ δὲ σπιθαμὴ αὐτοῦ εἶχε δακτύλους ιςʹ, ὁ δὲ πῆχυς αὐτοῦ δακτύλους κδʹ, ὁ δὲ ποῦς ιςʹ. Ἔζησε δὲ ἔτη λʹ. Ἡ δὲ τούτου γυνὴ ἐλέγετο Εὔα, καὶ ἐγέννησεν υἱοὺς τὸν Κάϊν, τὸν Ἄβελ καὶ τὸν Σὴθ, καὶ θυγατέρας τὴν Ἀζουρὰν καὶ τὴν Ἀσουάμ. 3. Ὁ δὲ Ἀδὰμ κατὰ κέλευσιν Θεοῦ ἔθηκεν ὀνόματα πᾶσι τοῖς τετραπόδοις καὶ πετεινοῖς καὶ ἀμφιβίοις καὶ ἑρπετοῖς καὶ ἰχθῦσι καὶ τοῖς ἑαυτοῦ τέκνοις· τὸ γὰρ ἑαυτοῦ ὄνομα καὶ τῆς αὐτοῦ γυναικὸς ἄγγελος Κυρίου εἶπεν αὐτοῖς. (4) Ὁ δὲ υἱὸς αὐτοῦ Σὴθ εἶχε σοφίαν ἀπὸ θεοῦ, καὶ κατὰ κέλευσιν θεοῦ ἔθηκεν ὀνόματα τοῖς ἄστροις πᾶσι καὶ τοῖς πέντε πλανήταις εἰς τὸ γνωρίζεσθαι ὑπὸ τῶν ἀνθρώπων· καὶ τὸν πρῶτον πλανήτην ἐκάλεσε Κρόνον, τὸν βʹ Ζῆνα, τὸν γʹ Ἄρεα, τὸν δʹ Ἀφροδίτην, τὸν εʹ Ἑρμῆν· τοὺς δὲ βʹ φωστῆρας τοὺς μεγάλους αὐτὸς ὁ Θεὸς ἐκάλεσεν. Ὁ αὐτὸς δὲ Σὴθ εὗρε καὶ τὰ ζʹ φωνήεντα ἐκ τῶν εʹ ἀστέρων καὶ τῶν βʹ φωστήρων, καὶ τὰ Ἑβραϊκὰ γράμματα. (5) Ἔλαβε δὲ Σὴθ γυναῖκα Ἀζουρὰν, καὶ ἐγένετο αὐτῶν γενεὰ πολλὴ ἐν τῇ γῇ ἀνδρῶν τε καὶ γυναικῶν. (6) Ἐν τοῖς μέσοις οὖν αὐτῶν χρόνοις μετετέθη Ἐνὼχ, ἕβδομος ὢν ἀπὸ Ἀδάμ. (7) «Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο,» ὥς φησι Μώσης. Καὶ ἐγέννησαν ἑαυτοῖς υἱοὺς τοὺς γίγαντας. (8) Ἔτη δὲ ἀπὸ Ἀδὰμ ἕως τοῦ ἐπιθυμῆσαι τοὺς υἱοὺς τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, βρκβʹ. 9. Ἐν τοῖς χρόνοις τούτοις σφαῖραν πυρὸς ἔπεμψεν ὁ θεὸς ἐκ τοῦ οὐρανοῦ κατὰ τῶν ὄντων ἐν τῇ Κελτικῇ χώρᾳ γιγάντων, καὶ ἔκαυσεν αὐτὴν καὶ αὐτούς. Καὶ εἰς τὸν Ἠριδανὸν ποταμὸν ἐνεχθεῖσα ἡ σφαῖρα ἐσβέσθη. (10) Τοῦτο ἱστοροῦσι τὸ πῦρ οἱ Ἕλληνες, καὶ λέγουσι τὸν υἱὸν τοῦ Ἡλίου εἶναι, ὃν Φαέθοντα εἶπον, πεπτωκότα ἐκ τοῦ ἅρματος εἰς τὴν γῆν. Καὶ ποιητικῶς μὲν οὕτω τὴν ἱστορίαν συνεγράψατο Ὀβίδιος, ἀληθέστερον δὲ εἶπεν ὁ Χαιρωνεὺς Πλούταρχος. (11) Τούτους ἰδόντες οἱ λοιποὶ γίγαντες κεραυνοβοληθέντας, ἔμειναν ἀπειθεῖς· καὶ ὀργισθεὶς ὁ Θεὸς εἶπεν· «Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν αὐτοῖς διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» (12) Τούτους Πείσανδρος, ποιητὴς Ἑλλήνων, ὠνόμασε δρακοντόποδας, ἐκ τῆς γῆς γεννηθέντας, καὶ τολμήσαντάς τινα κατὰ τῶν ὑψίστων θεϊκῶν δυνάμεων, ἕως τὸ θεῖον διαφόροις πληγαῖς ἠνάλωσεν. (13) Ὁ δὲ Σέρβιος εἶπεν ἐν βαθείᾳ πεδιάδι διάγοντας ἐσχηκέναι πόλεμον μετά τινων οἰκούντων ἐν ὑψηλοῖς ὄρεσι, καὶ ταῖς κοιλίαις συρομένους φονευθῆναι ὑπὸ τῶν ἐν τοῖς ὑψηλοῖς οἰκούντων. 14. Τότε ἐγένετο Νῶε, ἄνθρωπος ἀγαπώμενος ὑπὸ τοῦ Θεοῦ, καὶ ἐγένετο ὁ κατακλυσμὸς, καθὼς ἐν τοῖς Βιβλίοις φέρεται. Ἔτη ἀπὸ Ἀδὰμ ἕως τοῦ
1.2.1
Ἐν δὲ τῷ χβʹ ἔτει τῆς ζωῆς αὐτοῦ ἐξῆλθε Νῶε ἀπὸ τῆς κιβωτοῦ, καὶ πᾶσα ψυχὴ τοῦ γένους αὐτοῦ. Καὶ μετὰ τὸ παύσασθαι τὸν κατακλυσμὸν ἐκάθισεν ἡ κιβωτὸς, ὡς μὲν Πέργαμος συνεγράψατο, ἐν τοῖς ὄρεσι Ἀραρὰτ τῆς Πισιδίας ἐπαρχίας, ἧς μητρόπολις ἡ Ἀπάμεια· ὡς δὲ Ἰώσηπος καὶ ἄλλοι, ἐν τοῖς ὄρεσι Ἀραρὰτ τῆς Ἀρμενίας μεταξὺ Πάρθων καὶ Ἀρμενίων Ἀδιαβηνῶν. 15. Ἡ δὲ γενεὰ τοῦ Νῶε ἐτεκνοποίησε, καὶ ἐγένετο πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν, καὶ ἐποίουν πυργοποιΐαν· οἵτινες καὶ τὴν κατασκευὴν τῆς κιβωτοῦ ἐπιστάμενοι, πρῶτοι ἐποίησαν πλοῖα, καὶ ἐν τοῖς ὕδασι ἔθεντο αὐτὰ νήχεσθαι. Ἐγένετο οὖν ἀπὸ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιΐας ἔτη τοʹ. 16. Ἐγέννησε Σὴμ, υἱὸς Νῶε, τὸν Ἀρφαξὰδ, ἄνδρα σοφὸν, καὶ ὁ Ἀρφαξὰδ τὸν Καϊνὰν, ὅστις μετὰ τὸν κατακλυσμὸν συνεγράψατο τὴν ἀστρονομίαν, εὑρηκὼς τὰς τῶν ἄστρων ὀνομασίας ἐν πλακὶ λιθίνῃ ἐγγεγλυμμένας, ὡς Ἰώσηπος συνεγράψατο. Οἱ γὰρ τοῦ Σὴθ ἔγγονοι, ἄνδρες ὄντες θεοσεβεῖς καὶ προεγνωκότες τὴν τῶν ἀνθρώπων μέλλουσαν ἔσεσθαι φθορὰν ἤτοι ἐναλλαγὴν, ποιήσαντες στήλας βʹ, τὴν μὲν λιθίνην, ἑτέραν δὲ πλινθίνην, ἔγραψαν ἐν αὐτοῖς τὰ ἐκ τοῦ Σὴθ τοῦ πάππου αὐτῶν ἐκτεθέντα πάντα οὐράνια· λογισάμενοι ὅτι, εἰ μὲν δι' ὕδατος ἐναλλαγείη ὁ τῶν ἀνθρώπων κόσμος, ἡ λιθίνη στήλη μενεῖ καὶ τὰ ἐν αὐτῇ γεγραμμένα, εἰ δὲ διὰ πυρὸς, ἡ πλινθίνη στήλη μενεῖ. Ἥτις λιθίνη στήλη ἔμεινεν μετὰ τὸν κατακλυσμὸν εἰς τὸ Σίριδος ὄρος, ὡς Ἰώσηπος ἐξέθετο. 17. Διεμερίσθησαν αἱ φυλαὶ τῶν υἱῶν Νῶε. Καὶ ἔλαχεν ἡ φυλὴ τοῦ Σὴμ ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Εὐφράτου· ἡ δὲ τοῦ Χὰμ ἀπὸ Ῥινοκορούρων τῆς Αἰγύπτου ἕως μέρους τῆς δύσεως, καὶ πᾶσαν τὴν Λιβύην, τὸν Νεῖλον τὸν λεγόμενον Χρυσορρόαν ἕως Μαυριτανίας καὶ τῶν Ἡρακλεωτικῶν στηλῶν καὶ τῆς μεγάλης θαλάσσης τῆς Ἀδριανῆς. Ἡ δὲ τοῦ Ἰαφὲθ ἀπὸ Μηδίας τὴν ἐπὶ τὸν ἄρκτον ἕως Βριτταννικῶν νήσων καὶ πάντα τὰ τοῦ πόντου ἑ* (ἐπὶ?) τὸν Δάνουβιν καὶ τὸν Τάναϊν τοὺς ποταμοὺς, τὴν ἐπὶ Καυκάσια ὄρη καὶ Ἀβασγούς.* Ἀπὸ Τίγριδος καὶ ἕως τῆς Ποντικῆς θαλάσσης, τὰ ἀπὸ* τὸν Ῥόδον καὶ Κύπρον καὶ τὴν ἀ...... Διεμερίσθησαν δὲ αἱ φυλαὶ καὶ ἔμειναν ἔθνη οβʹ. 3 Exc. Salmas.: Ἐκ τῆς φυλῆς Σὴμ τοῦ υἱοῦ Νῶε ἐγένετό τις Νεβρὼ κυνηγὸς πρῶτος, ὃν οἱ Ἀσσύριοι ἀποθεώσαντες ἔταξαν ἐν τοῖς ἄστροις, καὶ καλοῦσιν Ὠρίωνα, διὸ καὶ τὸν κύναστρον αὐτῷ συνῆψαν.– Ἐκλήθη δὲ ὑπὸ τῶν ἐπιχωρίων καὶ Κρόνος, καὶ ἔλαβε γυναῖκα τὴν Σεμιράμιδα, ἣ Ῥέα ἐκλήθη, καὶ ἔσχεν ἐξ αὐτῆς Πῖκον τὸν καὶ Δία, καὶ Ἥραν καὶ ἄλλους παῖδας. Οὗτος ἐάσας τὸν Δία τῶν Ἀσσυρίων κρατεῖν, ἀπῆρεν ἐπὶ δύσιν, καὶ ἔσχεν υἱὸν Ἄφρον, ᾧπερ ἔδωκε τὴν Λιβύην· ἐξ οὗ καὶ ἡ Ἀφρική· ἔσχε δὲ οὗτος ὁ ἌφροςἈφροδίτην θυγατέρα. Ὁ δὲ Ζεὺς ἐάσας τὴν Ἀσσυρίωνἀρχὴν τῷ ἀδελφῷ Νίνῳ, πρὸς τὸν πατέρα Κρόνον ἀπήρθη· καὶ ἐκράτησεν ἐκεῖ, παραχωρήσαντος αὐτῷ τοῦ πατρὸς, καὶ ἀφανοῦς γενομένου. Νῖνος δὲ ἔγημεν Ῥέαν τὴν καὶ Σεμίραμιν, τὴν οἰκείαν μητέρα· ἐξ οὗ ὁ νόμος παρὰ Πέρσαις γαμεῖν τὰς μητέρας. Τότε ἐφάνη καὶ Ζωροάστρης ὁ ἀστρονόμος, ὅστις ηὔξατο ὑπὸ πυρὸς οὐρανίου τελευτῆσαι, εἰπὼν Ἀσσυρίοις τὴν ἑαυτοῦ τέφραν τηρεῖν· οὕτω γὰρ αὐτῶν τὴν βασιλείαν μὴ ἐκλείπειν. 4 Codex. Paris. 1630: Ἐκ τῆς φυλῆς τοῦ Σὴμ ἐγεννήθη ὁ Χοὺς ὀνόματι Αἰθίοψ, ὅστις ἐγέννησε τὸν Νεβρὼδ γίγαντα τὸν τὴν Βαβυλωνίαν κτίσαντα, ὃν λέγουσιν οἱ Πέρσαι ἀποθεωθέντα καὶ γενόμενον ἐν τοῖς ἄστροις τοῦ οὐρανοῦ, ὃν καλοῦσι Ὠρίωνα. Οὗτος πρῶτος (καὶ) κατέδειξε τὸ κυνηγεῖν.– Ἐκ δὲ τῆς αὐτῆς φυλῆς τοῦ Σὴμ, τοῦ πρώτου υἱοῦ τοῦ Νῶε, ἐγεννήθη ὁ Κρόνος. 2. Περὶ τῶν λεγομένων παρ' Ἕλλησι θεῶν. Γεννηθεὶς δὲ ὁ τοιοῦτος Κρόνος ἐγεννήθη ἄνθρωπος γιγαντογενής· ἐπεκλήθη δὲ Κρόνος ὑπὸ τοῦ ἰδίου πατρὸς εἰς τὴν ἐπωνυμίαν τοῦ πλανήτου ἀστέρος. Ἐγένετο δὲ δυνατὸς καὶ πικρός· ὅστις πρῶτος κατέδειξε τὸ ἄρχειν ἐπὶ τῆς γῆς. Ἐβασίλευσε δὲ Ἀσσυρίας ἔτη πολλά. Εἶχε γυναῖκα Σεμίραμιν τὴν καὶ Ῥέαν καλουμένην παρὰ τοῖς Ἀσσυρίοις διὰ τὸ καὶ αὐτὴν εἶναι ὑπερήφανον καὶ ἀλαζόνα ἐκ τῆς αὐτῆς φυλῆς. 3. Ἔσχε δὲ Κρόνος υἱὸν ὀνόματι Πῖκον, ὅστις ὑπὸ τῶν γονέων ἐκλήθη Ζεὺς, εἰς ὄνομα καὶ αὐτὸς τῆς ἐπωνυμίας τοῦ πλανήτου ἀστέρος. 4. Ἔσχε δὲ καὶ ἕτερον υἱὸν ὀνόματι Νῖνον καὶ θυγατέρα Ἥραν. Ἔλαβε δὲ εἰς γυναῖκα Πῖκος ὁ καὶ Ζεὺς τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν, Ἥραν, ἣν καὶ ζυγίαν Νέμεσιν ἐκάλουν τινὲς εὐχαριστοῦντες αὐτῇ ὡς ἀγαθῇ καὶ δικαίᾳ. Ἔσχε δὲ ἐξ αὐτῆς ὁ Πῖκος Ζεὺς υἱὸν, ὃν ὠνόμασε Βῆλον διὰ τὸ ὀξύτατον εἶναι. Ὁ δὲ προπάτωρ Κρόνος ἐάσας τὸν αὑτοῦ υἱὸν Πῖκον ἐν τῇ Ἀσσυρίᾳ, καὶ τὴν ἑαυτοῦ γυναῖκα Ῥέαν, καὶ λαβὼν πολλὴν βοήθειαν ἀνθρώπων, ἀπῆλθεν εἰς τὴν δύσιν ἀβασίλευτον οὖσαν, καὶ ἐκράτησεν αὐτῆς ἔτη πολλά· καὶ ἔσχε ἐκεῖ γυναῖκα ὀνόματι Φιλύραν, ἐξ ἧς ἔσχε υἱὸν Ἄφρον· ὃς Ἄφρος γαμήσας Ἀστυνόμην ἐγέννησε θυγατέρα, ἣν ἐκάλεσεν Ἀφροδίτην, εἰς ὄνομα καὶ αὐτὴν τοῦ πλανήτου ἀστέρος, φιλόσοφον γενομένην, ἥτις γαμηθεῖσα Ἀδώνιδι Ἀθηναίῳ, καὶ αὐτῷ φιλοσόφῳ, ἐκεῖνοι ὁμοῦ φιλοσοφοῦντες ἄχρι θανάτου. Ἔσχε δὲ ἐκ τῆς αὐτῆς Φιλύρας ὁ Κρόνος καὶ ἄλλον υἱὸν Χείρωνα, φιλόσοφον καὶ αὐτόν. 5. Βασιλεύσας δὲ Πῖκος ὁ καὶ Ζεὺς ἐν Ἀσσυρίᾳ ἔτη λʹ, καὶ ποιήσας Βῆλον βασιλέα Ἀσσυρίων ἀπῆλθεν ἐπὶ τὴν δύσιν, ἐπὶ τὸν ἑαυτοῦ πατέρα Κρόνον. Ὁ δὲ Κρόνος ταλαιπωρήσας χρόνῳ κατέστησε βασιλέα τὸν ἑαυτοῦ υἱὸν Δία. Καὶ ἐβασίλευσε Ζεὺς ἔτη ξ*. 6. Μετὰ δὲ Βῆλον βασιλεύσαντα ἔτη ξ βʹ ἐκράτησε Νῖνος, ὁ ἄλλος υἱὸς Κρόνου, ὅστις καὶ τὴν ἑαυτοῦ μητέρα Σεμίραμιν ἔλαβε γυναῖκα. Ἐξ οὗ νόμος Πέρσαις γαμεῖν τὰς ἑαυτῶν μητέρας καὶ τὰς ἀδελφάς. Καὶ τελευτᾷ ὁ Κρόνος. Ὁ δὲ Νῖνος ἐπικρατὴς γενόμενος τῆς Συρίας κτίζει τὴν Νινευὶ πόλιν Ἀσσυρίων. 5 Exc. Salmas.: Μετὰ Νῖνον ἐβασίλευσε Θούρας, ὃν Ἄρεα ὠνόμασαν· ἦν δὲ σφόδρα δεινὸς καὶ πολεμικὸς, καὶ προσεκύνησαν αὐτῷ Ἀσσύριοι ὡς θεῷ, ὀνομάσαντες αὐτὸν Βῆλον, ἤτοι Ἄρεα πολέμων θεόν. Ὁ δὲ Ζεὺς ἐν τῇ δύσει Φαῦνον τὸν καὶ Ἑρμῆν γεννᾷ, καὶ θανὼν θάπτεται ἐν Κνωσσῷ τῆς Κρήτης. Οὗτος ὁ Ἑρμῆς εὗρε μέταλλα χρυσοῦ καὶ ἀργύρου, διὸ καὶ πλουτοδότης ἐκλήθη, καὶ ἐβασίλευσεν Αἰγύπτου μετὰ Μεστρέμ. Μετὰ δὲ Ἑρμῆν ἐβασίλευσεν Αἰγύπτου Ἥφαιστος, ὃς πολεμῶν ἐπλήγη τὸν πόδα, καὶ γέγονε χωλός. Ἐνομοθέτησε δὲ οὗτος πρῶτος μονανδρίαν ταῖς γυναιξὶ, καὶ δι' εὐχῆς ὀξυλάβην ἀπὸ τοῦ ἀέρος ἐδέξατο, καὶ κατεσκεύασεν ἀπὸ σιδήρου πολεμικὰ ὅπλα. Μετὰ Ἥφαιστον Ἥλιος ὁ υἱὸς αὐτοῦ καὶ οὗτος* Αἰγύπτου, ὃς τὴν τοῦ πατρὸς φυλάττων νομοθεσίαν, εὑρὼν μοιχευομένην γυναῖκα, ἐθριάμβευσεν αὐτήν· ὃ Ὅμηρος εἰς μῦθον μετέβαλε. Σέσωστρις βασιλεὺς Αἰγύπτου ἐκ φυλῆς Χὰμ ἐκράτησε πάσης Ἀσίας, καὶ κατῴκισεν (κατῴκησεν?) ἐν τῇ Ἀσσυρίων χώρᾳ. 6 Cod. Paris. 1630: Μετὰ δὲ Νῖνον ἐβασίλευσε Ἀσσυρίων Θούρας, ὅντινα μετεκαλέσατο ὁ τούτου πατὴρ Ζάμης, ὁ τῆς Ἥρας ἀδελφὸς, εἰς τὸ ὄνομα τοῦ πλανήτου ἀστέρος Ἄρεα. Οὗτος ἐγένετο πικρὸς πολεμιστής. Ὥτινι Ἄρεϊ ἀνέστησαν πρῶτοι στήλας Ἀσσύριοι καὶ ὡςθεὸν προσεκύνουν αὐτόν· ὃν καὶ ἕως τοῦ νῦν καλοῦσι Περσιστὶ Βάαλ θεόν, ὅ ἐστι ἑρμηνευόμενον Ἄρης ὁ πολέμων θεός. 2. Μετὰ τελευτὴν Ἄρεος ἐβασίλευσε Λάμης, μετὰ Λάμην Σαρδανάπαλλος ὁ μέγας· ὅντινα Περσεὺς ὁ Δανάης ἐφόνευσε καὶ ἀφείλετο τὴν βασιλείαν Ἀσσυρίων, καὶ βασιλεύσας εἰς τὸ ἴδιον ὄνομα ἐκάλεσεν αὐτοὺς Πέρσας. 3. Ἔζησε δὲ Πῖκος ὁ καὶ Ζεὺς ἔτη ρκʹ, κρατῶν τὴν δύσιν καὶ βασιλεύων αὐτῆς. Καὶ ἔσχε υἱοὺς πολλοὺς καὶ θυγατέρας ἀπὸ τῶν εὐπρεπῶν γυναικῶν· ὑπενόθευε γὰρ αὐτάς· ἦν γὰρ καὶ μυστικὸς καὶ φαντασίας τινὰς ποιῶν καὶ ἐκπλήττων αὐτάς. Αἵτινες γυναῖκες καὶ ὡς θεὸν εἶχον αὐτὸν φθειράμεναι ὑπ' αὐτοῦ.

Intertext edge

Open linked passage

Note