Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
HISTORIA CHRONIKE
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77"> —
⋯
More
Original / primary: Pg Scrape Grc
55.1.1
Ibid.: Ὅτι Ἀντιόχου, οὗ ἐπώνυμός ἐστι πόλις παρὰ Ἀσσυρίοις, υἱὸς Σέλευκος καὶ Ἀντίοχος ὁ ἐπικληθεὶς Θεός· ἀλλ' ὁ μὲν Σέλευκος, ἐπιβουλεύειν ὑποπτευθεὶς τῷ πατρὶ, κατακτείνεται. 56 Ibid.: Ὅτι Δημήτριος υἱὸς ἦν Φιλίππου τοῦ Μακεδόνων βασιλέως, ὃν οἱ Ῥωμαῖοι ὅμηρον ἔσχον· συμμαχήσαντος δὲ Φιλίππου τοῖς Ῥωμαίοις, τοῦτον ἀμειβόμενοι τῆς ἐννοίας (εὐν.?), ἀφιᾶσι τὸν παῖδα τῆς ὁμηρείας. Ἐπανελθόντα δὲ τὸν Δημήτριον ἐκποδὼν ὁ Φίλιππος ἐποιήσατο, πρῶτος τῶν ἀπὸ τοῦδε τοῦ γένους μιαιφονήσας ἐς τοὺς οἰκείους. 57 Exc. De virt.: Ὅτι Αἰμίλιος ὁ ὕπατος, ὁ τὸν Περσέα τὸν τῶν Μακεδόνων βασιλέα χειρωσάμενος, ἀνὴρ ἦν σώφρων καὶ φέρειν εὐπραγίας εἰδὼς, καὶ ἱκανὸς ὤν. Ἅμα γὰρ βασιλικῇ θεραπείᾳ τὸν ἄνδρα ὑπεδέξατο, πεσεῖν τε βουληθέντα πρὸς τοῖς γόνασιν αὐτοῦ ἀναστήσας καὶ ἐπειπὼν, «Ἄνθρωπε, τί μου καταβάλλεις τὸ κατόρθωμα;» ἐπί τινος βασιλικοῦ θρόνου πάρεδρον ἑαυτῷ κατεστήσατο. Μακεδόνας δὲ καὶ Ἰλλυριοὺς, τῆς πρόσθεν δουλείας ἀπηλλαγμένους, ἐλευθέρους εἶναι καὶ αὐτονόμους προστάττει τὸ συνέδριον, δασμόν τε φέρειν βραχὺν, καὶ πολλῷ τινι τοῦ πάλαι κομιζομένου τοῖς ἑκατέρων βασιλεῦσι καταδεέστερον· ὡς ἂν ὁμολογοῖτο πρὸς ἁπάντων Ῥωμαίους τῶν ὑπαρξάντων εἰς αὐτοὺς ἀδικημάτων ἤπερ ἐφέσει τῆς Μακεδονικῆς ἡγεμονίας ἐξενηνοχέναι τὸν πόλεμον. Ὁ γὰρ Αἰμίλιος ἐς τὴν ἁπάντων τῶν παρόντων ἀκοὴν (ἦσαν δὲ πολλοὶ ἐκ πολλῶν ἐθνῶν συνειλεγμένοι) τὸ τῆς βουλῆς ἐξενεγκὼν δόγμα ἐλευθέρους εἶναι τοὺς ἄνδρας ἀπεφήνατο· τούς τε παρ' αὐτὸν ἀφικομένους τῶν Εὐρωπαίων πρέσβεις εἱστία πολυτελῶς, τῇ λαμπρότητι τοῦ συμποσίου φιλοτιμούμενος. Ἔλεγε γὰρ δὴ τῶν αὐτῶν ἀνδρῶν εἶναι, τῷ τε πολέμῳ κρατεῖν, καὶ ταῖς παρασκευαῖς τῶν συμποσίων ἐπιμελεῖς τε καὶ φιλοτίμους φαίνεσθαι. 58 Exc. De ins.: Ὅτι Ἀντίοχος (sc. ὁ Ἐπιφανὴς), ὁ τῆς Συρίας βασιλεὺς, τοῦ Σελεύκου (sc. τοῦ Φιλοπάτορος) τοῦ ἀδελφοῦ παῖδα ὑποτοπήσας διέφθειρεν· ἑτέροις τὸν τούτου φόνον ἐπενεγκὼν, οὓς δὴ καὶ διὰ φόβον διεχρήσατο· αὖθίς τε πρὸς Πτολεμαῖον (sc. τὸν Φιλομήτορα) στρατεύει, ἀναπαλαίειν ταῖς συνθήκαις ἐπιχειροῦντα. Καὶ πολεμήσας αὐτῷ κατὰ τὸ Πηλούσιον, κρατήσας τε παντελῶς τοῖς ὅπλοις, φυγεῖν ἐπὶ τὴν Ἀλεξάνδρειαν ἠνάγκασεν. Καὶ ὁ μὲν Πτολεμαῖος οὐ προσδεχθεὶς ὑπὸ τῶν Αἰγυπτίων, προσφεύγει τῷ γαμβρῷ Ἀντιόχῳ· ὁ δὲ τοῦτον πάλιν εἰς τὴν βασιλείαν ἀποκαθίστησιν· ἐκεῖθέν τε κατὰ Ἰουδαίων ὁρμήσας, αἱρεῖ μὲν αὐτῶν τὸ ἄστυ, καὶ τοὺς θησαυροὺς ἅπαντας καὶ τὰ ἱερὰ σκεύη, καὶ τοὺς ναοὺς συλήσας συνέχεε τὰ τοῦ ἔθνους νόμιμα, δειναῖς τε τιμωρίαις τοὺς ἄνδρας ὑποβαλὼν, ἑλληνίζειν ἠνάγκαζε· τόν τε πάτριον αὐτῶν ἀφελόμενος κόσμον, Διὸς Ὀλυμπίου ἀνέστησεν ἄγαλμα· ἐντεῦθέν τε ὡς ἐπὶ τὴν Σαμάρειαν ἀνῆλθε, καὶ Διὸς ξενίου τέμενος ᾠκοδόμησεν. Καὶ Ματθίας Ἀσμωνίου παῖς τὴν ἱερατείαν παρείληφεν ἐν Ἱερουσαλὴμ, καὶ τοὺς Ἀντιόχου στρατηγοὺς διεχρήσατο. Ἀλλ' ὁ μὲν ἀπὸ Σαμαρείας οἴκων*, αὐτόν τε τὸν Ματθίαν ἀναιρεῖ, καὶ τοὺς λεγομένους Μακκαβαίους κολάζει, τό τε ἱερὸν χοιρείοις αἵμασι βεβηλοῖ, καὶ στρατηγοὺς ἰδίους ἄρχειν τοῦ ἔθνους καθίστησιν. Αὐτός τε ἐπὶ τὴν Συρίαν ἀνελθὼν μεταλλάττει τὸν βίον, Ἀντιόχου τοῦ Εὐπάτορος τὴν ἀρχὴν διαδεξαμένου. 59 Ibid.: Ἐπειδὴ δὲ Δημήτριος Ἀντιόχου τοῦ Ἐπιφανοῦς υἱὸς παρὰ Ῥωμαίοις ὁμηρεύων, τὸν τοῦ πατρὸς ἐπύθετο θάνατον, καὶ τὴν βασιλείαν πρὸς τοῦ Εὐπάτορος ἁρπαγεῖσαν, ἱκετεύσας τὴν βουλὴν, καὶ πολλῆς ἐπικουρίας τυχὼν, ἐπὶ τὴν Συρίαν ἐπανέρχεται. Καὶ κατακτείνει μὲν τὸν Εὐπάτορα δύω ἔτεσιν ἐπιτρυφήσαντα, ἀναλαμβάνει δὲ τὴν βασιλείαν· καὶ σύμμαχος τοῦ Ῥωμαίων γένους κληθεὶς, βεβαίας ἀπήλαυσε τῆς ἡγεμονίας. Ἐνιαυτοὺς δὲ βʹ πρὸς τοῖς δέκα βιώσας, ὑπ' Ἀλεξάνδρου δολοφονεῖται, τοῦ καὶ τὴν ἀρχὴν διαδεξαμένου. 60 Ibid.: Ὅτι κατὰ τὴν Ἰβηρίαν Βορίανθος (deb. Βυρίατθος) ἦν ἀνὴρ ἀφανὴς τὸ γένος, εὐτελής τε τὴν ἐπιτήδευσιν, οὐδὲν ὅτι μὴ ποιμὴν τὸ κατ' ἀρχάς· οὗτος μετὰ ταῦτα λῃστρικοῦ τινος ἡγήσατο τάγματος· τελευταῖον τοσαύτην περιεβάλετο δύναμιν, καὶ τοσαῦτα κοινωνῆσαί οἱ τῆς ἐπιχειρήσεως ἀνέπεισε γένη, ὡς ἀξιόμαχος νομισθῆναι Ῥωμαίοις, ἱκανός τε πρὸς τὴν ἀρχαίαν καὶ πάτριον τοὺς Ἴβηρας ἐπαναγαγεῖν πολιτείαν. Πρῶτος γοῦν Κόϊντος Κεκίλιος Μέτελλος ἐπὶ τόνδε τὸν πόλεμον στρατηγὸς ἐκπέμπεται, ὃς ἄριστα καὶ τῆς Ῥωμαίων δυνάμεως ἀξίως τοῖς ἀποστᾶσι Κελτιβήρων προσεπολέμησε. Μηκυνομένου δὲ παρ' ἐλπίδα τοῦ πολέμου, Κόϊντος Πομπήϊος αὖθις στρατηγὸς ἐξέπλει, μεθ' ὃν Κόϊντος Καιπίων ἐπὶ τὸν αὐτὸν ἐξεπέμφθη πόλεμον. Ὧν μάλιστα πάντων ἕνεκα δείσαντες οἱ βάρβαροι, κτείνουσι τὸν Βορίανθον, τέσσαρα καὶ δέκα Ῥωμαίοις ἔτη ἐναντίως πολεμήσαντα· ταύτῃ προσάγεσθαι τὸν ἡγούμενον τῆς Ῥωμαϊκῆς στρατιᾶς εἰς εὔνοιαν αὐτῶν καὶ φειδὼ λογισάμενος. Καὶ δὴ ἀφικόμενοι τῶν αὐθεντῶν τοῦ Βοριάνθου τινὲς ἆθλα τῶν περὶ τὸν ἄνδρα πεπραγμένων ἠξίουν παρὰ τοῦ ὑπάτου κομίζεσθαι. Οἷς ὁ Καιπίων ἀποκρίνεται, μηδαμῶς εἶναι Ῥωμαίοις ἔννομον ἐπαινεῖσθαι τὰς κατὰ τῶν στρατηγῶν τοῖς ἀρχομένοις ἐπιχειρουμένας ἐπιβουλάς. 61 Ibid.: Ὅτι ἐπὶ ὑπάτων Γαΐου Κεκιλίου Μετέλλου καὶ Γναίου Κάρβωνος, ἐπὶ τῆς ρξζʹ Ὀλυμπιάδος ὁ δουλικὸς πόλεμος ἐγένετο ἐν Σικελίᾳ. Οἱ γὰρ ταύτην νεμόμενοι τὴν χώραν, πολλῇ τῶν ἐπιτηδείων ἐντρυφῶντες δαψιλείᾳ, οὐ σταθμητὸν ἐκτήσαντο δούλων πλῆθος, πρός τε τὰς τῶν ἀγρῶν ἐξασκοῦντες αὐτὸ τριβὰς, καὶ τῇ πανοπλίᾳ γυμνάζοντες, οὐ μόνον τοὺς περιοίκους ἐληΐζοντο, ἀλλὰ καὶ τοῖς διοδευομένοις ξένοις ἐπαφιέντες τούτους, τῶν ἐπιφερομένων αὐτοὺς ἀφῃροῦντο φορτίων. Καὶ τοῖς μὲν δραπέταις οὐδὲν τῆς λείας παρεῖχον, αὐτοὶ δὲ πολλῶν γεγενημένοι κύριοι χρημάτων, ἐκράτουν μα νικῶς ἁπάσης τῆς Σικελίας. Οἱ γοῦν δραπέται τῇ σπάνει τῶν ἀναγκαίων βεβιασμένοι, τῇ τε τῶν ὅπλων θαρροῦντες ἀσκήσει, καὶ τῇ καθαρᾷ συνελαυνόμενοι δίκῃ, ἐπὶ τοὺς αὐθέντας τῶν δεινῶν μεταβάλλουσι τὰς χεῖρας, σύνθημα νυκτερινὸν ἐπαγγείλαντες παντὶ τῷ δουλικῷ πλήθει, Εὔνουν τέ τινα λεγόμενον δραπέτην, φύσει τε μιαρὸν καὶ πανοῦργον καὶ τῆς μυσαρᾶς μιαιφονίας αὐθέντην, βασιλέα ἀποδεικνύντες. Ἐπειδὴ δὲ οὗτος τῆς νυκτερικῆς ἐκείνης μανίας βασιλεὺς ὠνομάσθη, συνεσκεύαζε τὰς ἀρχὰς δορυφόρους τε πλείστους, καὶ τῶν δραμάτων ἄρχοντας ἀπεδείκνυ. Καὶ πάλαι μὲν τοῖς ἑαυτοῦ δεσπόταις ταῦτα τερατευόμενος ἐπήγγελτο· ἐπειδὴ δὲ τῆς ὀλεθρίας ἐπελάβετο δυναστείας, μυριάδας (τε) πλείους ἢ τεσσαράκοντα συναθροίσας, ἐν αὐτοῖς τοῖς οἴκοις ἀναιρεῖ τοὺς δεσπότας· τοὺς μὲν αἰκίαις ὑποβάλλων, τοὺς δὲ καὶ κατὰ τῶν πλευρωμάτων ἀκοντίζων, ἑτέρους δὲ τῶν κεφαλῶν ζημιῶν διετίθει· γυναικῶν δὲ ὅσαι μὲν ἐν παρθενίᾳ ὑπῆρχον, συνηρπάζοντο δουλεύειν τοῖς δραπέταις ἠναγκασμέναι, ὅσαι δὲ τὸ πρὶν ἤδη τοῖς ἀνδράσι συνῴκουν, πρὸς βίαν ᾐσχύνοντο. Τοῦ δὲ πάθους καὶ ταῖς ἄλλαις πόλεσιν ἐπιδημοῦντος, μέλλοντός τε καὶ ἐπ' αὐτῇ ἐπιφοιτᾶν τῇ Ῥώμῃ, Πόπλιος Σκιπίων κατ' αὐτῶν στρατεύσας, τούτων τοὺς μὲν ἀναιρεῖ, τοὺς δὲ ὑπὸ ζυγὸν τίθησιν. 62 Ibid.: Ὅτι μετὰ τὴν τῶν ἀποστατῶν δούλων καθαίρεσιν, Σκιπίων Ἀφρικανὸς κατὰ τὸ βουλευτήριον Τιβέριον Γράκχον, ἄνδρα τῶν ἐν τέλει στρατηγῶν, νεωτέρων ἁπτόμενον καὶ τὸ δῆμον ἀνασείοντα, ξύλῳ παίσας κατέκτανεν. 63 Ibid.: Ὅτι ἐν τούτῳ τῷ χρόνῳ, ἐπαναστάντος τοῦ δήμου, Σκιπίων Ἀφρικανὸς φυγὰς τῆς πόλεως γίνεται, ζημιοῦται δὲ καὶ τὴν ἑαυτοῦ γυναῖκα σὺν παρθένῳ παιδὶ, καὶ τῆς οἰκίας ἅμα τοῖς ὑπάρχουσιν ἀποστερεῖται. Τὰ μὲν γὰρ πυρὶ κατεφλέχθη, τὰ δὲ ὑπὸ τοῦ δήμου διηρπάγη τε καὶ ἀνῃρέθη· ὡς δόγματι τῆς βουλῆς μετὰ ταῦτα ἐκ τοῦ δημοσίου μοῖραν οὐ μικρὰν τῷ ἀνδρὶ ἐπιδοθῆναι. 64 Ibid.: Ὅτι Ποπλίου Σκιπίωνος, ἐπίκλησιν Νασικᾶ, καὶ Καλπουρνίου Βεστίου ὑπατευόντων, αὖθις ἐς τὴν Λιβύην ἐπεραιοῦντο Ῥωμαῖοι, ἐναντία Ἰουγούρθα τῷ Νουμιδῶν δυνάστῃ πολεμήσοντες. Αἰτία δὲ τῆς πρὸς τὸν ἄνδρα διαφορᾶς τοιάδε τις ἦν. Μασσανάσης ἐγεγόνει κατὰ τοὺς ἄνω χρόνους βασιλεὺς τῆς Νουμιδίας, Ῥωμαίοις γεγονὼς πιστὸς σύμμαχος. Τούτῳ παῖδες γίνονται Μασθανάβαλλός τε καὶ Γολούσσας καὶ τρίτος Μιψίχας. Τελευτησάντων δὲ τῶν ἑτέρων νέων ἔτι, Μιψίχας χρόνοις ὕστερον τὴν βασιλείαν ἐκδέχεται· γενομένοις δὲ ἀφ' ἑαυτοῦ δύο παισὶ Ἀδερβάλλῳ τε καὶ Ἱεμψάλῳ, τὸ τῆς Νουμιδίας παραπέμπει τούτοις κράτος, συνάρχοντα τοῖς ἑαυτοῦ παισὶν ἀποφήνας τουτονὶ τὸν Ἰουγούρθαν, Μασθαναβάλλου μὲν τοῦ ἀδελφοῦ παῖδα τυγχάνοντα, τεχθέντα δὲ ἐκ παλλακίδος. Ὁ δὲ Ἰουγούρθας, τοῦ θείου μεταστάντος, οὐκ ἀγαπήσας τὴν οἰκείαν τῆς βασιλείας μοῖραν, ἐπιβουλεύει τοῖς περὶ τὸν Ἀδέρβαλλον, ἅμα τῷ παππῴῳ καὶ πατρῴῳ κλήρῳ καὶ τὴν πρὸς Ῥωμαίους εὔνοιάν τε καὶ φιλίαν διαδεξαμένοις, καὶ διαφθείρας τοὺς ἄνδρας, αὐτὸς ἁπάσης παρανόμως ἐκράτει τῆς Νουμιδίας. Ἐδόκει δὴ οὖν τῷ δήμῳ μὴ περιορᾶν ἀνδρῶν ἀνέκαθεν φίλων τε καὶ συμμάχων συμφορὰν, ἀλλ' ἀμύνειν πάσῃ δυνάμει· καὶ δὴ στρατεύειν ἐπ' αὐτὸν ἅτερος τῶν ὑπάτων Βεστίας προστάττεται· ὃς τοῖς δώροις τοῦ Ἰουγούρθου διαφθαρεὶς, εἰς διαλλαγὰς αἰσχράς τε καὶ τῆς Ῥωμαίων δυνάμεως ἀναξίας ἀφίκετο. Ταύτας οὖν διαλῦσαν καὶ ἀκύρους εἶναι ψηφισάμενον τὸ συνέδριον, ἀπαλλάττει τῆς ἀρχῆς τὸν Βεστίαν, ἡγεμόνα δὲ τῷ κατόπιν ἐνιαυτῷ τοῦδε τοῦ πολέμου Σπόριον Ποστούμιον Ἀλβῖνον ἀποδείκνυσιν. Ἐπειδὴ δὲ καὶ οὗτος ἀμαθῶς τε καὶ λίαν ἀσθενῶς διὰ τοῦ ἀδελφοῦ τοῖς ἐναντίοις προσεπολέμησεν, ἥττων τῶν βασιλικῶν χρημάτων γενόμενος, τρίτον Κόϊντον Κεκίλιον Μέτελλον τὸν ὕπατον ἐπὶ τὸν αὐτὸν τοῦτον ἐκπέμπει πόλεμον. Ὃς ἀφικόμενος τὴν μὲν στρατιὰν διεφθαρμένην ὑπὸ τῆς κακίας τῶν ἔμπροσθεν ἡγησαμένων, φρονήματι γενναίῳ καὶ μετρίᾳ τῶν ἁμαρτανομένων ἐπανορθώσει πρὸς τὸν Ῥωμαϊκὸν ἐπανήγαγε κόσμον, οὐδὲν ἀπηνὲς οὐδὲ πικρὸν ἐς οὐδένα τῶν ὑπηκόων εἰρ γασμένος· τὸν δὲ Ἰουγούρθαν συχναῖς ἐταπείνωσε μάχαις, πόλεις τῶν Νουμιδῶν πολλὰς κατὰ κράτος ἐξελὼν, καὶ τῶν ἐλεφάντων τοὺς μὲν διαφθείρας, τοὺς δὲ ζῶντας χειρωσάμενος. Οὐ πόρρω γοῦν ἀπέχων τοῦ τέλους τῶν πραττομένων, παρελύθη τῆς ἀρχῆς, Γαΐου Μαρίου τὴν ἀρχὴν διαδεξαμένου. Παραλαβὼν δὲ τὰς δυνάμεις ὁ Μάριος κρατεῖ μὲν ἀντιταξαμένων τῶν περὶ τὸν Ἰουγούρθαν τὸν βασιλέα τῶν Μαυρουσίων, πόλεις δὲ καὶ οὗτός τινας τῶν Νουμιδῶν καθελὼν, ὡς πέρας εὐτυχὲς δι' ὀλίγου τοῦ παντὸς ἀγῶνος ἀφίκετο, ἔχων ὑπὸ χεῖρα τὸν βασιλέα τῶν ἐναντίων, προδοθέντα μὲν ὑπὸ Βόκχου τοῦ Μαυρουσίου συμμάχου τοῖς ἐναντίοις, ἀχθέντα δὲ αἰχμάλωτον ὑπὸ Κορνηλίου Σύλλου, ἀνδρὸς μεγάλου τε καὶ γενναίου τὰ πολεμικά. Ὁ γάρ τοι Βόκχος τιθασσευθεὶς ὑπὸ τοῦ Σύλλου, καὶ φιλοφροσύνῃ λόγου πρὸς εὔνοιαν ὑπαχθεὶς, τὸν μὲν Ἰουγούρθαν καταφυγόντα μετὰ τὴν ἧτταν ὡς αὐτὸν, καίτοι γαμβρὸν ὄντα, σὺν ὀλίγοις στρατιώταις ἀφικόμενος τῷ Σύλλᾳ δίδωσιν ἄγειν, αὐτὸς δὲ τὰ Ῥωμαίων εἵλετο. Οὕτως ἄρα λόγος μέτριος καὶ φιλοφροσύνη μείζονα πολλάκις τῶν ὅπλων καὶ τῶν πολυανθρώπων καθώρθωσε στρατοπέδων. Ὁ γοῦν Σύλλας ἐπὶ τούτων μεγαλαυχούμενος, καὶ πᾶν τὸ πραχθὲν περὶ τὸν Ἰουγούρθαν οἰκειούμενος, ἐς τοῦτο προῆλθε φιλοτιμίας, ὡς ἐντυπῶσαι δακτυλίῳ τὴν εἰκόνα τῆς πράξεως· ἐνεγέγλυπτο γὰρ ὁ μὲν Βόκχος παραδιδοὺς, ὁ δὲ Σύλλας τὸν Ἰουγούρθαν παραλαμβάνων· ἐφ' ᾧ δὴ χαλεπαίνειν αὐτῷ καὶ φθονεῖν ἀδήλως ὁ Μάριος ἤρξατο. 65 ιβιδ.: Ὅτι Τρύφων τὸν βασιλέα Συρίας Ἀντίοχον, οὗ μικρὸν πρόσθεν σύμμαχος ἐγεγόνει, διεχρήσατο δόλῳ· αὐτός τε τὴν ἀρχὴν διαδεξάμενος, αὐτίκα ὑπὸ τῶν Σύρων διαφθείρεται. Κρατεῖ δὲ τῆς ἡγεμονίας Ἀντίοχος ὁ Σιδήτης, Δημητρίου μὲν παῖς τοῦ προτέρου (sc. τοῦ Σωτῆρος) γεγονὼς, ἀδελφὸς δὲ τοῦ δευτέρου Δημητρίου (sc. τοῦ Νικάτορος). 66 Ibid.: Ὅτι Ἀντίοχος ὁ Σιδήτης ἐπίκλην, ὁ τὴν Ἱερουσαλὴμ πορθήσας, Συρίας βασιλεὺς, Ἀρσάκῃ τῷ Παρθυαίων δυνάστῃ προσπολεμήσας, ἀναιρεῖται, ἐνάτῳ τῆς βασιλείας ἐνιαυτῷ. Σέλευκος δὲ ἐπὶ τούτῳ τὴν ἀρχὴν διαδέχεται. Ἀλλ' ὁ μὲν ὑπὸ Δημητρίου αὖθις ἐπανελθόντος καθαιρεῖται τῆς ἐξουσίας, καταφεύγει τε πρὸς τὸν Παρθυαῖον, καὶ τὴν αὐτοῦ θυγατέρα λαβὼν, μένει κατὰ τὴν χώραν. 2. Σκυθῶν δὲ τότε τὴν μέσην τῶν ποταμῶν ἐπιτρεχόντων, καὶ τὴν Ἀρσάκου βασιλείαν ληιζομένων, αὐτός τε ὁ Παρθυαῖος κατὰ τὸν πόλεμον ἀναιρεῖται, καὶ ὁ μετὰ τοῦτον τὴν ἡγεμονίαν παρειληφὼς, ὑπόφορος γίνεται Σκύθαις. 3. Ἀλέξανδρος δὲ ὁ πρεσβύτερος, ἐκ τῆς Ἀραβίας ἥκων, πολύ τε πλῆθος ἀκοντιστῶν ἐπαγόμενος, Δημητρίῳ κατὰ τὴν Συρίαν ἐπολέμει. Ἐπὶ πολύ τε αὐτοῖς τῆς μάχης ἐκτεινομένης φεύγει Δημήτριος εἰς Τύρον, καὶ συλληφθεὶς ἀναιρεῖται, ἔτη δʹ τῆς ἀρχῆς ἀπολαύσας. Συνδιαφθείρεται δὲ τούτῳ κατὰ τὴν Δαμασκὸν καὶ ὁ παῖς Σέλευκος, ὑπὸ τῆς ἑαυτοῦ μητρὸς δολοφονηθεὶς Ἀπάμης. 67 Exc. De virt.: Ὅτι αἰτίαν τῇ πολιτικῇ κινήσει παρεῖχε Γάϊος Μάριος, ἕκτον γεγονὼς ὕπατος. Ἡ μὲν γὰρ βουλὴ τῶν ὑπὸ τοῦ Μιθριδάτου νεωτερισθέντων αἰσθομένη τήν τε Ἀσίαν ἤδη καὶ τὴν Ἑλλάδα κατειληφότος, Κορνήλιον Σύλλαν τὸν ὕπατον ἡγεμόνα τοῦδε τοῦ πολέμου προεχειρίσατο. Ἐπεὶ δὲ οὗτος κατὰ τὴν Καμπανίαν σὺν στρατιᾷ διέτριβε, τὸν κινηθέντα τῶν συμμάχων πόλεμον καθιστάμενος, ἀναιρῶν τε ὅπερ ἦν τῆσδε τῆς ταραχῆς λείψανον, ὁ Μάριος ἐπιθυμήσας τῆς ἐπὶ τὴν Ἀσίαν στρατηλασίας καὶ προσλαβὼν Σουλπίκιον τὸν δήμαρχον, ἄνδρα μοχθηρὸν καὶ μετὰ πάσης τόλμης καὶ ὠμότητος τὴν Ῥώμην ταράσσοντα, βιάζεται πλήθει καὶ ὅπλοις τὴν βουλὴν αὐτὸν ἀντιτάξαι τῷ Μιθριδάτῃ. Καὶ τὸν Σύλλαν ἀπὸ στρατοπέδου πάροντα μικροῦ μὲν ἐδέησεν ἀνελεῖν· ἐπεὶ δὲ συγχωρεῖν αὐτὸς ἔφη τοῖς γινομένοις, παρῆκεν ἀπαθῆ. Καὶ ὃς ἀφικόμενος αὖθις πρὸς τοὺς στρατιώτας, καὶ τὰ πεπραγμένα διεξελθὼν ἐπάγει τῇ πόλει συντεταγμένην τὴν στρατιὰν, καὶ κρατεῖ τῶν περὶ τὸν Μάριον ἀντιταξαμένων, πρῶτός τε Ῥωμαίων σὺν ὅπλοις ἐντὸς παρελθὼν τῆς πόλεως, Σουλπίκιον μὲν τὸν δήμαρχον καταμηνυθέντα πρὸς τοῦ θεράποντος ἀποσφάττει, Μάριον δὲ φυγάδα τῆς πόλεως**.

Intertext edge

Open linked passage

Note