Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
HISTORIA CHRONIKE
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77"> —
⋯
More
Original / primary: Pg Scrape Grc
210.1.1
ΖΕΝΩΝ. Ibid.: Ὅτι ἐπὶ Ζήνωνος τοῦ βασιλέως Θευδέριχος ὁ Τριαρίου, τὴν στρατηγίδα τῶν Θρᾳκίων διέπων, Ἡράκλειον τὸν Φλώρου πρὸς τὸ Χερρονήσου τεῖχος ἀνεῖλεν, καὶ τῆς πρὸς Ῥωμαίους ὑπακοῆς καταφρονήσας, ἐμφανῶς εἰς πόλεμον ὥρμησεν. Βοηθήσων τοίνυν τοῖς ἐκεῖσε ὁ Ἰλλοῦς σταλεὶς ὑπὸ Ζήνωνος, πολλὴν ὠφέλειαν ἐπεδείξατο. Ἀναμιχθεὶς δὲ Βασιλίσκῳ καὶ συνδιατρίψας αὐτῷ, κοινωνὸν τῆς κατὰ τοῦ βασιλέως ποιεῖται βουλῆς. Καὶ δὴ καὶ Ἁρμάτιον προστεθῆναι αὐτοῖς ὑποσχομένου Βασιλίσκου, γράμματα λαβὼν ὁ Ἰλλοῦς πρὸς τὸν Ἁρμάτιον, ἐς τὴν Κωνσταντίνου πόλιν ἐπανῆκεν. Ὁ δὲ αὐτίκα εἰσηγεῖτο Βηρίνῃ ἄνδρα ποιησαμένῃ Πατρίκιον, τὸν ἀπὸ τῆς ἀρχῆς τοῦ μαγίστρου, τῆς αὐτοκράτορος ἐπιλαβέσθαι ἐξουσίας, μηδὲ ἑτέρῳ ταύτην προεῖσθαι. Ἥδε καὶ ἐξ αὐτῆς τούτου ἐφιεμένη ῥᾷστά τε ἐπέκλινε πρὸς τὰ εἰρημένα, καὶ τὴν πρώτην τῆς ἱπποδρομίας θέαν τοῦ Ζήνωνος συντελοῦντος, στέλλει τινὰ πρὸς αὐτὸν, ἥκειν θᾶττον αὐτὸν παρακελευσαμένη. Ὡς δὲ καταλιπὼν ἅπαντα Ζήνων πρὸς αὐτὴν ἐγένετο, ἔφη ταχεῖαν αὐτοῖς δεῖν φυγὴν, ἢ γενέσθαι ὑπὸ τοῖς ἀναιροῦσιν· ἁπάντων γὰρ εἰς τοῦτο συνεληλυθέναι τὴν γνώμην. Ὁ μὲν οὖν Ζήνων εἰς οὐδὲν ἀναβαλλόμενος, ὡς ἤκουσεν ὡς δέον αὐτοὺς ἀποδρᾶναι, νύκτωρ ἅμα τῇ γαμετῇ Ἀριάδνῃ καὶ τῇ αὐτοῦ μητρὶ Λαλλίδι ἀναλαβὼν πάντα ὁπόσα τοῖς βασιλείοις κειμήλια ἦν ἔν τε ἐσθῆτι καὶ τῷ ἄλλῳ κόσμῳ, ἐνάτῃ τῆς ὑπατείας ἡμέρᾳ, περαιωθεὶς κατὰ Χαλκηδόνα σὺν πολλοῖς τῶν Ἰσαύρων ᾤχετο, ἡμιόνοις καὶ ἵπποις χρώμενος. 211 Ibid.: Ὅτι μετὰ τὴν ἐπάνοδον Ζήνωνος, φωραθέντες τινὲς ἐπὶ προφάσει τυραννίδος ἀπώλοντο. Οὔπω δὲ τοῦ πρώτου διαγενομένου ἐνιαυτοῦ ἐκ τῆς ἐπανόδου Ζήνωνος, μικροῦ πρὸς διαφορὰν ἤλασαν Ἰλλοῦς τε καὶ αὐτὸς, ἐκ τοῦ κρατηθῆναι Παῦλον, τὸν τοῦ βασιλέως οἰκέτην, πρόκωπον ἔχοντα ξίφος εἰς ἐπιβουλὴν Ἰλλοῦ. Ἀλλὰ τότε μὲν ὁ Ζήνων ἐθεράπευσε τὸ δεινὸν, ἐκδοὺς εἰς τιμωρίαν τὸν παῖδα. Τῷ δὲ ἐπιόντι ἐνιαυτῷ (478), ὑπάτου μὲν ἀποδεδειγμένου Ἰλλοῦ, καὶ πρὸς τὴν ἐπανόρθωσιν τῆς βασιλικῆς ἐσπουδακότος στοᾶς, ἑτέρα τις κατ' αὐτοῦ γίνεται ἐπιβουλὴ, ἐξ αἰτίας τοιᾶσδε. Βάρβαρός τις Ἀλανὸς τὸ γένος, κατὰ τὴν τοῦ μαγίστρου σχολὴν ἐπελθὼν τῷ Ἰλλοῦ ξιφήρης συνέχεται, καὶ βασάνοις ὑποπεσὼν, ἐξ ὑποθήκης Ἐπινίκου τὸ πραχθὲν ὡμολόγησεν. Οὗτος δὲ ἦν γένος μὲν Φρὺξ, ἐν δὲ τοῖς τὰ συμβόλαια τελοῦσι τεταγμένος, Οὐρβικίῳ δὲ τῷ τῶν θείων αὐλῶν προκοίτῳ ἐκ τινος περιπετείας γνωρισθεὶς, καὶ τὴν ὅλην αὐτῷ περιουσίαν διῳκηκὼς, καὶ πρός γε τῇ Βηρίνῃ ᾠκειωμένος ἐπὶ τὴν τῶν πριβάτων ἀνέδραμεν ἀρχὴν, ἐκεῖθέν τε καὶ τῶν βασιλείων θησαυρῶν, καὶ πρὸς τὸν ὕπαρχον ἀνέβη θρόνον. Οὗ δὴ διελεγχθέντος, ὁ Ἰλλοῦς, ὡς ἦν πρὸς τὸ θησαυρίζειν τὰς ὀργὰς ἐπιτήδειος, καὶ τοῦτο διαφῆκεν, οὐδὲ τὸν ἁλόντα κρατήσας. 2. Τότε μὲν οὖν ὁ Ζήνων τὸν Ἐπίνικον ἐξ αὐτοῦ καθελὼν τοῦ θρόνου, καὶ τῆς οὐσίας καὶ τῆς ἀξίας ἐγύμνωσε, θεραπεῦσαι τὸν Ἰλλοῦν ἐσπουδακὼς, καὶ τὸν Θευδέριχον προχειρίζεται, τὸν ἐπιλεγόμενον Στραβὸν, δωρεαῖς τε αὐτὸν πολλαῖς σύμμαχον καὶ φίλον ἐποιήσατο. Ὁ δὲ Ἰλλοῦς τὸν μὲν Ἐπίνικον κατὰ τὴν Ἰσαυρων ἔπεμψε φυλάττεσθαι, αὐτὸς δὲ λαβόμενος τοῦ τεθνάναι οἱ τὸν ἀδελφὸν Ἀσπάλιον, ἔξοδον αἰτήσας παρὰ τοῦ βασιλέως, ἀφορμήθη. Καὶ κατὰ τὴν ἐνεγκαμένην γενόμενος, καὶ τῷ Ἐπινίκῳ ἐντυχὼν, καὶ γνοὺς ἐξ αὐτοῦ τὰ τῆς ἐπιβουλῆς αὐτῷ ὑπὸ Βηρίνης συνταγέντα, προσεποιήσατο ἄχρις οὗ Ζήνων, μεταπεμψάμενος αὐτὸν, ἐκ τῆς συμβάσης ὑπὸ σεισμῶν συμφορᾶς*. Ὡς δὲ τὸν Παμπρέπιον ἐπαγόμενος Ἰλλοῦς, ἄνδρα ἐκ τῆς Πανὸς ὡρμημένον πόλεως Αἰγύπτου, γραμματικὴν δὲ μετιόντα, καὶ ἐκ πολλοῦ κατὰ τὴν Ἑλλήνων οἰκήσαντα, ἧκεν· πρῶτα μὲν αὐτὸν Ζήνων ἀποδέχεται σὺν πᾶσι τοῖς τέλεσι πρὸ πεντήκοντά που σταδίων τῆς Χαλκηδόνος· ἔπειτα τὰ ἐκ τοῦ Ἐπινίκου λεχθέντα ἀπαγγείλας, καὶ διαλογισάμενος οὐκ ἀσφαλὲς εἶναι αὐτῷ ἐπιβαίνειν τῇ Κωνσταντίνου, ἐξαιτεῖ τὴν Βηρίναν· καὶ λαβὼν αὐτὴν παρὰ τοῦ Ζήνωνος ἔκδοτον, Ματρωνιανῷ κατατίθεται τῷ τῆς ἑαυτοῦ γαμετῆς ἀδελφῷ· ὃς ἐπὶ τὴν Ἰσαυρίαν σὺν πλήθει πολλῷ ταύτην ἀγαγὼν, ἐν τῇ κατὰ Ταρσὸν ἐκκλησίᾳ καθιεροῖ, ἐκεῖθέν τε ἐς Δαλίσανδον ἐφρούρει. 3. Καὶ ὁ Ἰλλοῦς ἅμα Ζήνωνι καὶ τῇ βασιλίδι ἐς τὴν Κωνσταντίνου πόλιν παραγενόμενος, παραυτίκα τῷ Ἐπινίκῳ τὴν κάθοδον διεπράξατο, τῆς καταμηνύσεως χάριν. Τῷ δὲ Παμπρεπίῳ τὸ λοιπὸν ἐν πάσῃ εὐροίᾳ τὰ πράγματα ἦν, τιμηθέντι καὶ τῇ τοῦ κοιαίστορος ἀξίᾳ. Συνέστη δὲ καὶ πόλεμος ἐμφύλιος πρὸς τῷ τέλει τῆς Ζήνωνος ὑπατείας (479), ὑπὸ Μαρκιανοῦ καὶ Προκοπίου τῶν ἀδελφῶν, διὰ τὴν πρόφασιν Βηρίνης. Καὶ πλῆθος ἀθροίσαντες βαρβάρων ἅμα πολλοῖς τῶν πολιτῶν πρὸς τὴν Καισαρίου λεγομένην οἰκίαν στρατοπεδεύουσιν· ἐκεῖθέν τε ὁ μὲν ἐν τοῖς βασιλείοις κατὰ τοῦ Ζήνωνος ἐπανίσταται, ὁ δὲ ἕτερος κατὰ Ἰλλοῦ ἐν τοῖς λεγομένοις Οὐαράνου. Ἄρτι τε τῆς ἡμέρας μεσούσης, καὶ τῶν βασιλείων ἠρεμούντων, ἐφίσταται κατὰ τὴν τοῦ Δέλφακος στοὰν, ἐν ᾗ οἱ Δελφικοὶ κίονες ἑστήκασι, ποικίλου χρώματος ὄντες. Καὶ συμπεσόντες τοῖς φρουροῖς, πολλοὺς διεχειρίσαντο τῶν ἔνδον, καὶ αὐτοῦ δὲ τοῦ βασιλέως ἐκράτησαν ἂν, εἰ μὴ μικρὸν ἀποδρὰς διεσώθη. Συνεμάχουν δὲ τούτοις Βουσαλβός τις ἡγούμενος στρατιωτικοῦ τάγματος, καὶ Νικήτας καὶ ὁ Τριαρίου Θευδέριχος. Καὶ ὁ τῆς πόλεως ὅμιλος ἐκ τῶν δωμάτων διὰ πάσης ὕλης ἐχώρει κατὰ τῶν ὑπὲρ τοῦ βασιλέως ἀγωνιζομένων. Ἄχρι μὲν οὖν φῶς ἦν, οἱ περὶ τὸν Μαρκιανὸν ἐνίκων· ἐπιλαβομένης δὲ τῆς νυκτὸς, Ἰλλοῦς διὰ προνοίας τοὺς ἐκ τῆς Χαλκηδόνος Ἰσαύρους πωλιανοῖς διεβίβασε πλοίοις, τῶν ἐκεῖσε διαπορθμευόντων ὑπὸ τοῦ Μαρκιανοῦ προκαταλελημμένων, ἅτε καὶ κυρίου ὄντος τοῦ ἐκεῖσε λιμένος. Καὶ τῇ ὑστεραίᾳ τοῦ βασιλέως τοὺς ἐν τέλει πάντας συναγαγόντος, καὶ ἐπισχόντος ἐν ταῖς βασιλείοις αὐλαῖς, εἶτα καὶ στρατιωτικὴν ἐπαφέντος χεῖρα, τρέπεται τὸ τοῦ Μαρκιανοῦ μέρος, καὶ φεύγει, πολλῶν ἐξ ἑκατέρων ἀναιρεθέντων. Ὀλίγοι δέ τινες τῶν φυγάδων καὶ τὴν Ἰλλοῦ ἐπίμπρασαν οἰκίαν. 4. Ὁ μὲν οὖν Ζήνων, τῆς ἐμφυλίου ταραχῆς πεπαυμένης, τὸν Μαρκιανὸν ἐν τοῖς λεγομένοις πρεσβυτέροις κατατάττει, καὶ εἰς τὴν Καππαδοκῶν Καισάρειαν ἐλαύνει, καὶ τὴν τούτου γυναῖκα Λεοντίαν ἐν τοῖς λεγομένοις Ἀκοιμήτοις φυγοῦσαν καταλιμπάνει, τοὺς δὲ λοιποὺς πρὸς Θευδέριχον ἀποδράντας ἀφαιρεῖται τῶν ὑπαρχόντων. Κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ ὁ ἕτερος Θευδέριχος, ὁ Οὐαλίμερος ἐπὶ τὴν νέαν Ἤπειρον ἐκδραμὼν, ἐγκρατὴς γίνεται πόλεως Δυρραχίου, Ἴσαυροί τε Κώρυκον καὶ Σεβαστὴν τῆς Κιλικίας εἷλον. Καὶ Μαρκιανὸς δὲ ἀποδρὰς τοὺς φρουροῦντας, καὶ σὺν πολλῷ πλήθει γεωργικῷ ἐπελθὼν τῇ κατὰ Γαλατίαν Ἀγκύρᾳ, ἀπεκρούσθη, Τροκούνδου προκαταλαβόντος τὸ χωρίον, καὶ διὰ τῶν αὐτοῦ δορυφόρων κρατηθέντα τοῦτον ἅμα γυναικὶ καὶ παισὶν εἴς τι φρούριον τῶν ἐν Ἰσαυρίᾳ καταστῆσαι*. Ὅθεν ὁ βασιλεὺς Θευδέριχον τὸν Τριαρίου παραλύσας τῆς ἀρχῆς, Τροκούνδην προχειρίζεται, καὶ Ἀέτιον τῶν ἐν Ἰσαυρίᾳ τελῶν προκαθίζει. Ἐν ᾧ χρόνῳσυνωμοσίαν ποιησάμενοι Ἐπίνικός τε καὶ Διονύσιος ὕπαρχος τῆς αὐλῆς ὢν, καὶ Θραυστήλας στρατηγικὴν ἀξίωσιν ἔχων, ἁλόντες ὑπὸ τοῦ βασιλέως ἐτιμωρήθησαν. Καὶ ἡ τῶν Θευδερίχων συζυγία αὖθις τὰ Ῥωμαίων ἐτάραττε, καὶ τὰς περὶ τὴν Θρᾴκην πόλεις ἐξεπόρθει, ὡς ἀναγκασθῆναι τὸν Ζήνωνα τότε πρῶτον τοὺς καλουμένους Βουλγάρους εἰς συμμαχίαν προτρέψασθαι. 5. Ἐπειδὴ δὲ Θευδέριχος ὁ Τριαρίου ἐπιτυχὼν πρὸς τοὺς Οὔνους ἔπραξε πολέμῳ, καὶ ἐπ' αὐτὴν τὴν Κωνσταντίνου πόλιν ὥρμησεν· καὶ ταύτην ῥᾳδίως ἂν ἐπηγάγετο, εἰ μὴ ὁ Ἰλλοῦς προκαταλαβὼν τὰς πύλας ἐφύλαττεν· ἐκεῖθέν τε ἐπὶ τὰς λεγομένας Συκὰς διαδραμὼν, αὖθις τῆς ἐγχειρήσεως ἥμαρτεν· ὡς λοιπὸν ἐπὶ τὸν Πρὸς Ἑστίαις τόπον καὶ τὸ καλούμενον Λωσθένιον διελθεῖν, καὶ διαπορθμεύσασθαι κατὰ τὴν Βιθυνίαν ἐγχειρεῖν. Ἀλλὰ καὶ κατὰ ναυμαχίαν ἡττηθεὶς, ᾤχετο πρὸς τὴν Θρᾴκην· ἐκεῖθέν τε ἐπὶ τὴν Ἑλλάδα ἀφορ μηθεὶς σὺν τῷ παιδὶ Ῥεκιτὰχ, καὶ ἀδελφοῖς δύο καὶ γαμετῇ, Σκυθῶν τε ἀμφὶ τὰς λʹ χιλιάδας, γενόμενός τε κατὰ τὸν Διομήδους καλούμενον στάβλον ἀναιρεῖται, ἐξ ἑωθινοῦ ἀναβὰς τὸν ἵππον, καὶ καταβληθεὶς ὑπ' αὐτοῦ ἐπὶ δόρατος ὀρθοῦ παρὰ τὸν τῆς σκηνῆς τοῖχον ἱσταμένου. Οἱ δὲ καὶ τὴν πληγὴν αὐτῷ ἐπενεχθῆναι ἰσχυρίσαντο ὑπὸ τοῦ παιδὸς Ῥεκιτὰχ, μαστιγωθέντος πρὸς αὐτοῦ. Παροῦσα δὲ ἡ γαμετὴ Σίγιλδα, νύκτωρ καταθάπτει τοῦτον. Καὶ τὴν μὲν τοῦ πλήθους ἐπικράτειαν διαδέχεται Ῥεκιτὰχ Θευδερίχου παῖς· παρεδυνάστευον δὲ αὐτῷ οἱ ἐκ τοῦ πατρὸς θεῖοι, οὓς ἀνελὼν μικρὸν ὕστερον, μόνος τῆς Θρᾳκῶν ἐδυνάστευεν, ἀτοπώτερα τοῦ πατρὸς ἀπεργαζόμενος. 212 Ibid.: Ὅτι ἐπὶ Ζήνωνος Θεοσέβιός τις Προκοπίῳ τῷ Μαρκιανοῦ ἐμφερὴς, πλείστας περινοστήσας τῶν τῆς ἀνατολῆς πόλεων, πολλοὺς τῇ περὶ αὐτοῦ ἀπατῆσαι (ἠπάτησε?) δόξῃ. 213 ιβιδ.: Ὅτι πρὸς Θευδέριχον τὸν ἕτερον αὖθις νεωτερίσαντα, καὶ τὴν Ῥωμαίων ἀρχὴν καὶ τὰ πρόσοικα τῆς Ἑλλάδος ληιζόμενον, Ἰωάννην τὸν Σκύθην πέμπει καὶ Μοσχιανὸν στρατηγοὺς, δολοφονήσας πρότερον Σαβινιανὸν τὸν ἐν Ἰλλυριοῖς ἄρχοντα. 214 Ibid.: Ὅτι Ζήνων τῆς πρὸς Ἰλλοῦν ἔχθρας κατάρχεται, πρῶτα μὲν Λογγῖνον λαβεῖν ἐξαιτούμενος, ἔπειτα Ἰωάννην τὸν Σκύθην διάδοχον αὐτῷ τῆς ἀρχῆς ἀποστείλας. Δημηγορεῖ δὲ καὶ πρὸς τὸν δῆμον ὅσα ἐχθρὸς κατὰ τοῦ Ἰλλοῦ, καὶ κελεύει τοὺς οἰκειοτάτους αὐτοῦ τῆς πόλεως ἀπελαύνεσθαι, καὶ τὰς περιουσίας τούτων δωρεῖται ταῖς Ἰσαύρων πόλεσιν. 2. Ὁ δὲ Ἰλλοῦς ἐς φανερὰν ἀποστασίαν ἐλθὼν, τότε Μαρκιανὸν ἀναζώννυσι, καὶ πρὸς τὸν Ὀδόακρον ἔστελλε, τὸν τῆς ἑσπερίας Ῥώμης τύραννον, καὶ πρὸς τοὺς τῶν Περσῶν καὶ Ἀρμενίων ἄρχοντας· παρεσκεύαζεν δὲ καὶ πλοῖα. Καὶ ὁ μὲν Ὀδόακρος τὸ μὴ δύνασθαι συμμαχεῖν ἀπεκρίνατο, οἱ δὲ ἄλλοι τὴν συμμαχίαν ὑπέσχοντο, ἐπιδάν τις πρὸς αὐτοὺς ἥξει. Ζήνων δὲ Κόνωνα τὸν Φουσκιανοῦ, ἐν ἱερεῦσι καταλεγόμενον, ἀναλαβεῖν αὖθις τὰ ὅπλα παρασκευάζει κατ' Ἰλλοῦ, Λίγγην δὲ τὸν νόθον αὐτοῦ ἀδελφὸν στρατηγὸν ἀναδείκνυσιν. Πρὸς ἅπερ Ἰλλοῦς ἐν Ταρσῷ ἀγαγὼν τὴν Βηρίναν, στολῇ χρήσασθαι βασιλικῇ παρεσκεύασε, καὶ οἷα κυρίαν οὖσαν τῆς βασιλείας, Λεόντιον ἀναγορεῦσαι βασιλέα, στᾶσαν ἐν βήματι. Ἦν δὲ οὗτος γόνεών τε ἀφανῶν, καὶ πόλεως Δαλισάνδου. Ὡς οὖν ἐπὶ τὴν ἡγεμονίαν προῆλθεν, αὐτίκα τὰς ἀρχὰς διῳκήσατο, καθ' ὃν ἐδοκίμασε τρόπον· καὶ χρημάτων διανομὰς ποιησάμενος, ἐπὶ τὴν Ἀντιόχειαν ἀφίκετο. 3. Ὁ δὲ Ζήνων τὸν Ῥεκιτὰχ, ἐπειδὴ ᾔσθετο φθόνῳ πρὸς Θευδέριχον ἀφιστάμενον, ἀναιρεθῆναι διεπράξατο πρὸς τοῦ Οὐαλίμερος παιδὸς, ἀνεψιοῦ ὄντος τοῦ Ῥεκιτὰχ, ἔχοντος καὶ παλαιὰν ὀργὴν πρὸς αὐτὸν οἷα τὸν* αὐτοῦ ἀποκτείναντα. Ἔπραττε δὲ τὴν ἀναίρεσιν ἐν προαστείῳ Βονοφατιαναῖς προσαγορευομένῳ, ἡνίκα πρὸς τὴν ἑστίασιν ἐκ βαλανείου ᾔει ὁ Ῥεκιτὰχ, διελάσας αὐτοῦ τὴν πλευράν. 4. Ἐπὶ δὲ τὸν Ἰλλοῦ πόλεμον στέλλει Θευδέριχον ὕπατον· καὶ γενόμενον κατὰ τὴν Νικομήδειαν ἐπανάγει, ἔννοιαν λαβὼν ἀπιστίας· πέμπει δὲ ἀντ' αὐτοῦ τινὰς τῶν καλουμένων Ῥόγων σὺν Ἀρμεναρίχῳ τῷ Ἄσπαρος παιδί. Καὶ στόλον δὲ διὰ θαλάσσης ἠφίει, ναυάρχους ἐπιστήσας Ἰωάννην τὸν κατὰ Βασιλίσκον, καὶ Παῦλον τὸν ἐκ δούλων γενόμενον αὐτοῦ σακελλάριον. 5. Ἐν δὲ τούτῳ παραγίνονται ἐκ τῶν Ἰλλοῦ ἀποσταλέντες Ἀρτεμίδωρος ὁ Τροκούνδου ὑπασπιστὴς, καὶ Πάπιμος, ὃς ἦν ἵππαρχος τῷ Ἰλλοῦ. Ἐξ ἑκατέρων τοίνυν βασιλέων παρασκευῆς γενομένης, ἐμειονεκτεῖτο τὸ Ἰλλοῦ στράτευμα, ὡς εὐλαβηθὲν σφόδρα ἐπὶ τὸ Χέρρεως ἰδεῖν φρούριον· καὶ πρῶτα μὲν τά τε πρὸς ἀποστροφὴν ἀρκοῦντα ἔπεμψεν αὐτῷ, καὶ τὴν γαμετὴν Ἀστερίαν· καὶ ἄλλοι καὶ Βηρίνῃ τῇ βασιλίσσῃ ἐπέστελλε, καὶ Λεοντίῳ, ἐκλιπόντι τὴν Ἀντιοχέων θᾶττον ἥκειν πρὸς αὐτόν. Ὡς δὲ ταῦτα οἱ στρατηγοῦντες αὐτῶν ἔμαθον, ἕκαστος τοῖς πλησιάζουσι φρουρίοις κατέφευγεν· αὐτὸς δὲ Ἰλλοῦς ἅμα Λεοντίῳ διανυκτερεύσας, ἀνῆλθεν εἰς τὸ Χέρρεως φρούριον, τῶν Ἰσαύρων αὐτοὺς κατὰ μικρὸν ἀπολιμπανόντων, καὶ τὰ τοῦ βασιλέως Ζήνωνος αἱρουμένων, ξʹ καὶ* μόνας ἡμέρας τοῦ Λεοντίου ἐν εἰκόνι βασιλείας διαγενομένου. Ἑπομένων δὲ αὐτοῖς οὐ μεῖον ἢ δισχιλίων ἀνδρῶν, τοὺς μάλιστα αὐτῶν εὔνους ἐπιλεξάμενοι, τοὺς λοιποὺς ἐν τοῖς ἄντροις ἀπεχώρησαν*, ἃ πολλαχοῦ τῇ φύσει τῶν τόπων εἴργαστο. 6. Ἀγγελθείσης δὲ τῆς Ἰλλοῦ καὶ Λεοντίου φυγῆς, ὁ Ζήνων Κοττομένην στρατηγὸν ἑκατέρων ποιεῖται δυνάμεων, Λογγῖνον δὲ τὸν ἐκ Καρδάμων μάγιστρον. Καὶ τὸ μὲν Θευδερίχου πλῆθος ἀνεκαλέσατο, τοὺς δὲ τῶν Ῥόγων μένειν ἐν τῇ χώρᾳ προσέταξεν. Ἐν δὲ τῇ τοῦ φρουρίου προσεδρίᾳ πολλάκις συμβολαὶ διηγωνίσθησαν. Βηρίνα δὲ μετ' ἐνάτην ἡμέραν τῆς ἐν φρουρίῳ καταφυγῆς παρεθεῖσα ἐτελεύτησε, καὶ ἐν μολιβδίνῃ ἐταριχεύθη λάρνακι. Ἀλλὰ μὴν καὶ Μάρσος μετὰ λʹ ἡμέρας ἀποθανὼν, τῇ ἴσῃ παρεδόθη ταφῇ. Ὁ δὲ Ἰλλοῦς, τὴν τοῦ φρουρίου φυλακὴν ἐπιτρέψας Ἰνδακῷ Κοττούνῃ, τὸ λοιπὸν ἐσχόλαζεν ἐν ἀναγνώσει βιβλίων. Καὶ ὁ Λεόντιος ἐν νηστείᾳ τε καὶ θρήνοις διετέλει. Ἐμειονεκτεῖτο δὲ ἐκ τούτου τὰ περὶ τὸν Ἰλλοῦν· καὶ ὁ ἀντικάστελλος δὲ ὑπὸ τῶν ἔνδον Ῥωμαίοις προεδόθη, ὡς ἐν ἀπογνώσει τοὺς περὶ τὸν Ἰλλοῦν γενέσθαι. 7. Ὑπάτου δὲ τοῦ Λογγίνου κατὰ τὸν ἑξῆς ἀποδεδειγμένου χρόνον (an. 486), ὅτε Θευδέριχος πάλιν εἰς ἀπόστασιν εἶδε, καὶ τὰ περὶ τὴν Θρᾴκην ἐλυμαίνετο χωρία, (καὶ) ὁ Ζήνων πρὸς τὸ Ὀδόακρον τὸν τῶν Ῥόγων ἐπανέστησε γένος, ὡς ἔγνω τοῦτον πρὸς τὴν Ἰλλοῦ συμμαχίαν παρασκευαζόμενον. Λαμπρὰν δὲ ἀναδησαμένων νίκην τῶν περὶ τὸν Ὀδόακρον, πρὸς δὲ καὶ πεμψάντων δῶρα τῷ Ζήνωνι τῶν λαφύρων, ἀποπροσποιησάμενος συνήδετο τοῖς πραχθεῖσιν. Οἱ δὲ τῇ Ἰλλοῦ καὶ Λεοντίου προεδρεύοντες πολιορκίᾳ, μετὰ τὸ ἐπιτυχεῖν τοῦ ἀντιφρουρίου πολλοῖς μηχανήμασιν ἐχρῶντο. Ἀντικαθεζομένων δὲ τῶν στρατευμάτων, καὶ ἐς λόγους φιλίους ἀνῆλθον Ἰλλοῦς τε καὶ Ἰωάννης ὁ Σκύθης, καὶ γραμμάτιον πρὸς τὸν Ζήνωνα διεπέμψαντο, ὑπομιμνῆσκον αὐτὸν***. 215 Exc. De virt.: Ὅτι ὁ βασιλεὺς Ἀναστάσιος ἐπὶ τὸ χεῖρον τραπεὶς πᾶσαν ὁμοῦ τὴν τῆς πολιτείας ἀριστοκρατείαν μετέστησε, τὰς μὲν ἀρχὰς ἁπάσας ἀπεμπολῶν καὶ τοῖς ἀδικοῦσι συγχωρῶν, καὶ πρός γε χρημάτων ἀκόρεστον ἐπιθυμίαν τραπείς· ὡς κενὰς ἐντεῦθεν γενέσθαι καταλόγων τὰς ἐπαρχίας, καὶ πρὸς τὸ ἄηθες καὶ ξένον καταπεπλῆχθαι τοὺς ἄνδρας. Οὐδὲ γὰρ ὅπλοις τοὺς ἐπιόντας βαρβάρους ἠμύνετο, ἀλλὰ χρήμασι τὴν εἰρήνην ἐξωνούμενος διετέλει. Πρὸς δέ γε τούτοις καὶ τὰς τῶν τελευτώντων οὐσίας ἐπολυπραγμόνει, κοινὴν ἅπασι δωρούμενος τὴν πενίαν. Ὧν γὰρ αὐτὸς ἐλάμβανε τὰς οὐσίας, τούτοις μετ' ὀλίγον διεδίδου τῷ τῆς εὐσεβείας τρόπῳ· καὶ ὧν ἐγύμνου πόλεων τοὺς ἐνοικοῦντας, τὰς οἰκοδομὰς ἀνενέου· ὡς καὶ τὴν ἐνεγκαμένην ἐπιμελῶς κοσμῆσαι, καὶ τρισὶ περιβαλεῖν στεφάνοις. 216 Ibid.: Ὅτι ἐπὶ τοῦ Ἀναστασίου τοῦ βασιλέως δειναὶ ταῖς κατὰ Λιβύην πόλεσιν ἐπέσκηψαν θλίψεις ὑπὸ τῶν καλουμένων Μαζικῶν. Ἐδέδοντο γὰρ θυγατριδῷ Μαρίνου ἐς ἡγεμονίαν, ἀνδρὶ νέῳ καὶ πολὺ τὸ κοῦφον κεκτημένῳ· καὶ μετ' ἐκεῖνον αὖθις Βασσιανῷ τῷ παιδί. Ὁ δὲ οἷς ἔπραξε παντοίως τὰς τοῦ πρὸ αὐτοῦ ἄρξαντος ὑπερβαλλόμενος ἀσελγείας, ἔδωκε Λίβυσιν αἱρεῖσθαι τὰ πρότερα, καὶ ταῦτα τοῖς μὲν πενίας, τοῖς δὲ θανάτου μνήμην καταλείψαντα. Οὕτως, εἰ δέοι εἰπεῖν, οἵ τε ἀφ' αἵματος καὶ ἁπλῶς οἱ τὴν Μαρίνου παρευτυχήσαντες εὔνοιαν, τοῖς Λιβύων διαφερόντως καὶ Αἰγυπτίων ἐνεφορήθησαν κτήμασιν. 217̣ Cod. Vatican.̣: Λογισάμενος Ἰουστινιανὸς τὴν δαπάνην τῶν τοσούτων χιλιάδων δεῖν ἔκρινε μᾶλλον δι' ὀλίγων δώρων συμβάλλειν ἀλλήλοις τοὺς τῶν ἐθνῶν ἄρχοντας, ἵνα τοὺς μὲν μήτε τοσαῦτα δαπανᾷ εἰς τὸν στρατὸν μήτ' ὀχλεῖται πέμπων κατ' αὐτῶν, ἐκεῖνοι δὲ ἀλλήλοις αἰτία φθορᾶς γίνοιντο, ὃ δῆτα τέως ἐπὶ τοῖς ἐκεῖθεν τοῦ Ἴστρου Οὔννοις ἐποίησεν. Ἔγραψε γὰρ πρὸς ἕνα τῶν ἀρχόντων, ὅτι «Τῷ κρείττονι ὑμῶν πέπομφα δῶρα· καὶ ἐγὼ μὲν σὲ οἰόμενος εἶναι τὸν κρείττονα διὰ σὲ τοῦτο ἔγραψα, ἕτερος δέ τις ἀφείλετο ταῦτα βίᾳ λέγων ἐκεῖνος εἶναι κρείττων. Σπούδασον οὖν ὅτι σὺ πάντων ὑπερέχεις, καὶ λάβε τὰ ἀφαιρεθέντα τιμωρησάμενος αὐτὸν κατὰ λόγον. Εἰ δὲ μὴ τοῦτο ποιήσῃς, εὔδηλον ὅτι ἔστιν ὁ μείζων, καὶ πάντως ἡμεῖς ἐκείνῳ προσκεισόμεθα, καὶ σὺ στερηθήσῃ τοσούτων.» Ταῦτα μαθὼν ὁ Οὖννος ἐκρότησε πόλεμον κατὰ τῶν ὁμοεθνῶν. Καὶ οὕτως ἐπὶ πολὺ μαχόμενα ταῦτα τὰ ἔθνη ὑπ' ἀλλήλων ἀπώλοντο. 218 Ibid.: Ἐπὶ Ἰουστινιανοῦ τοῦ βασιλέως σὺν Οὔννοις ἑπτακισχιλίοις διαβὰς τὸν Ἴστρον Ζαβεργὰν ἐγγὺς γῆς βασιλίδος ἔφθασε λεηλατῶν τὰ μεταξὺ, ἅτε μὴ στρατιᾶς που φρουρούσης· ἐπὶ μὲν γὰρ τῶν πρὸ αὐτοῦ βασιλέων εἰς ἑξακοσίας καὶ τεσσαράκοντα πέντε χιλιάδας μαχίμων ἀνδρῶν ὁ τῶν Ῥωμαίων ἐκορυφοῦτο στρατός· Ἰουστινιανὸς δὲ μόλις εἰς ἑκατὸν καὶ πεντήκοντα περιέστησεν. Ὥστε μηδὲ δύνασθαι ἐξαρκεῖν ἐν τῇ Λαζικῇ καὶ Ἀρμενίᾳ καὶ Λιβύῃ καὶ Γότθοις καὶ Ἰταλίᾳ. 219 Exc. De virt.: Ὅτι εἶχε φίλην ὁ Φωκᾶς Καλλινίκην ἀπὸ προϊσταμένων. Ὁ αὐτὸς Φωκᾶς ὑπῆρχεν αἱμοπότης. Τέλος τῆς ἱστορίας Ἰωάννου μοναχοῦ.

Intertext edge

Open linked passage

Note