Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
HISTORIA CHRONIKE
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1.1
Ἔσχε δὲ ὁ αὐτὸς Πῖκος ὁ καὶ Ζεὺς μετὰ Μαιάδος τῆς Ἰταλικῆς υἱὸν ὄνομα Φαῦνον, ὃν καὶ Ἑρμῆν ἐκάλεσεν εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος. Μέλλων δὲ τελευτᾶν, ἐκέλευσε τὸ λείψανον αὐτοῦ ἐν τῇ Κρήτῃ νήσῳ τεθῆναι. Καὶ κτίσαντες αὐτῷ ναὸν οἱ αὐτοῦ παῖδες ἔθηκαν αὐτὸν ἐκεῖ ἐν τῇ Κρήτῃ ἐν μνήματι. Ὅπερ μνῆμα ἔστιν ἕως τοῦ παρόντος ἐν Κρήτῃ. Ἐν τῷ μνήματι ἐπιγέγραπται· «Ἔνθα κεῖται θανὼν Πῖκος ὁ καὶ Ζεὺς, ὃν καὶ Δία καλοῦσι.» 5. Μετὰ δὲ τὴν τοῦ Διὸς τελευτὴν ἐβασίλευσεν ὁ τούτου υἱὸς Φαῦνος ὁ καὶ Ἑρμῆς τῆς Ἰταλίας ἔτη λεʹ· ὃς ἦν ἀνὴρ πανοῦργος καὶ μαθηματικός. Ὅστις ἐφεῦρε μέταλλον χρυσοῦν ἐν τῇ δύσει πρῶτος, καὶ τὸ χωνεύειν. Γνοὺς δὲ ὅτι διαφθονοῦνται αὐτῷ οἱ ἀδελφοὶ ὄντες περί που οʹ (μετὰ πολλῶν γὰρ μιγνύμενος ὁ Ζεὺς ἐτεκνοποίει), ἀνεχώρησε μετὰ πολλοῦ χρυσοῦ σφόδρα, καὶ ἀπῆλθεν εἰς Αἴγυπτον πρὸς τὴν φυλὴν τοῦ Χάμ. Καὶ δεχθεὶς ἐν τιμῇ διέτριβεν ἐκεῖ μεγαλαυχῶν καὶ φορῶν χρυσῆν στολὴν, λέγων καὶ μαντείας. Ἦν γὰρ σφόδρα λόγιος. Καὶ προσεκύνουν αὐτῷ, λέγοντες εἶναι θεὸν, ὅτι προὔλεγε τὰ μέλλοντα· καὶ παρεῖχεν αὐτοῖς χρήματα διὰ τοῦτο γὰρ καὶ πλουτοδότην ἐκάλουν. Τελευτήσαντος οὖν Μεστρὲμ βασιλέως Αἰγύπτου ἐκ φυλῆς Χὰμ, ἐποίησαν Αἰγύπτιοι Ἑρμῆν βασιλέα· καὶ ἐβασίλευσεν ἔτη λθʹ. 6. Ἐγέννησε δὲ Ζεὺς καὶ ἕτερον υἱὸν ὀνόματι Ἡρακλέα μετὰ Ἀλκμήνης τῆς Θηβαίας, ὃς ἐκλήθη Τριέσπερος. Οὗτος Ἡρακλῆς κατέδειξε πρῶτος τὸ φιλοσοφεῖν ἐν τοῖς ἑσπερίοις μέρεσιν, ἤτοι τοῖς δυτικοῖς. Τοῦτον ἀποθεώσαντες οἱ τοῦ γένους αὐτοῦ μετὰ τὴν αὐτοῦ τελευτὴν, ἐκάλεσαν ἀστέρα οὐράνιον ὀνόματι αὐτοῦ τὸν ἀστροχίτωνα Ἡρακλέα· ὃν γράφουσι δορὰν λέοντος φοροῦντα καὶ τρία μῆλα κρατοῦντα· ἅπερ τρία μῆλα ἀφελέσθαι αὐτὸν ἐμυθολόγησαν τῷ ῥοπάλῳ φονεύσαντα τὸν δράκοντα, τουτέστι νικήσαντα τὸν πολυποίκιλον τῆς πονηρᾶς ἐπιθυμίας λογισμὸν διὰ τοῦ ῥοπάλου τῆς φιλοσοφίας, ἔχοντα περιβόλαιον φρόνημα ὡς δορὰν λέοντος· καὶ οὕτως ἀφείλετο τὰ τρία μῆλα, ὅπερ ἐστὶ τὰς τρεῖς ἀρετὰς, τὸ μὴ ὀργίζεσθαι, τὸ μὴ φιλαργυρεῖν, τὸ μὴ φιληδονεῖν. Διὰ γὰρ τοῦ ῥοπάλου τῆς κρατερικῆς ψυχῆς καὶ τῆς δορᾶς τοῦ θρασυτάτου καὶ σώφρονος λογισμοῦ ἐνίκησε τὸν υἱὸν τῆς φαυλῆς ἐπιθυμίας φιλοσοφήσας μέχρι θανάτου, καθὼς Ἡρόδοτος (λ. Ἡρόδωρος) ὁ σοφώτατος συνεγράψατο, ὃς καὶ ἄλλους Ἡρακλεῖς ἱστορεῖ γεγενῆσθαι ἑπτά. 7. Μετὰ Ἑρμῆν ἐβασίλευσεν Αἰγυπτίων Ἥφαιστος, ὃν καὶ θεὸν ἐκάλουν· ἦν γὰρ πολεμιστὴς καὶ μυστικὸς, ὃς συμπεσόντος αὐτῷ ἵππου ἐν τῷ πολέμῳ πληγεὶς ἔμεινε χωλεύων. Ἀπὸ δὲ μυστικῶν εὐχῶν τὴν ὀξυλάβην ἐδέξατο ἐκ τοῦ ἀέρος εἰς τὸ κατασκευάζειν ἐκ σιδήρου ὅπλα· ὅθεν καὶ ἐπικρατὴς εὑρέθη εἰς τοὺς πολέμους· πρὸ γὰρ αὐτοῦ ῥοπάλοις καὶ λίθοις ἐπολέμουν. Ἐνομοθέτησε δὲ καὶ ταῖς Αἰγυπτίων γυναιξὶ μονανδρεῖν καὶ σωφρόνως διάγειν. 8. Μετὰ δὲ τὴν τελευτὴν Ἡφαίστου ἐβασίλευσεν Αἰγυπτίων ὁ υἱὸς αὐτοῦ Ἥλιος ἡμέραις δυοζʹ, ὡς εἶναι ἔτη ιβʹ καὶ ἡμέρας ζʹ. Οὔτε γὰρ ᾔδεισαν τότε Αἰγύπτιοι ἢ ἄλλοι τινὲς ἐνιαυτὸν ψηφίσαι, ἀλλ' ἄλλοι μὲν τὰς περιόδους τῆς σελήνης εἰς ἐνιαυτοὺς ἐψήφιζον, οἱ δὲ τὰς περιόδους τῶν ἡμερῶν· οἱ γὰρ τῶν ιβʹ μηνῶν ἀριθμοὶ μετὰ ταῦτα ἐπενοήθησαν, ἐξ ὅτου ἐπωνομάσθη τὸ ὑποτελεῖς εἶναι τοὺς ἀνθρώπους τοῖς βασιλεῦσιν. Ὁ τοιοῦτος βασιλεὺς Αἰγύπτου Ἥλιος κατασχὼν γυναῖκα μοιχευομένην ἐτιμώρησεν αὐτὴν, στηρίζων τὴν τοῦ πατρὸς αὐτοῦ νομοθεσίαν· καὶ τοῦτό ἐστιν ὃ ποιητικῶς φησὶν Ὅμηρος, ὡς Ἥλιος ἤλεγξε τὴν Ἀφροδίτην συμμιγνυμένην νυκτὸς Ἄρεϊ. Ἀφροδίτην γὰρ ἐκάλεσε τὴν ἐπιθύμησιν τῆς πορνείας ὑπὸ Ἡλίου βασιλέως ἐλεγχθείσης. Τὸ δὲ ἀληθὲς Παλαίφατος ὁ σοφώτατος χρονογράφος συνεγράψατο. 9. Μετὰ τὴν Ἡλίου τελευτὴν ἐβασίλευσε Σῶσις. Μετὰ ταῦτα ἕτεροι δύο, καὶ μετ' αὐτοὺς Θοῦλις, ὃς παραλαβὼν πᾶσαν τὴν γῆν μετὰ (λ. ἕως) τοῦ ὠκεανοῦ ἦλθεν ἐν τῇ Ἀφρικῇ εἰς τὸ μαντεῖον· καὶ θυσιάσας ἐπυνθάνετο λέγων· «Τίς πρὸ τῆς ἐμοῦ βασιλείας ἠδυνήθη ὑποτάξαι τὰ πάντα, ἢ τίς μετ' ἐμέ;» Καὶ ἐδόθη αὐτῷ χρησμὸς οὗτος· Πρῶτα θεὸς, μετέπειτα λόγος καὶ πνεῦμα σὺν αὐτοῖς. Ταῦτα δὲ σύμφυτα πάντα καὶ ἔντυμον εἰς ἓν ἰόντα, οὖ κράτος αἰώνιον. 10. Μετ' αὐτὸν ἐβασίλευσεν Αἰγυπτίων ἐκ τῆς φυλῆς Χὰμ Σῶστρις, ἐφ' οὗ μετῳκίσθησαν ἐν Περσίᾳ Σκύθαι. Ἐν τοῖς χρόνοις τοῦ Σώστριδος ἦν Ἑρμῆς ὁ τρισμέγιστος ὁ Αἰγύπτιος, ἀνὴρ φοβερὸς ἐν σοφίᾳ, ὃς ἔφρασε τρεῖς μεγίστας δυνάμεις εἶναι, τὸ τοῦ ἀρρήτου καὶ δημιουργοῦ ὄνομα, μίαν δὲ θειότητα εἶπεν εἶναι· διὸ καὶ ἐκλήθη ὑπὸ τῶν Αἰγυπτίων Τρισμέγιστος. Ἐμφέρονται δὲ ἐν τοῖς πρὸς Ἀσκληπιὸν λόγοις αὐτοῦ ῥήματα ταῦτα· 11. «Ἦν φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ καὶ ἦν ἀεὶ νοῦς νοὸς φωτεινός· καὶ οὐδὲν ἕτερον ἦν ἢ ἡ τούτου ἑνότης· ἀεὶ ἐν αὑτῷ ὢν, ἀεὶ τῷ αὑτοῦ νοῒ καὶ φωτὶ καὶ πνεύματι πάντα περιέχει. Ἐκτὸς τούτου οὐ θεὸς, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη· πάντων γὰρ κτίστης καὶ πατὴρ καὶ θεὸς, καὶ πάντα ὑπ' αὐτὸν καὶ ἐν αὐτῷ ἐστιν. Ὁ γὰρ λόγος αὐτοῦ παντέλειος ὢν καὶ γόνιμος καὶ δημιουργὸς, ἐν γονίμῳ φύσει πεσὼν ἐν γονίμῳ ὕδατι ἔγκυον τὸ ὕδωρ ἐποίησε.» (12) Καὶ ταῦτα εἰρηκὼς ηὔξατο λέγων· «ὁρκίζω σε, οὐρανὸν, θεοῦ μεγάλου σοφὸν ἔργον, ὁρκίζω σε φωνὴν πατρὸς, ἣν ἐφθέγξατο πρώτην, ἡνίκα τὸν πάντα κόσμον ἐστηρίξατο· ὁρκίζω σε κατὰ τοῦ μονογενοῦς αὐτοῦ λόγου καὶ τοῦ πνεύματος τοῦ περιέχοντος πάντα· ἵλεως, ἵλεως, ἵλεως ἔσο·» ὥστε οὖν καὶ Ἑρμῆς ὁ τρισμέγιστος καίτοι γε ἀγνοῶν τὸ μέλλον τριάδα ὁμοούσιον ὡμολόγησε. 13. Μετὰ Σῶστριν ἐβασίλευσε τῶν Αἰγυπτίων Φαραὼ ὁ καὶ Καραχὼ, ἀφ' οὗ οἱ τῶν Αἰγυπτίων δυνάσται τὴν ἐπωνυμίαν ἔλαβον Φαραώ. 14. Καθ' ὃν δὲ χρόνον ἐβασίλευσε τῶν Ἀργείων ἐν τοῖς δυτικοῖς μέρεσιν Ἴναχος ἐκ τῆς φυλῆς Ἰάφεθ καταγόμενος, καὶ κτίζει πόλιν εἰς ὄνομα τῆς σελήνης, Ἰώ· οὕτω γὰρ τὴν σελήνην ἐκάλουν Ἀργεῖοι· καὶ ἠγάγετο γυναῖκα Μηλίαν, ἀφ' ἧς ἔσχεν υἱοὺς δύο καὶ θυγατέρα Ἰὼ, ἣν Πῖκος ὁ καὶ Ζεὺς ἥρπασε, καὶ ἐξ αὐτῆς ἔσχεν θυγατέρα Λιβύην. Ἡ τοίνυν Ἰὼ λυπηθεῖσα ἐπὶ τῇ διαφθορᾷ, ἀφεῖσα τοὺς γονεῖς, τοὺς ἀδελφοὺς καὶ τὴν θυγατέρα Λιβύην, ἔφυγεν εἰς Αἴγυπτον, κἀκεῖθεν ἐπὶ τὴν Συρίαν ἀπῆλθεν εἰς τὸ Σίλπιον καλούμενον ὄρος, εἰς ὅπερ Σέλευκος ὁ Νικάτωρ ἔκτισε πόλιν καὶ εἰς ὄνομα τοῦ υἱοῦ Ἀντιόχειαν ἐκάλεσε, κἀκεῖ ἐτελεύτα. Καὶ ἀπελθόντες εἰς ἀναζήτησιν αὐτῆς οἱ ἀδελφοὶ καὶ εὑρόντες θανοῦσαν ἔκτισαν αὐτῇ ἱερὸν ὅπερ ἐκάλεσαν Ἰώπολιν. 15. Ἡ δὲ Λιβύη γαμηθεῖσα Ποσειδῶνί τινι ἔτεκεν ἐξ αὐτοῦ παῖδας γʹ, Ἀγήνορα, Βῆλον καὶ Ἐνυάλιον. Ὁ Βῆλος γαμήσας Σίδην ἔσχε δύο υἱοὺς, Αἴγυπτον καὶ Δαναόν· ἐξ οὗ Αἴγυπτος καὶ Σιδὼν ὠνομάσθησαν. Ὁ δὲ Ἀγήνωρ ἤγαγε τὴν Τυρώ· ἐξ οὗ Τύρος πόλις· καὶ ἔσχεν υἱοὺς δʹ καὶ θυγατέρα μίαν, Κάδμον, Φοίνικα, Σύρον καὶ Κίλικα καὶ Εὐρώπην· καὶ ἔλαχον τὰς ἐπωνύμους χώρας Καδμείαν τὴν Θήβης, τὴν Φοινίκην, τὴν Συρίαν, τὴν Κιλικίαν καὶ τὴν Εὐρώπην. Τὴν Εὐρώπην δὲ ἁρπάσας ταῦρος, βασιλεὺς Κρήτης, ἔτεκε Μίνωα. 16. Κατὰ τούτους τοὺς χρόνους ἀνεφάνη τις ἐν Τύρῳ ἀνὴρ σοφὸς ὄνομα Ἡρακλῆς, ὃς εὗρε τὴν βαφὴν, τὴν καλουμένην κογχύλην, ἰδὼν κύνα ποιμενικὸν ἐσθίοντα κογχύλην καὶ τὸν ποιμένα ἐκμάσσοντα μετὰ πόκον προβάτου τὸ τοῦ κυνὸς στόμα, καὶ προσαγαγὼν τὸν πόκον ὡς μέγα δῶρον τῷ βασιλεῖ. (17) Ὁ δὲ Σύρος εὗρε τὴν ἀριθμητικὴν, ἐδόξασε δὲ καὶ ἀσωμάτους ἀρχὰς καὶ μεταβολὴν τῶν ψυχῶν εἰς ἕτερα ζῶα. 18. Κατὰ τοὺς χρόνους τούτους ἐγνωρίζετο Φαλὲκ, ὁ υἱὸς Ἕβερ, περὶ οὗ Μωσῆς ἔγραψε, καὶ ἕτερος υἱὸς τοῦ Πίκου Διὸς ἀπὸ Δανάης γενόμενος ὀνόματι Περσεὺς, ὃν ἐδίδαξεν ὁ πατὴρ πάσας τὰς μυστικὰς φαντασίας· ὅστις βουλόμενος ἑαυτῷ καταστῆσαι βασιλείαν καὶ διὰ πολλῆς ἐρχόμενος γῆς, εἶδε παρθένον κόρην αὐχμηράν τε καὶ δυσειδῆ ὀνόματι Μέδουσαν· καὶ λαβὼν ἀπέτεμεν αὐτῆς τὴν κεφαλὴν, καὶ τελέσας αὐτὴν, ὡς ἐδιδάχθη, ἐβάσταζε καταπλήττων πάντας καὶ ἀναιρῶν τοὺς ὁρῶντας· ἥντινα κεφαλὴν ἐκάλεσε Γοργόνα διὰ τὴν ὀξύτητα τῆς ἐνεργείας.** γυναικὸς Ἀνδρομέδας, καὶ καταλαβὼν κώμην λεγομένην Ἀμάνδραν, ἐποίησεν αὐτὴν πόλιν, στήσας ἑαυτῷ στήλην βαστάζουσαν τὴν Γοργόνα· αὕτη μετεκλήθη ἕως νῦν Ἰκόνιον διὰ τὸ ἀντεικόνισμα τῆς Γοργόνος. Ἐπολέμησε δὲ καὶ Ἰσαύροις καὶ Κίλιξιν, ἔνθα πόλιν κτίζει ἣν ἐκάλεσε Ταρσόν ἐν τῇ κώμῃ τῇ λεγομένῃ Ἀνδρασῷ. Χρηματισθεὶς (ἐχρηματίσθη?) γὰρ κατ' ὄναρ ὅτι ἐν τῷ (λ. ᾧ) τόπῳ μετὰ τὴν πρὸς πολεμίους νίκην ἀποβὰς ἐκ τοῦ ἵππου τὸν ταρσὸν ἀπόθηται τοῦ ποδὸς, ἐκεῖ ὑπὲρ τῶν νικητηρίων κτίσαι πόλιν, καὶ κτίσας ταύτην ἐκάλεσε Ταρσόν. Μετὰ δὲ ταῦτα καὶ Μήδους νικήσας ἐκάλεσε τὴν χώραν Περσίδα, ἐδίδαξε δὲ καὶ πολλοὺς τῶν Περσῶν τὰς ἐπὶ τῆς Γοργόνος τελετάς. (18*) Καθ' ὃν δὴ χρόνον κατηνέχθη σφαῖρα πυρὸς ἐκ τοῦ οὐρανοῦ, ἐξ ἧς ἔλαβεν ὁ Περσεὺς πῦρ, καὶ παρέδωκε τιμᾶν αὐτό· ὃ καὶ μέχρι νῦν φυλάττουσι. (19) Συνέβαλε δὲ τῷ Κηφεῖ τῷ πατρὶ Ἀνδρο μέδας, τυφλῷ ὄντι ὑπὸ τοῦ γήρως, καὶ προεβάλετο, καθ' ὅπερ εἶχεν ἔθος, εἰς βοήθειαν τὴν κεφαλὴν Γοργόνος· ὁ δὲ μὴ βλέπων οὐκ ἔθανεν· ὁ δὲ Περσεὺς ἀγνοῶν δι' ἣν αἰτίαν ἐξέφυγεν ἐκεῖνος τὸν ἀπὸ τῆς Γοργόνος θάνατον, καὶ νομίσας μηκέτι ἐνεργεῖν τὴν ὑπ' αὐτοῦ φερομένην κεφαλὴν, στρέψας εἰς ἑαυτὸν καὶ ταύτην ἑωρακὼς ἐτελεύτα. (20) Βασιλεύει μετ' αὐτὸν Περσῶν ὁ υἱὸς αὐτοῦ Μέρρος, ὅστις ἔκαυσε τὴν μυσαρὰν ἐκείνην κεφαλὴν τῆς Γοργόνος. 7a Exc. Salmas.: Διόνυσος πολεμήσας Πενθεῖ τῷ ἐξαδέλφῳ δέσμιος ἤχθη· Ἀγαυὴ δὲ ἡ μήτηρ Πενθέως ἔπεισεν αὐτοὺς σπείσασθαι ἐνώπιον τοῦ πάππου Κάδμου· ὁ δὲ Διόνυσος ἐνετείλατο τοῖς οἰκείοις ἀνελεῖν Πενθέα· καὶ ἐμυθεύθη ὅτι ἡ Ἀγαυὴ τὸν οἰκεῖον διεσπάραξεν, οἷα τοῦ θανάτου αὐτοῦ αἰτία γενομένη. Στασιασάντων δὲ τῶν πολιτῶν ἐπὶ τῷ θανάτῳ Πενθέως, Διόνυσος μὲν ἀπελαύνετο, προχειρίζεται δὲ Λυκοῦργος. Tzetzes Hist. VI, 61, 581: Ὁ δ' Ἰωάννης χρονικὸς ἀλληγορῶν που λέγει· Πενθεύς τε καὶ ὁ Λάβδακος, μᾶλλον δὲ Πενθεὺς πλέον, ἀνῃρημένων τῶν λοιπῶν ἐγγόνων τῶν τοῦ Κάδμου, τοῦ μὲν Ἀκταίωνος αὐτοῦ ὑπὸ κυνῶν ἰδίων, Λεάρχου Μελικέρτου δὲ παρὰ πατρὸς μητρός τε, εἶχεν ἐλπίδα κατασχεῖν τὰ σκῆπτρα καὶ τοὺς θρόνους. Ὡς δ' ἤκουσε Διόνυσον ἔγγονον νόθον Κάδμου ἀντιποιεῖσθαι τῆς ἀρχῆς, δεσμεῖ κρατήσας τοῦτον. Λύσας λιταῖς δὲ τῆς μητρὸς κτείνεται δόλοις τούτου. Διόπερ μῦθον ἔπλασαν, ἐκ τῆς μητρὸς κτανθῆναι. 8 Cod. Paris. 1630: Μετὰ δὲ Κάδμον ἐβασίλευσε τῆς Βοιωτίας Νυκτεὺς, οὗ θυγάτηρ Καλλιόπη ἐκ μίξεως Θεοβοίου Ζῆθον καὶ Ἀμφίονα ἔτεκεν, οἳ ῥιφέντες καὶ παρ' ἀγροίκου ἀνατραφέντες κρατοῦσι τῆς Βοιωτίας, ἐπαναστάντες τῷ Νυκτεῖ, καὶ κτίζουσι πόλιν τὴν πρώην οὖσαν κώμην καὶ καλουμένην Ἐγχέλειαν, καὶ ὠνόμασαν αὐτὴν Θήβας εἰς ὄνομα τοῦ πατρὸς αὐτῶν. (2) Τούτων ἀπόγονος Λάϊος, ἀφ' οὗ Οἰδίπους γεννηθεὶς ἐξετέθη ξύλῳ τοὺς πόδας περικλεισθεὶς, καὶ Οἰδίπους ὠνομάσθη διότι ὠγκωμένους εἶχε τοὺς πόδας. Γέγονε δὲ ἀνδρεῖος καὶ τὴν χώραν ἐλῄστευε. Καθ' ὃν δὴ χρόνον καὶ ἡ λεγομένη Σφὶγξ ἐφάνη, γυνὴ δυσειδὴς καὶ θηριώδης τὴν φύσιν, ἥτις ἀποβαλοῦσα τὸν ἄνδρα, καὶ λῃστρικὴν συναγαγοῦσα χεῖρα καὶ τόπον καταλαβοῦσα δύσβατον τοὺς παριόντας ἐφόνευε καὶ τὰς Θήβας τῶν ἀναγκαίων ἐστένου. (3) Ὁ οὖν Οἰδίπους δεινότατον τι βουλευσάμενος ἐς τὸ ἀναιρεῖν τὴν Σφίγγα, ἔλαβεν ἐκ τοῦ κτήματος ὅπου ἀνετράφη ἀγροίκους γενναίους, προσποιούμενος θέλειν ἑαυτὸν μετ' αὐτῆς λῃστεύειν καὶ ἐπιτηρήσας καιρὸν λόγχῃ ἀναιρεῖται ταύτην, καὶ προάγει εἰς τὴν πόλιν. Οἱ δὲ Θηβαῖοι θαυμάσαντες ἀναβοῶσιν αὐτὸν βασιλέα. (4) Μάχης δὲ γενομένης Λάϊος λίθῳ τὴν κεφαλὴν βληθεὶς ἀναιρεῖται· Ἰοκάστη δὲ φοβουμένη τῆς βασιλείας ἐκπεσεῖν ἄγει τὸν Οἰδίποδα, καὶ χειροτονεῖ βασιλέα. Καὶ θεραπεύει τὸ πλῆθος, καὶ βασιλεύει χρόνους ιθʹ, καὶ τίκτει
4.2.1
Ἰοκάστης υἱοὺς βʹ καὶ θυγατέρας βʹ. (5) Μετὰ δέ τινα χρόνον ἐρωτησάσης Ἰοκάστης περὶ τῶν γονέων αὐτοῦ, εἶπε Μελίβοιον τὸν θρεψάμενον· ἡ δὲ μετεστείλατο αὐτόν· καὶ εἶπε μὴ εἶναι τούτου υἱὸν, ἀλλ' ἐν τῇ ὕλῃ εὑρεῖν· καὶ μαθοῦσα χρόνον εὗρεν ὅτι υἱὸς αὐτῆς ὑπῆρχε, καὶ εἶπε τῷ Οἰδίποδι. Ὁ δὲ ἀκούσας ἔλαβεν ἥλους καὶ πήξας τοὺς ὀφθαλμοὺς ἀπέθανεν ἅμα μητρὶ Ἰοκάστῃ. ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. 1. Ἐπειδὴ δὲ ἀναγκαῖον εἰπεῖν ὅπως οἱ τότε ἄνθρωποι πολυθεΐαν ἐτίμησαν, λεκτέον ἡμῖν ἐντεῦθεν ἀρχομένοις. Σερούχ τις ἐκ τῆς τοῦ Ἰάφεθ φυλῆς καταγόμενος δόγμα παρέδωκε τιμᾶσθαι τοὺς πάλαι τελευτήσαντας καὶ ἀριστεύσαντας ἄνδρας ἢ διὰ εἰκόνων ἢ διὰ ἀνδριάντων, καὶ τούτους προσκυνεῖσθαι κατ' ἔτος ὡς ἔτι ζῶντας, καὶ μνήμας αὐτῶν ἐκτελεῖν καὶ ἐν ταῖς ἱερατικαῖς ἀναγράφεσθαι βίβλοις, καὶ θεοὺς αὐτοὺς ὀνομάζειν ὡς εὐεργέτας. Ἐντεῦθεν εἰσήχθη ἡ πολυθεΐα καὶ ἡ εἰδωλολατρία. Τοῦτο δὲ διέμεινε παρ' αὐτοῖς μέχρι τῶν χρόνων Θάρρα τοῦ πατρὸς Ἀβραάμ. Ἦν γὰρ ἀγαλματοποιὸςκαὶ ἀπὸ διαφόρων ὑλῶν τῇ πόλει εἰκόνας ἐργαζόμενος καὶ λέγων τούτους εἶναι θεοὺς καὶ ὀφείλειν προσκυνεῖσθαι ὡς αἰτίους τῶν ἀγαθῶν. Ἐντεῦθεν δὲ διέδραμεν ἡ τοιαύτη δόξα εἰς τὰ πλεῖστα τῶν ἀνθρώπων γένη, μάλιστα δὲ ἐν Ἑλλάδι. Ἤδη γὰρ ἦσαν οὗτοι τὴν τοιαύτην ἀναδεξάμενοι πλάνην, καὶ τιμήσαντες Ἕλληνα τὸν γίγαντα τὸν ἀπὸ φυλῆς τοῦ Ἰάφεθ καταγόμενον καὶ τῆς πυργοποΐας κοινωνὸν γενόμενον, δι' ἣν ἐμερίσθησαν αἱ γλῶτται τῶν ἀνθρώπων, καὶ ἐκλήθησαν μέροπες. 9 Exc. De virt.: Ὅτι ἡ εἰδωλολατρεία ἤρξατο ἀπὸ Σερούχ τινος καταγομένου ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ, δογματίσαντος εἰκόσι καὶ ἀνδριᾶσι τιμᾶσθαι τοὺς πάλαι ἀριστεύσαντας, καὶ τιμᾶσθαι ὡς εὐεργέτας. Καὶ τοῦτο ἐπεκράτησε μέχρι τῶν χρόνων Θάρρα τοῦ πατρὸς Ἀβραάμ. Ἀβραὰμ δὲ δίκαιος γενόμενος καὶ εἰς θεογνωσίαν ἐλθὼν καὶ λογισάμενος ὅτι ὁ πατὴρ αὐτοῦ τοὺς ἀνθρώπους πλανᾷ, παρασκευάζων αὐτοὺς εἰδώλοις καὶ ἀγάλμασι προσκυνεῖν, καὶ ποιητὴν ἁπάντων μὴ γνωρίζειν θεὸν, συντρίψας τὰ τοῦ πατρὸς ἔργα, ἀνεχώρησεν ἀπὸ Καρρῶν ὅρων Χαλδαίων τῆς μέσης τῶν ποταμῶν χώρας, καὶ ᾤκησεν εἰς τὰ μέρη τῆς νυνὶ καλουμένης Παλαιστίνης πέραν τοῦ Ἰορδάνου ποταμοῦ αὐτὸς καὶ οἱ αὐτοῦ συγγενεῖς καὶ Λὼτ ὁ υἱὸς τοῦ ἀδελφοῦ αὐτοῦ, πέμπτῳ καὶ ἑβδομηκοστῷ ἔτει τῆς ἑαυτοῦ ζωῆς. Εἰσὶν οὖν ἀπὸ τοῦ κατακλυσμοῦ ἕως Ἀβραὰμ ἔτη αυγʹ. Ἀπὸ δὲ τοῦ Ἀδὰμ ἕως τοῦ Ἀβραὰμ γψμεʹ. Ἐγένετδὲ Ἀβραὰμ πλούσιος σφόδρα ἐν κτήνεσι πολλοῖς, καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ συνοικία αὐτῶν. Καὶ ἔδωκε Λὼτ οἰκεῖν τὰ πέραν τοῦ Ἰορδάνου. Καθ' ὃν δὴ χρόνον ἀπώλοντο δύω πόλεις Σόδομά τε καὶ Γόμορρα, θείου πυρὸς καταρραγέντος ἐπ' αὐτὰς, διότι τοὺς παριόντας ἐνύβριζον ξένους. 10 Exc. Salmas.: Ἰορδάνης λέγεται ὁ ποταμὸς, διότι δύο ἅμα μίγνυνται ποταμοὶ, Ἰόρ τε καὶ Δάνης, καὶ ἀποτελοῦσιν αὐτὸν, ὥς φησι Πλούταρχος. Περὶ τοῦ Ἰορδάνου ἀπὸ τῆς ἱστορίας Φιλοστοργίου. «Ἐπ' ἐσχάτοις τῆς Παλαιστίνης τέρμασι, μεθ' ἣν ἡ τῶν Φοινίκων ἐκδέχεται, κεῖται πόλις Δὰν ὀνομασθεῖσα πρότερον ἐκ τῆς τοῦ Δὰν φυλῆς, ὁπηνίκα χρόνον ἐπ' οὐκ ὀλίγον οὗτοι δὴ μόνοι τοῦ παντὸς ἔθνους πλανώμενοι, τελευταῖον τὰ ταύτῃ κατασχόντες χωρία, μόγις ἱδρύνθησαν, καὶ πόλιν ἐπὶ τοῖς ἄκροις αὐτῶν ὄρεσι δειμάμενοι, τὴν τοῦ φυλάρχου σφῶν ἐπέθηκαν κλῆσιν, καὶ τοῦτο ἦν τῆς Ἰουδαίας ὁ ἔσχατος πρὸς Φοινίκην ὅρος. Ταύτην χρόνῳ ὕστερον Ἡρώδης ὁ μέγας οἰκοδομήσας, Καισάρειαν Φιλίππου μετωνόμασε, νῦν δὲ Πανεάς ἐστι καλουμένη· τὸ γὰρ Πανὸς ἐν ταύτῃ βρέτας στησάμενοι, εἰς τοῦτο τὴν τῆς πόλεως ἔτρεψαν προσηγορίαν. Ἐν ταύτῃ τῇ Πανεάδι τῶν τοῦ Ἰορδάνου πηγῶν ἡ ἑτέρα τίκτεται, δυοῖν οὐσῶν, Δὰν ἐκ τοῦ παλαιοῦ ὀνόματος ἔτι καὶ νῦν ὀνομαζομένη· τὴν γὰρ ἑτέραν, ἥτις Ἰὸρ ἐπικαλεῖται, πόρρωθεν αὐτῆς ὡς ἀπὸ σταδίων ρξʹ, κόλωνός τις τοῦ αὐτοῦ προΐησιν ὄρους· ὧν ἐξ ἑκατέρας προχεῖται ποταμὸς, ὁ μὲν Ἰοράτης, ὁ δὲ Δανίτης ἐπικαλούμενος· οἳ διὰ τοῦ ὄρους ἐνεχθέντες, ἐπειδὴ καταβαῖεν εἰς τὸ πεδίον, ἐνταῦθα ἤδη ξυνίασιν καὶ ἕνα μέγιστον ἀποτελοῦσι ποταμὸν τὸν Ἰορδάνην, ἐν ταὐτῷ ἤδη τό τε ῥεῦμα καὶ τὴν προσηγορίαν κιρνάμενοι· ὃς τὴν τῆς Τιβεριάδος διέξεισι λίμνην μέσην τέμνων αὐτὴν, καὶ δι' ὅλης αὐτῆς ἐν τῷ οἰκείῳ ὁλκῷ ῥεόμενος μέχρις ἂν ἐπὶ τὴν κατέναντι ἐκπέσειε γῆν, ἶσος αὐτὸς αὑτῷ καὶ παραπλήσιος ὤν· κἀντεῦθεν ἤδη διὰ τῆς Παλαιστίνης ἐνεχθεὶς, ἅπας εἰς τὴν νεκρὰν καλουμένην εἰσπεσὼν ἀφανίζεται θάλασσαν.» 11 Cod. Par. 1630: Ἰορδάνης δὲ ποταμὸς οὕτω λέγεται διὰ τὸ συμμίγνυσθαι δύο ἅμα, Ἰόρ τε καὶ Δάνην. Καθ' ὃν δὴ χρόνον καὶ Μελχισεδὲκ ἐγνωρίζετο, ἀνὴρ εὐσεβὴς, καταγόμενος ἐκ γένους Σίδου, υἱοῦ Αἰγύπτου βασιλέως τῆς Λιβύης· ὅστις γενόμενος ἱερεὺς καὶ βασιλεὺς τῶν Χαναναίων ἔκτισε πόλιν ἐν τῷ ὄρει τῷ λεγομένῳ Σιὼν, καὶ καλέσας αὐτὴν Ἱερουσαλὴμ, ὅπερ ἐστὶν εἰρήνης πόλις, ἐβασίλευσεν ἐν αὐτῇ ἔτη ριγʹ, καθὼς Ἰώσηπος ἱστορεῖ. (2) Κατὰ τοῦτον τὸν χρόνον ἀπώλοντο δύο πόλεις, Σόδομα καὶ Γόμορρα θείου πυρὸς καταρραγέντος ἐπ' αὐτὰς, διότι τοὺς παριόντας ἐνύβριζον ξένους. 3. Ἀβραὰμ δὲ ἐγέννησε τὸν Ἰσαὰκ ἐκ τῆς Σάρρας καὶ τὸν Ἰσμαὴλ ἐκ τῆς παιδίσκης τῆς Ἄγαρ· ἐξ ὧν Σαρακηνοί τε καὶ Ἰσμαηλῖται προσαγορεύονται. Ἰσαὰκδὲ ἐγέννησε τὸν Ἰακὼβ, τὸν κληθέντα Ἰσραὴλ, καὶ τὸν Ἠσαὺ, ἀφ' οὗ Ἴσαυροι καὶ Ἰσραηλῖται μετωνομάσθησαν. Ἰακὼβ δὲ ἐγέννησεν υἱοὺς ιβʹ· ἐκ τούτων αἱ νῦν φυλαὶ τοῦ Ἰσραὴλ καὶ τὸ τῶν ἱερέων γένος ἀπεδείχθη, οἵ τε Ἑβραῖοι πάλαι λεγόμενοι Ἰουδαῖοι τότε προσηγορεύθησαν. 4. Καθ' ὃν χρόνον ἐγνωρίσθη παρ' Ἕλλησιν Ἡσίο δος ἀνὴρ σοφὸς, ὃς τὰ Ἀσσυρίων γράμματα εἰς Ἑλλάδα γλῶσσαν μετέβαλεν. Τότε δὲ καὶ ἐν τῇ χώρᾳ τῶν Καρῶν ἐγένετό τις Ἐνδυμίων ὀνόματι, ὅστις διὰ μυστικῶν εὐχῶν ἀπὸ τῆς σελήνης ἐβούλετο μαθεῖν τὸ τοῦ Θεοῦ ὄνομα, καὶ δι' ὀνείρου μαθὼν ἀπέψυξε. Καὶ μῦθός ἐστι μέχρι τοῦ νῦν, τὸ τούτου λείψανον δονεῖσθαι κατὰ τὴν Καρῶν χώραν. Ὁ δὲ μῦθός φησιν αὐτὸν ὑπὸ τῆς Σελήνης φιλεῖσθαι. 5. Ἰακὼβ δὲ ἐπορεύθη εἰς Αἴγυπτον πρὸς τὸν υἱὸν αὐτοῦ τὸν Ἰωσὴφ μέγαν γενόμενον. Ἰωσὴφ πρὸς τοὺς ρʹ γεγονὼς ἐνιαυτοὺς μετήλλαξε τὸν βίον. Λευὶ δὲ ἐγέννησε τὸν Ἀβρακαὰδ, ὁ δὲ τὸν Ἄμρα, καὶ οὗτος τὸν Μωσέα καὶ τὸν Ἀαρών. Γίνεται δὲ ἀπὸ Ἀβραὰμ ἐπὶ Μωσέως ἔτη φεʹ, τὰ δὲ ἀπὸ Ἀδὰμ ἕως Μωσέως ἔτη δσδʹ. Μωσῆς δὲ ἀναληφθεὶς ὑπὸ τῆς θυγατρὸς Φαραὼ, ἐπαιδεύθη πᾶσαν σοφίαν Αἰγυπτίων· πʹ δὲ ἐνιαυτῶν γενόμενος ἀπῆρεν ἀπ' Αἰγύπτου, συλλαβὼν Ἰσραηλίτας, οὐ μείονας χʹ χιλιάδων ὄντας, μετὰ ἐνιαυτοὺς λςʹ, καὶ ἐπορεύθη διὰ τῆς Ἐρυθρᾶς φέρων καὶ τὰ ὀστᾶ τοῦ Ἰωσήφ· μʹ δὲ ἔτη συμφιλοσοφήσας τῷ λαῷ τελευτᾷ ἐτῶν ρκʹ, διάδοχον Ἰησοῦν τὸν τοῦ Ναυῆ καταλιπών· ὃς διδάξας τὸν λαὸν ἔτη κζʹ ἀπέθανε χρόνων ὢν ιʹ καὶ ρʹ. Ἑξῆς δὲ κριταὶ διηγοῦνται τοῦ Ἰσραήλ. 12 Exc. Salmas.: Οἱ δυνάσται τῶν ἐθνῶν ὑπὸ Ἰησοῦ τοῦ Ναυῆ διωκόμενοι, καὶ μὴ προσδεχθέντες παρ' Αἰγυπτίων, εἰς τὴν τῶν Ἄφρων χώραν μετοικήσαντες ἐπέγραψαν· «Ἡμεῖς ἐσμὲν Χαναναῖοι, οὓς ἐδίωξεν Ἰησοῦς ὁ λῃστής.» 13 Cod. 1630: Ἐν τοῖς χρόνοις δὲ τοῦ Ἰησοῦ ἐβασίλευσε τῆς Ἀττικῆς Ὠγύγης, ὃς κατακλυσμοῦ γενομένου ἀπώλετο μετὰ τῆς χώρας, καὶ ἔμεινεν ἐξ ἐκείνου ἔρημος καὶ ἀοίκητος ἡ Ἀττικὴ χρόνους σςʹ, καθὼς Ἀφρικανὸς συνεγράψατο. (3) Τῆς δὲ Μολοσσῶν χώρας ἐβασίλευσε τότε Ἀΐδης, ὃς εἶχε θυγατέρα κόρην, ἤτοι ὡραίαν, Περσεφόνην. Ἐρῶντος δὲ Πειρίθου, γνοὺς αὐτὸ ὁ πατὴρ ἔστησε πρὸ τῆς θύρας τοῦ κοιτῶνος ὃν εἶχε κύνα καὶ ἐκάλει τρικέρβερον διὰ τὸ μέγεθος· καὶ (ὃς?) κατὰ σύνταξιν ἐλθόντα τὸν Πειρίθουν διεχρήσατο, πρὸς δὲ καὶ τὴν κόρην ἐξελθοῦσαν εἰς βοήθειαν αὐτοῦ. Καὶ τοῦτο ἔστιν ὃ ποιητικῶς εἴρηται ὅτι ὁ Πλούτων ἥρπασεν αὐτὴν, ὡς Παλαίφατος. (3) Ἡ δὲ Σικυῶνος βασιλεία ἤτοι τῆς Ἑλλάδος διήρκεσεν ἔτη πεʹ. (4) Ἐν τούτοις τοῖς χρόνοις ἐγνωρίσθη Προμηθεὺς γραμματικῆς*, Ἐπιμηθεὺς μουσικῆς καὶ Ἄτλας ἀστρονομίας· δι' ὃ λέγουσιν ὅτι τὸν οὐρανὸν βαστάζει· καὶ ὁ πανόπτης Ἄργος, τὴν τεχνικὴν ἐπιστήμην περίβλεπτος. (5) Ἐπετέθη δὲ καὶ ἡ τῆς Ἀττικῆς βασιλεία. εἰς Ἀθήνας, καὶ ἤρκεσεν ἔτη υ βʹ. Ἐβασίλευσε δὲ πρῶτος Κέκροψ, ὅστις διφυὴς ἐκλήθη διὰ τὸ τοῦ σώματος μέγεθος. Ὃς ἐνομοθέτησε γυναῖκας ἐκδίδοσθαι ἀνδρὶ ἑνὶ, πρότερον θηριωδῶς μιγνυμένας. Τοῦτο δὲ ἐποίησεν ὡς ἐξ Αἰγύπτου καταγόμενος, τὴν νομοθεσίαν Ἡφαίστου οὐκ ἀγνοῶν· ἔλεγε δὲ ὅτι καὶ διὰ τὴν τοιαύτην τῆς ἀσελγείας κακοήθειαν ἡ Ἀττικὴ κατεκλύσθη. (6) Μετὰ αὐτὸν ἐβασίλευσε Κράναος, Φορωνεὺς καὶ οἱ ἐφεξῆς μέχρι Κόδρου. Ἐκ τότε μετέπεσεν ἡ τῶν Ἀθηναίων βασιλεία εἰς ἀριστοκρατίαν, καὶ ἐγένετο πρῶτος Δράκων ὁ νομοθέτης, εἶτα Σόλων, μετὰ τοῦτον Θαλῆς, ἑξῆς Αἰσχύλος καὶ ἕτεροι. Καὶ ἐκράτησε τὰ πάντα ἔτη πβʹ. (7) Τότε καὶ Ὀρφεὺς ἐγνωρίζετο, σοφὸς ἄριστος γενόμενος καὶ πολλὰ μυστήρια διδαχθείς. Φέρονται αὐτοῦ καὶ περὶ θεογνωσίας λόγοι, ἐν οἷς εἶπεν, ὅτι τὸ ὑπέρτατον φῶς πάντα ἐδημιούργησεν, ὅπερ ὠνόμασε Βουλὴν, Φῶς, Ζωήν· ταῦτα τὰ τρία ὀνόματα μίαν δύναμιν ἀπεφήνατο καὶ ἓν κράτος τοῦ δημιουργοῦ πάντων θεοῦ. 14 Suidas: Ὀρφεύς. Ὅτι ἐπὶ τῶν παρὰ Ἰουδαίοις Κριτῶν, καταλυθείσης τῆς βασιλείας Ἀθηναίων, Ὀρφεὺς ἐγνωρίζετο, σοφὸς ἄριστος γενόμενος καὶ πολλὰ μυστήρια διδαχθείς. Φέρονται γὰρ αὐτοῦ καὶ περὶ θεογνωσίας λόγοι, ἐξ ὧν εἰσὶ ταῦτα. Εἶπε γὰρ ὅτι ἐξαρχῆς ἀνεδείχθη ὁ αἰθὴρ ὑπὸ τοῦ θεοῦ δημιουργηθείς· καὶ ἐντεῦθεν κἀκεῖθεν τοῦ αἰθέρος ἦν χάος, καὶ νὺξ φοβερὰ πάντα κατεῖχε καὶ ἐκάλυπτε τὰ ὑπὸ τὸν αἰθέρα· σημαίνων τὴν νύκτα προτερεύειν· εἰρηκὼς ἀκατάληπτόν τινα καὶ πάντων ὑπέρτατον εἶναι καὶ προγενέστερον καὶ δημιουργὸν ἁπάντων, τόνγε ὑπέρτατον αἰθέρα. Καὶ τὴν γῆν εἶπεν ἀόρατον. Ἔφησε δὲ ὅτι τὸ φῶς ῥῆξαν τὸν αἰθέρα ἐφώτισε τὴν γῆν καὶ πᾶσαν τὴν κτίσιν· ἐκεῖνο εἰπὼν τὸ φῶς, τὸ ὑπέρτατον πάντων, τὸ ἀπρόσιτον, τὸ πάντα περιέχον· ὅπερ ὠνόμασε Βουλὴν, Φῶς, Ζωήν. Ταῦτα τὰ τρία ὀνόματα μίαν δύναμιν ἀπεφήνατο, καὶ ἓν κράτος τοῦ δημιουργοῦ πάντων θεοῦ, τοῦ πάντα ἐκ τοῦ μὴ ὄντος παραγαγόντος εἰς τὸ εἶναι, ὁρατά τε καὶ ἀόρατα. Περὶ δὲ τοῦ γένους τῶν ἀνθρώπων εἶπεν, ὅτι καὶ αὐτὸ ὑπὸ τοῦ δημιουργοῦ πάντων καὶ θεοῦ ἐπλάσθη, καὶ ψυχὴν ἔλαβε λογικὴν, ἀκολουθήσας τοῖς Μωσέως· καὶ ταλαίπωρον εἰρηκὼς τὸ γένος τῶν ἀνθρώπων καὶ πολλοῖς ὑποκείμενον πάθεσι ψυχικοῖς τε καὶ σωματικοῖς, δεκτικόν τε ἀγαθῶν καὶ πονηρῶν ἔργων, καὶ τὰ πρὸς τὸ ζῆν ἀθλίως διακείμενον. 15 Codex 1630: Ἐν τοῖς αὐτοῖς χρόνοις ὁ Μαρσύας ἐγένετο αὐλητὴς, καὶ τὰ κατὰ τὸν Ἰάσονα καὶ τοὺς Ἀργοναύτας ἐπράχθη, οἳ προσορμίσαντες ἐν Κυζικῷ καὶ μετὰ τὸ ξενωθῆναι κατὰ ἄγνοιαν συμβαλόντες καὶ ἀνελόντες Κυζικὸν τὸν βασιλέα, καὶ πενθήσαντες, ἔκτισαν ἱερὸν εἰς μνήμην αὐτοῦ, ἐκεῖθέν τε ἀπελθόντες εἰς τὰ καλούμενα Πύθια θερμὰ καὶ θυσιάσαντες ἐπηρώτων τὸν Ἀπόλλωνα τίνος ἐστὶ τὸ ἱερὸν ὅπερ αὐτοὶ ᾠκοδόμησαν. Καὶ ἐδόθη αὐτοῖς χρησμὸς περιέχων οὕτως· «Ἀδαὴς κόρη ἔγκυος ἔσται· ὁ γὰρ ἐξ αὐτῆς προϊὼν ἅπαντα κόσμον ζωγρήσας πατρὶ προσάξει δῶρον· αὐτῆς ἔσται δόμος οὗτος. Μαρία δὲ τοὔνομα αὐτῆς.» Οἱ δὲ νομίσαντες περὶ Ῥέας ταῦτα λελέχθαι, ἐπωνόμασαν αὐτὸν τῆς Ῥέας. Ὅστις οἶκος ἐπὶ Ζήνωνος τοῦ βασιλέως, ἐκκλησία γέγονε τῆς δεσποίνης ἡμῶν καὶ θεοτόκου Μαρίας. (2) Ἐκεῖθέν τε ἀναπλέοντες διὰ τῆς Βιθυνίας ὡρμημένοι τὴν Ποντικὴν διαπεράσαι θάλασσαν, καὶ φθάσαντες περὶ τὸν καλούμενον Ἀνάπλουν, ἔμαθον ὅτι τὸ στενὸν ἐκεῖνο τῆς θαλάσσης βάρβαρός τις Ἄμυκος κατέχει καὶ τοὺς πλέοντας λῃστεύει καὶ φονεύει, καὶ καταφυγόντες ἐν κόλπῳ δασυτάτῳ ἐθεάσαντο ἐν ὀπτασίᾳ τινὰ φοβερὰν ἀνδρὸς εἰκόνα ἀετοῦ ἔχοντος πτέρυγας κατὰ τῶν ὤμων, προθεσπίζοντος αὐτοῖς τὴν κατὰ Ἀμύκου νίκην. Συμβαλόντες γοῦν ἀναιροῦσι τὸν Ἄμυκον, καὶ ὑποστρέψαντες ᾠκοδόμησαν ἐν ἐκείνῳ τῷ τόπῳ ἱερὸν, γράψαντες ἐν εἰκόνι ὅπερ εἶδον ἐκτύπωμα, καὶ ὀνομάσαντες τὸν τόπον Σωσθένιον· ὅπερ ἱερὸν χρόνοις ὕστερον ὁ τοῦ Βυζαντίου βασιλεὺς Κωνσταντῖνος ὁ μέγας εἰς ὄνομα τοῦ ἀρχαγγέλου Μιχαὴλ ὠνόμασεν. (3) Ἐκεῖθεν οἱ περὶ Ἰάσονα διὰ τῆς Ποντικῆς θαλάσσης εἰς Κολχίδα παραγενόμενοι ἔλαβον τὴν Μήδειαν καὶ τὸ χρυσοῦν λεγόμενον δέρας, ὅπερ ἦν οὐχ ὥσπερ ποιητικῶς φέρεται, ἀλλὰ βιβλίον ἐν δέρμασι γεγραμμένον, περιέχον ὅπως δεῖ γίνεσθαι διὰ χημείας χρυσόν. (4) Ἐν δὲ τῆ Φρυγῶν χώρᾳ ἦν τότε Τρὼς ὁ πατὴρ Ἴλου καὶ Γανυμήδους. 5. Ἐγένοντο δὲ κατὰ τοὺς αὐτοὺς χρόνους Κριταὶ τῶν Ἰουδαίων Χουσαρθὼμ χρόνους ζʹ, Γοθονοὴλ χρόνους νʹ (λ. μʹ), Γεδεὼν, Ἰεφθάε, ὃς ταξάμενος τὸ πρῶτον ὑπαντῆσαν αὐτῷ ἐν τῷ οἴκῳ αὐτοῦ καταθύειν, ἀνεῖλε τὴν θυγατέρα αὐτοῦ, Σαμψὼν, παῖς Μανωὲ, ὃς ὑπὸ Δαλίλας ὑπεκλάπη τὸν νοῦν, καὶ τῆς σωφροσύνης ἅμα καὶ τῆς ἰσχύος ἐξέπεσεν· καὶ ἐδόθη ἀλήθειν ἐν μύλῳ, δέσμιος εἰς Γάζαν ἀχθείς. 16 Exc. De virt.: Ὅτι Σαμψὼν, παῖς Μανωὲ, κριτὴς καὶ ἀνὴρ ἰσχυρός. Ἄχρι μὲν οὖν οὗτος ἐκράτει τῶν τοῦ σώματος ἡδονῶν, τῶν πολεμίων κατεδυνάστευσεν· ἐπειδὰν δὲ ὑπὸ Δαλιλᾶ τῆς πόρνης ὑπεκλάπη τὸν νοῦν, ἅμα καὶ σωφροσύνης καὶ τῆς ἰσχύος ἐξέπεσεν· ὑπό τε τῶν ἐναντίων ἁλοὺς δέσμιος εἰς Γάζαν ἀπήχθη, καὶ τῶν ὄψεων στερηθεὶς ἐδόθη ἀλήθειν ἐν μυλῶνι. Διὸ δὴ συμπεσὼν τοῖς τοῦ ἱεροῦ κίοσι συναπώλετο τοῖς ἐναντίοις εἰπών· «Ἀπελθέτω δὴ Σαμψὼν μετὰ τῶν ἀλλοφύλων.» Καὶ ὁ μὲν οὕτω διεφθάρη κρίνας τὸν λαὸν ἔτη εἴκοσι. 17 Codex 1630: Ἠλεὶ (ὃς), μυριάδων λαοῦ τεσσάρων 17 καὶ τῶν παίδων αὐτοῦ ἀναιρεθέντων, ὑπὸ τῆς ἀθυμίας ἐξέπνευσε. Καὶ ἡ κιβωτὸς διαρπαγεῖσα παρὰ τῶν βαρβάρων πάλιν ἀπεδόθη μετὰ εἰκοσαετῆ χρόνον, λιμῷ περιπεσόντων τῶν βαρβάρων. Καὶ διήρκεσαν οἱ κριταὶ χρόνους τλζʹ. Ἔπειτα περιστάντος τοῦ πλήθους καὶ βιαζομένου χειροτονῆσαι Σαμουὴλ βασιλέα, καθάπερ εἶχον τὰ ἔθνη, πρῶτος ἀνεδείχθη βασιλεὺς Σαούλ. Βοὰζ δὲ δίκαιος ἀνὴρ ἐκ τῆς εὐσεβοῦς γυναικὸς Ῥοὺθ ἐγέννησε τὸν Ὠβὴδ, Ὠβὴδ δὲ τὸν Ἰεσσαῒ, Ἰεσσαῒ δετὸν Δαυὶδ, ὃς τὸν βάρβαρον Γολιὰθ καταγωνισάμενος ἐκρίθη ὑπὸ πάντων μέγας, Σαοὺλ δὲ ὑπεκορίζετο. Ἡνίκα δὲ Σαοὺλ ὑπὸ τῶν πολεμίων ἥλω καὶ τὸν βίον μετήλλαξεν, εὐθέως βασιλεὺς ἀπεδείχθη τοῦ Ἰσραήλ. Δαυὶδ δὲ διάδοχον τῆς βασιλείας τὸν ἑαυτοῦ παῖδα Σολομῶνα ἀπέδειξεν· ἐν οἷς καὶ ὁ Τρωϊκὸς ἐκινήθη πόλεμος· ὅστις Σολομῶν οἰκοδομεῖ τὸν ἐν Ἱερουσαλὴμ ναόν· ἐδίκαζέ τε τῷ λαῷ ἐν σοφίᾳ. Γυναῖκας δὲ χιλίας ἀγαγόμενος πείθεται ὑπ' αὐτῶν εἰδωλολάτρης γίνεσθαι· διὸ καὶ προσέταξεν ὁ Θεὸς διαμερισθῆναι τὴν αὐτοῦ βασιλείαν. 18 Exc. De virt.: Ὅτι ὁ Σαοῦλ ὁ βασιλεὺς τῶν Ἰουδαίων ὑπὸ δαίμονος κατείχετο, καὶ οὔτε ἐκάθευδεν οὔτε ἐκοιμᾶτο. Ὅντινα ὁ Δαβὶδ ταῖς μελῳδίαις κατέθαλπεν. 2. Ὅτι ὁ Δαβὶδ ὁ βασιλεὺς ἐν πολέμοις ἄριστος ἦν καὶ τῶν νόμων ἀκριβὴς φύλαξ, καὶ πάντας τοὺς πολεμίους ἐχειρώσατο. Ὀλίγοις τέ τισι πταίσμασι τὸ σῶμα πιεσθεὶς θείαις ἐπαιδεύετο μάστιξι. Πρὸς γὰρ τῶν ἑαυτοῦ παίδων μικροῦ δεῖν τῆς βασιλείας ἐξέπεσεν, γέλως τε τοῖς πολεμίοις ἀπεδείχθη. Καὶ ταῦτα μὲν μετανοίαις καὶ δάκρυσιν ἐθεράπευσεν. 3. Ὅτι Σολομῶν ὁ υἱὸς Δαβὶδ ὁ βασιλεὺς Ἰουδαίων φρονήσει τε καὶ δυνάμει καὶ πλούτῳ περιφανὴς ἦν. Δικάζων τε τῷ λαῷ ἐν σοφίᾳ τοῦ κρείττονος οὐ διέλειπεν. Ἤσκει τε πᾶσαν σοφίαν θείας χάριτος γέμουσαν, καὶ τῆς διδασκαλίας ἀκροατὰς πλείστους τῆς ἰδίας ἐποιεῖτο. Ταῦτά τε καὶ τὰ τοιαῦτα διαπραττόμενος τῷ τῆς φύσεως εὐαλώτῳ περὶ τὰς τοῦ σώματος ἡδονὰς ὑπαγόμενος, ἄγεται μὲν γυναῖκας χιλίας τὸν ἀριθμόν· πείθεται δ' ὑπ' αὐτῶν εἰδωλολάτρης γίνεσθαι. Διὸ προσέταξεν ὁ Θεὸς μερισθῆναι τὴν αὐτοῦ βασιλείαν, οὐκ ἐπὶ τῶν χρόνων αὐτοῦ, διὰ μνήμην Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, ἀλλὰ μετὰ τὴν αὐτοῦ τελευτήν.

Intertext edge

Open linked passage

Note