Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
HISTORIA CHRONIKE
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1.1
Καὶ ἐπιβὰς τοῦ θρόνου, τοῦ τε ἀδελφοῦ πολλὰ κατηγόρει, καὶ τοὺς αὐτοῦ φίλους δριμέα διεβλέπετο. Οἱ δὲ καὶ ὀδυρόμενοι ἐπὶ τοῖς πεπραγμένοις, αὐτοκράτορα αὐτὸν καὶ μονάρχην προσηγόρευσαν. Ὁ δὲ Ἀντωνῖνος τρέμοντας καὶ ὠχριῶντας τοὺς πλείστους καταλιπὼν, ἀνέδραμεν ἐπὶ τὰ βασίλεια· ὅσοι τε τῆς συγκλήτου βουλῆς, καὶ ὅσοι γένει ἢ πλούτῳ περιεῖχον, ἀνῃροῦντο, καὶ ἡ Κομόδου ἀδελφὴ, πρεσβῦτις ἤδη καὶ ὑπὸ πάντων ὡς Μάρκου θυγάτηρ τιμωμένη, προσαπώλετο, διὸ ἐδάκρυσε παρὰ τῇ μητρὶ αὐτοῦ ἐπὶ τῷ τοῦ παιδὸς φόνῳ. Τήν τε γυναῖκα γενομένην αὐτῷ Πλαυτίλλαν, οὖσαν ἐν Σικελίᾳ, καὶ τὸν ἀνεψιὸν αὑτοῦ Σεβήρῳ τε ὁμώνυμον καὶ τὸν Περτίνακος υἱὸν, τῆς τε Κομόδου ἀδελφῆς Λουκίλλης υἱὸν, καὶ εἴ τι γένος ἦν βασιλικὸν ἢ συγκλήτῳ ἐξ εὐπατριδῶν καταβαῖνον, πᾶν ἐξέκοψεν. Εἴς τε τὰ ἔθνη πέμπων ἡγεμόνας τε καὶ ἐπιτρόπους, ὡς ἐκείνου φίλους, διεχρήσατο πάντας. Πᾶσά τε νὺξ ἔφερε φόνους παντοδαπῶν ἀνθρώπων, καὶ ἐν ἱπποδρομίᾳ πολλοὺς ἐφόνευσεν. 132 Exc. De virt.: Ὅτι ἐπὶ Ἀντωνίνου τοῦ υἱοῦ Σεβήρου πρὸς τοῖς ἄλλοις κακοῖς καὶ ταῖς μιαιφονίαις καὶ οἱ στρατιῶται, τοῦ βιάζεσθαί τε καὶ ἁρπάζειν λαβόντες ἐξουσίαν, οὐκέτι κατ' οὐδὲν διεκρίνοντο· Τοιαῦτα δὲ πράττων ὑπό τε τῶν ἔργων ἐλαυνόμενος, καὶ πρὸς τὴν ἐν τῇ πόλει διατριβὴν ἀπεχθῶς ἔχων, ἀπεδήμει τῆς Ῥώμης, ὡς δὴ καὶ τὰ στρατόπεδα διοικήσων καὶ τὰ ἔθνη ἐποψόμενος. Ἐπεὶ δὲ τὸν Ἴστρον κατέλαβε, καὶ τοὺς ἐκεῖσε Γερμανοὺς ἐφιλοποιήσατο, ὡς καὶ συμμάχους παρ' αὐτῶν λαβεῖν καὶ τοῦ σώματος φρουροὺς, καὶ ταῖς φορεσίαις αὐτῶν χρῆσθαι. Οὕτω τε ὑπὸ τῶν βαρβάρων καὶ ὑπὸ τῶν στρατιωτῶν ἠγαπᾶτο, κοινὸς ὢν πρὸς ἅπαντας, ὡς συστρατιώτης μᾶλλον ἢ βασιλεὺς παρ' αὐτῶν χαίρειν λεγόμενος. Ἐπεὶ δὲ καὶ εἰς τὴν Μακεδονίαν ἀφίκετο, εὐθέως τε Ἀλέξανδρον ἑαυτὸν ὠνόμασεν· ἐκεῖθέν τε εἰς Πέργαμον παρεγένετο καὶ ἐπὶ τὸν Ἀχιλλέως τάφον, καὶ στεφάνοις κοσμήσας καὶ ἄνθεσι, τὸν Ἀχιλλέα ἐμιμεῖτο. Καὶ διὰ τῆς Ἀσίας καὶ τῶν ἄλλων ἐθνῶν εἰς Ἀντιόχειαν ἀφίκετο, καὶ διατρίψας χρόνον τινὰ, ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐστέλλετο, πρόφασιν ποιούμενος ποθεῖν τὴν Ἀλεξάνδρου πόλιν. Ὡς δὲ εἰσήλασεν ἐν αὐτῇ σὺν παντὶ τῷ στρατῷ, ὑπεδέχθη παρὰ τῶν Ἀλεξανδρέων, ὡς οὔπω τις βασιλέων πρότερον. Καὶ ἐλθὼν εἰς τὸ Ἀλεξάνδρου μνῆμα, τήν τε χλαμύδα ἣν ἐφόρει καὶ τὸν δακτύλιον καὶ τὴν ζώνην καὶ εἴ τι πολυτελὲς, περιελόμενος ἐπέθηκε τῇ ἐκείνου σορῷ. Ὁ δὲ δῆμος ὁρῶν ὑπερέχαιρε παννυχίζων τε καὶ ἑορτάζων, οὐκ εἰδὼς τὴν τούτου λανθάνουσαν γνώμην. Ἔγνω γὰρ ἐν τῇ Ῥώμῃ ὡς ὅτι πολλὰ εἰς αὐτόν τε καὶ τὴν μητέρα ἀπέσκωψαν. Ὀργίλος τε ὢν φύσει ὁ Ἀντωνῖνος, ὡς εἶδε πᾶσαν τὴν πόλιν πλήθους μεγίστου πεπληρωμένην, διὰ προγράμματος τὴν νεολαίαν εἴς τι πεδίον κελεύει συνελθεῖν, φήσας εἰς τὴν Ἀλεξάνδρου τιμὴν φάλαγγα βούλεσθαι συστήσασθαι. Ταύταις αὐτοῦ ταῖς ὑποσχέσεσι πεισθέντες οἱ νέοι συνῆλθον ἅμα γονεῦσι καὶ ἀδελφοῖς συνηδομένοις αὐτῶν ταῖς ἐλπίσιν. Ὁ δὲ Ἀντωνῖνος ὡς εἶδεν αὐτοὺς ἑστῶτας στιχηδὸν, αὐτὸς μὲν ὑπεξῆλθε μεθ' ἧς εἶχε φρουρᾶς· τοὺς δὲ στρατιώτας ἐπαφῆκε, καὶ πᾶσαν τὴν ἐν μέσῳ νεολαίαν συνέκοψεν. Οὐκ ὀλίγοι δὲ καὶ τῶν στρατιωτῶν ἀπώλοντο. Τοσοῦτος δὲ ἐγένετο φόνος ὡς καὶ πάντα τὸν Νεῖλον ὑπὸ τοῦ αἵματος φοινιχθῆναι. Τοιαῦτά τινα ἐργασάμενος πάλιν εἰς Ἀντιόχειαν ἀφίκετο. Καὶ μετὰ τὸ ψεύσασθαι τὸν γάμον τοῦ Παρθυαίου διέτριβεν ἐν τῇ Μεσοποταμίᾳ, ἡνιοχείαις καὶ θηρίων σχολάζων σφαγαῖς, δύω τοὺς στρατοπέδων ἐπάρχους ἔχων ἅμα, Ἀδούεντον καὶ Μακρῖνον. Ὁ μὲν γὰρ στρατιωτικὸς, ὁ δὲ λογικός. Διὸ καὶ πολλάκις ἀπέσκωπτε τὸν Μακρῖνον ὡς διαίτῃ ἐλευθερίῳ χρώμενον.
5.1.2
Ὡς δὲ ὁ τοῦ Μαξιμίνου στρατὸς ἤγγισεν, καὶ βοῶντες οἱ νεανίαι προὐκαλοῦντο τοὺς συστρατιώτας, καταλιπεῖν μὲν γύναιον μικρολόγον καὶ μειράκιον δειλὸν μητρὶ δουλεῦον, προσιέναι δὲ συστρατιώτῃ ἐν ὅπλοις ἀεὶ καὶ πολεμικοῖς ἔργοις διῃτημένῳ· πεισθέντες οἱ στρατιῶται, τὸν μὲν Ἀλέξανδρον καταλιμπάνουσιν, αὐτοὶ δὲ προσίασι τῷ Μαξιμίνῳ· αὐτοκράτωρ τε ὑπὸ πάντων ἐκεῖνος ἀναγορεύεται. Ὁ δὲ Ἀλέξανδρος τρέμων καὶ λειποψυχῶν, μόλις εἰς τὴν σκηνὴν ἐπανέρχεται, καὶ τῇ μητρὶ περιπλακεὶς καὶ ἀποδυρόμενός τε καὶ αἰτιώμενος αὐτὴν, ἀνέμενε τὸν φονεύσοντα. 6. Ὁ δὲ Μαξιμῖνος ὑπὸ πάντων Σεβαστὸς προσαγορευθεὶς, πέμπει τινὰς τοὺς φονεύσοντας τὸν Ἀλέξανδρον καὶ τὴν μητέρα, καὶ εἴ τινες ἀνθίσταντο τῶν σὺν αὐτῷ. Οἱ δὲ ἐπιπηδήσαντες τῇ σκηνῇ, αὐτόν τε ἀναιροῦσι καὶ τὴν μητέρα, καὶ εἴ τινες ἐδόκουν ἐκείνῳ φίλοι, πλὴν τῶν πρὸς ὀλίγον φυγεῖν δυνηθέντων· πάντας γὰρ ὁ Μαξιμῖνος μετ' οὐ πολὺ συλλαβὼν ἀπέκτεινεν. Τέλος μὲν δὴ τοιοῦτο κατέλαβε τὸν Ἀλέξανδρον καὶ τὴν μητέρα, βασιλεύσαντα ἔτεσι ιδʹ, ὅσον πρὸς τοὺς ἀρχομένους, ἀμέμπτως καὶ ἀναιμωτί· φόνου τε γὰρ καὶ ὠμότητος ἀκρίτων τε ἔργων ἀλλότριος ἐγένετο, εἴ τε τὸ φιλάνθρωπον καὶ εὐεργετικὸν ἐπιρρεπής. Πάνυ γοῦν ἂν ἡ Ἀλεξάνδρου βασιλεία εὐδοκίμησεν εἰς τὸ ὁλόκληρον, εἰ μὴ διεβέβλητο αὐτῷ τὰ τῆς μητρὸς εἰς φιλαργυρίαν τε καὶ μικρολογίαν.

Intertext edge

Open linked passage

Note