HISTORIA CHRONIKE
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77">
—
⋯
Original / primary: Pg Scrape Grc
43.1.1
Exc. De virt.: Ὅτι Λούκιος Βαλέριος Ποπλικόλας ὕπατος καταλείπει τὸν βίον, οὕτω δὴ μέταιτός τε καὶ χρημάτων ἄπορος ὡς κοινοῖς ὑπὸ τοῦ δήμου ταφῆναι χρήμασι, τάς τε κατὰ τὴν πόλιν γυναῖκας παραπλησίως αὐτὸν ἀποθρηνῆσαι τῷ Βρούτῳ, ἐπειδὰν καὶ συνῆρξεν αὐτῷ τῆς τῶν τυράννων ἐξόδου. 44 Exc. De ins.: Ὅτι ἕκτῳ τῆς ὑπατείας χρόνῳ μετὰ τὴν τῶν τυράννων ἐξέλασιν, Κασσίου τε καὶ Σουλπικίου τὴν ἀρχὴν παραλαβόντων, ἐς πᾶν μὲν κινδύνου προῆλθεν ἡ πόλις, τοῦ δουλικοῦ πλήθους ὑπὸ τῶν τυράννων ἀναπεισθέντος ἐπιθέσθαι νύκτωρ τοῖς κεκτημένοις, καὶ διαφθεῖραι τοὺς ἄνδρας ἐν ταῖς εὐναῖς, ἐπειδὰν αὐτοί τε προσάγωσι, καὶ οἱ συλλαβόμενοι σφίσι τῶν πολιτῶν τὰ ἐρυμνὰ καταλάβοιεν τοῦ ἄστεως. Οὐ μὴν ἀπέβη τι τούτων, Σουλπικίου τοῦ ὑπάτου σωφρόνως τούς θ' ἡγεμόνας τῆς ἐπιχειρήσεως συλλαβόντος, καὶ τὸ κεκινημένον τοῦ δημοτικοῦ κατασπάσαντος. 45 Ibid.: Ὅτι ἐνάτῳ τῆς ἐλευθερίας ἐνιαυτῷ, Πόπλου Καμινίου καὶ Τίτου Λευκίου ὑπατευόντων, ἐπειδὴ Μαμήλιος ἀνὴρ Λατῖνος μὲν τὸ γένος, καὶ μέγα παρὰ τοῖς ὁμοφύλοις δυνάμενος, συνοικῶν δὲ τῶν Ταρκυνίου θυγατρῶν τῇ νεωτάτῃ, ἀναστήσας πανδημεὶ τὸ Λατίνων γένος, χεῖρά τε μισθοφόρον πολλὴν ἀγείρας, τιμωρεῖν τοῖς κηδεσταῖς, ἀτίμως παρεωσμένοις τῆς δυναστείας, ἠξίου, ἡ βουλὴ (δὲ) καταδείσασα τὸ πλῆθος τοῦ πολεμίου νέφους, καινὸν ἡγεμονίας ἀνευρίσκει γένος, προχειρισαμένη τότε πρῶτον δικτάτορα, ὃς καθ' Ἑλλάδα γλῶτταν κληθείη ἂν εἰσηγητὴς τῶν λυσιτελῶν· ὑπερέχων μὲν τῆς τῶν ὑπάτων ἀρχῆς, τοῖς δὲ βασιλεῦσι προσφερέστατος· ἀνυπεύθυνόν τε γὰρ τῶν ὅλων εἶχε τὸ κράτος, καὶ ἰσοτύραννον ἐν τῷ καθεστηκότι χρόνῳ τὴν ἐξουσίαν. Τοιγαροῦν Γάϊος Καῖσαρ πρότερον, καὶ μετὰ τοῦτον Αὔγουστος Ὀκταούιος, ὧν ὕστερον κατὰ τοὺς οἰκείους χρόνους μνημονεύσομεν, ὑπὸ τῷδε ὀνόματι τῆς μοναρχίας ἀντιλαμβάνεσθαι διέγνωσαν. 46 Ibid.: Ὅτι καὶ κατὰ τὴν πόλιν ἐμφύλιος ἀνεφλέγετο ταραχὴ, τοῦ δήμου πρὸς τὸ συνέδριον ἀπεχθῶς ἔχειν ἠρεθισμένου, ἀποστάντος δὲ σὺν ὅπλοις τῆς πόλεως, καὶ οὔτε συνοικεῖν ἔτι οὔτε κοινωνεῖν τῶν ἀγώνων βουλομένου τοῖς εὐπατρίδαις, εἰ μὴ τῶν τ' ὀφλημάτων ἀπολυθείη, καὶ δικασταῖς χρῆσθαι τὸ ἐντεῦθεν οἰκείοις ἐπιτραπείη, ὡς ἐπικουρίαν τοῦ δημοτικοῦ τε καὶ εὐτελοῦς ὄχλου, οἳ τοῖς παρὰ τὸ προσῆκον ὑπὸ τῶν δυνατῶν κατειργομένοις ἀρήξοιεν, καὶ τῶν πολλῶν ἐλεύθερα διαφυλάξαιεν τὰ σώματα. Δείσαντες δὲ οὖν οἱ ἐν τέλει, μὴ ἐν τούτῳ τι πρὸς τῶν περιοίκων νεωτερισθείη, τοῦ δήμου πολεμίου τε ὄντος καὶ πρὸς τὰς ἔξω στρατιὰς οὐχ ὑπακούοντος, τὰ ἐξαιτησόμενα** καὶ διαλλαγὰς ἐπὶ τούτοις εὑρίσκονται. 47 Ibid.: Ὅτι Ποπλίου αὖθις καὶ Βαλερίου τὴν ἀρχὴν διαδεξαμένων, ἥ (τε) κατὰ πόλιν ἐμφύλιος ἀνάπτεται ζάλη, τοῦ δήμου πρὸς τοὺς πατρικίους στασιάζοντος. Καὶ πρῶτον μὲν Καίσαρα τὸν ἀπὸ** περιπλεξάμενος εἰς οἶκτον τοὺς ὁρῶντας συνήλασεν· ἔπειτα καὶ Σαβῖνοι Σερδώνιον πρὸς τυραννίδα ἐκίνησαν, ὃς ταχείας ἔτυχε καθαιρέσεως, θεραπευθέντος τοῦ δήμου καὶ τοῖς ὑπάτοις συμπράξαντος. 48 Exc. De virt.: Ὅτι Κύντιος Κικιννάτος ὁ δικτάτωρ πολλαῖς μὲν καὶ πρότερον ἐνήθλησε στρατιαῖς, ἀρχαῖς τε καὶ τιμαῖς Ῥωμαϊκαῖς πολλάκις κεκοσμημένος. Οὕτω δὲ ἦν μέτριος καὶ σώφρων, ὡς ἐπὶ καλύβῃ λυπρᾷ καὶ ὀλίγῳ γῆς μέτρῳ ζῆν, τὸν αὐτοῦργόν τε ἀγαπᾶν βίον. Ὃς δικτάτωρ προβαλλόμενος ἔτυχε πρὸς ἀρότρῳ πονούμενος, ὅτε ἀφίκοντο πρὸς αὐτὸν οἱ τὰ παράσημα τῆς ἀρχῆς κομίζοντες· ἀπονιψάμενός τε καὶ δεξάμενος τὰ σύμβολα* πρὸ ἑστιάσεως ἅμα τῇ οἰκείᾳ δυνάμει τοῖς πολεμίοις ἐπιγίνεται φόνον τε πολὺν τῶν ἐναντίων ἐργασάμενος ἐπάνεισιν ἑκκαιδεκάτῃ μετὰ τὴν ἔξοδον ἡμέρᾳ, τοὺς μὲν οἰκείους τοῦ περιστάντος κινδύνου λυσάμενος, τὸν δὲ τῶν πολεμίων διαρπάσας χάρακα· καὶ τὸν στρατηγὸν τῶν Ἐκανῶν δέσμιον ἐπὶ τὴν πομπὴν κατάγει τὴν ἐπινίκιον. 49 Suidas v. Κελτοί: «Ὅτι Κελτοὶ κατὰ Ῥωμαίων ἐστράτευσαν. Ἀνὴρ δέ τις τῶν Κελτῶν ἡγεμονικὸς, τό τε σῶμα εὐπρεπὴς καὶ τὸν θυμὸν ἀλκιμώτατος, προελθὼν τοῦ οἰκείου πλήθους ἐς μονομαχίαν προὐκαλεῖτο τῶν ἐναντίων τὸν ἄριστον. Βαλέριος δέ τις ἡγεμὼν φάλαγγος ὑπέστη τὸ ἀγώνισμα, καὶ θείᾳ δέ τινι μοίρᾳ κατὰ γνώμην ἀποβάντος ἔτυχε τοῦ βουλεύματος. Ἐπεὶ γὰρ προῆλθε τοῦ οἰκείου τάγματος ὁπλισάμενος, κόραξ προσιζάνει τῷ δεξιῷ τοῦ ἀνδρὸς βραχίονι· ἀντιπρόσωπος δὲ τῷ Κελτῷ κατὰ τὸν ἀγῶνα φερόμενος, καὶ τοῖς τε ὄνυξιν ἀμύττων τὸ πρόσωπον καὶ τοῖς πτέρυξιν ἐπικαλύπτων τοὺς ὀφθαλμοὺς ἀφύλακτον τῷ Βαλερίῳ τὸν πολέμιον παραδέδωκεν· ὁμοῦ τήν τε νίκην τῷ ἀνδρὶ καὶ τὴν ἀπὸ τοῦ συμβεβηκότος ἐπωνυμίαν χαρισάμενος. Κορβῖνος γὰρ δὴ τοὐντεῦθεν ἐπεκλήθη, τῆς τε μαρτυρηθείσης ἀρετῆς ἕνεκα παρὰ τὰ καθεστηκότα Ῥωμαίοις νόμιμα τῆς ὑπατικῆς ἀρχῆς ἔτι μειράκιον ὢν τυγχάνει.» 50 Exc. De virt.: Ὅτι Μάρκελλος καὶ Σκιπίων οἱ ὕπατοι μετὰ τὴν νίκην τὴν κατὰ Γαλατῶν**– Κατὰ τὸν αὐτὸν καιρὸν καὶ Οὐολσινίους δόλῳ κρατηθέντας τε καὶ αἰκιζομένους πικρῶς ἠλευθέρωσαν. Οἱ γὰρ ταύτην οἰκοῦντες τὴν χώραν, ἐν πολλῇ τρυφῇ τοῦ σώματος διαιτώμενοι, αὐτοί τε τῶν ὅπλων καταφρονήσαντες τοῖς οἰκέταις ταῦτα χειρίζειν ἐπέτρεψαν. Ἐπειδὰν δὲ δυνάμεως ἐπελάβοντο, πρῶτα μὲν τὰς ἑαυτῶν δεσποίνας πρὸς βίαν κατῄσχυναν· ἔπειτα τοῖς δεσπόταις χεῖρας ἐπιβαλόντες τοὺς μὲν ὡς ἔτυχε διαφθείροντες, τοὺς δὲ τιμωρίαις αἰσχίσταις ὑποβαλόντες κατηνάλωσαν. 51 Ibid.: Ὅτι καὶ Μάρκος Μινούκιος Ῥοῦφος καὶ Πόπλιος Κορνήλιος οἱ ὕπατοι Ἰστριανοῖς κακουργοῦσι τὰς σιταγωγὰ Ῥωμαίων ὁλκάδας δίκην ἐπέθεσαν, ἅπαντας ὀλίγου τοῖς οἰκείοις ὑποθέντες ὅπλοις. 52a Suidas: Διῆγε, παρεξέτεινεν. Ἰωάννης Ἀντιοχείας· «Ὃς ἔρυμνα χωρία παρειληφὼς ἐπὶ πολὺ διῆγε τὸν πόλεμον, ἀμβλύνων τὴν τοῦ Ἀννίβου ὀξύτητα χρονίαις διατριβαῖς.» Idem: Ἀμβλύνω, τὸ ἐκλύω. «Ὁ δὲ ἐπὶ πολὺ διῆγε τὸν πόλεμον ἀμβλύνων τὴν τοῦ πολεμίου ὀξύτητα χρονίαις τε καὶ μακραῖς τοῦ ἔργου διατριβαῖς.» 53 Exc. De ins.: Ὅτι κατὰ τὸν χρόνον ὅτε Ἀννίβας ἐπολέμει τοῖς Ῥωμαίοις, Ἀντίοχος ὁ τῆς Συρίας βασιλεὺς ὑπὸ Πτολεμαίου τοῦ Αἰγυπτίων ἄρχοντος πολεμούμενος, Ξέρξῃ τῷ Ἀρμενίων τυράννῳ τὴν ἑαυτοῦ ἀδελφὴν συνοικήσας, ἐκεῖνον μὲν διὰ τῆς ἀδελφῆς διεχρήσατο, τὴν δὲ Περσῶν βασιλείαν αὖθις ἀνεκτήσατο. 54 Exc. de ins.: Ὅτι Πτολεμαίου (Ἀγαθόκλειαν) τὴν ἑαυτοῦ γυναῖκα ἐκβαλόντος, καὶ μιᾷ τινὶ τῶν ἑταιρίδων συναφθέντος, εἶτα τελευτήσαντος Πτολεμαίου, ἡ Ἀγαθόκλεια Ἀρσινόην διαφθείρει δόλῳ· καὶ ταύτης σὺν τοῖς βασιλείοις διαφθαρείσης, πολλῆς τε ταραχῆς ἐντεῦθεν Αἰγυπτίοις ἀναφθείσης, ὅ τε τῆς Συρίας βασιλεὺς Σέλευκος, καὶ τῆς Μακεδονίας Φίλιππος, ἐλπίδι τοῦ κρατήσειν τῆς χώρας σὺν προθυμίᾳ στρατεύουσιν· οὓς δὴ Ῥωμαῖοι φθάσαντες τῆς ἐγχειρήσεως, τὴν τῶν Αἰγυπτίων ἐμφύλιον ἀπέσβεσαν ἐπανάστασιν, Πτολεμαῖον τὸν Ἐπιφανῆ αὐτοκράτορα τοῦ ἔθνους ἀποδείξαντες, Προυσίου τότε τῶν Βιθυνῶν βασιλεύσαντος.