HISTORIA CHRONIKE
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77">
—
⋯
Original / primary: Pg Scrape Grc
70.1.1
Suidas: Πομπήιος. «Ὅτι Πομπήιος ὁ μέγας ἐπικληθεὶς, ὕπατος καὶ στρατηγὸς Ῥωμαίων, τὸν πρὸς Μιθριδάτην καὶ Τιγράνην πόλεμον ἀνεδέξατο. Καὶ τὸν μὲν Μιθριδάτην κατὰ τὴν μικρὰν Ἀρμενίαν νυκτομαχίᾳ κατηγωνίσατο, ὡς τὸ στρατόπεδον αὐτοῦ διαρπάσαι, καὶ τρεῖς μυριάδας ὁπλιτῶν καταβαλεῖν. Ὁ οὖν Μιθριδάτης γυμνωθεὶς παντάπασι τῆς δυνάμεως διαφεύγειν ἀγαπητῶς ἅμα τῇ γαμετῇ καὶ δύο τισὶν ἀκολούθοις ἱκανὸς γέγονεν· εἶτα καταστασιασθεὶς ὑπὸ τοῦ παιδὸς Φαρνάκου παρὰ τοῖς οἰκείοις στρατιώταις, καὶ πρὸς θάνατον ἀναγκαῖον ἐλαθεὶς, φάρμακον δηλητήριον ἐκπιὼν τελευτᾷ περὶ τὸν Βόσπορον. Ὁ δὲ δὴ παῖς αὐτῷ Φαρνάκης γίνεται διάδοχος τῆς ἀρχῆς. Ὁ δὲ Πομπήιος ἐπὶ Τιγράνην ἄγει τὴν στρατιάν. Ὁ δὲ Ἀρμένιος διὰ μάχης ἐλθεῖν τοῖς Ῥωμαίοις οὐλυσιτελὲς ἡγησάμενος ἐνδιδοὺς ἑαυτὸν ἀφίκετο πρὸς Πομπήιον, καὶ πρὸς τοῖς γόνασιν αὐτοῦ πεσὼν καὶ τὸ διάδημα τῆς κεφαλῆς ἀφελὼν ἐν ταῖς ἐκείνου χερσὶ κατέθετο. Οἷς δὴ καμφθεὶς τὸν θυμὸν ὁ Πομπήιος ἀνίστησί τε αὐτὸν καὶ τὸ διάδημα πάλιν ἀποδίδωσιν, αὐτὸς τῇ τοῦ Ἀρμενίου τοῦτο περιθεὶς κεφαλῇ, τά τε ἄλλα διὰ τιμῆς τὸν ἄνδρα ἦγεν· ἀφαιρέσει δὲ ὅμως μέρους τινὸς τῆς ἀρχῆς καὶ χρήμασι πολλοῖς ἐζημίωσε τὸν Ἀρμένιον. Συρίαν τε γὰρ καὶ Φοινίκην ἀπετέμετο, καὶ πεντακισχίλια τάλαντα ἀργυρίου τῷ Ῥωμαίων δικαίῳ, ἅτε χειρῶν ἀδίκων ἀρξάμενον, προσηνάγκασε. Μετὰ ταῦτα Ἀλβανοὺς ὑπέταξε, καὶ τὸν βασιλέα τῶν Ἰβήρων Ἀρσάκην (λ. Ἀρτάκην) φεύγειν ἠνάγκασε, καὶ τὴν μικρὰν Ἀρμενίαν Δηιοτάρῳ τῷ δυνάστῃ τῆς Γαλατίας ἐδωρήσατο, Ἄτταλόν τε καὶ Πυλαιμένεα ἐπὶ τὴν οἰκείαν ἀρχὴν τῆς Παφλαγονίας κατήγαγεν, ἐξεληλαμένους πρὸς τοῦ Μιθριδάτου. Κόλχοις τε ἐφίστησιν ἡγεμόνα. Ἐφ' οἷς Σύρους τε καὶ Ἄραβας κατεστρέψατο, καὶ Ἰουδαίουςτρίτῳ μηνὶ παρεστήσατο. Ἐκ δὲ τῶν τοῦ ἱεροῦ ἀναθημάτων οὐδὲν διήρπασεν, ἀλλὰ πάντα ὑπὸ ἀναγραφὴν ποιησάμενος Ἀριστοβούλῳ παρέδωκεν. Ὑρκανὸν γὰρ εἰς τὴν Ῥωμαίων ἐξέπεμψεν δέσμιον.» 71 Exc. De virt.: Ὅτι Λούκιος Σέργιος Κατιλῖνος, ἀνὴρ γένους μὲν ὢν ἐπιφανεστάτου, ἄλλως δὲ πονηρὸς τὴν φύσιν, τολμητής τε καὶ μεγαλοπράγμων, καὶ τὸ ἦθος ποικίλος, ἐπ' ὀλέθρῳ τῆς πατρίδος συνώμοσε, τοὺς θρασυτάτους καὶ τολμηροτάτους τῶν εὐπατριδῶν εἰς τὴν ἑαυτοῦ πίστιν ἐνδησάμενος. Λέγεται γὰρ ἄνθρωπον καταθύσας γεῦσαι τοῦ αἵματος τοὺς συνωμότας, περιάγων εἰς πάντας τὴν κύλικα πλήρη οἴνου τε καὶ ἀνθρωπείου αἵματος, εἴτε καταγοητεύων τοὺς ἄνδρας τῷ τοιῷδε ὅρκῳ, εἴτε καὶ πρὸς πᾶν τόλμημα καὶ πᾶσαν ἐθίζων ἀνοσιουργίαν, ἅτε οἰκείῳ καὶ πολιτικῷ ἐπιχειρῶν αἵματι, καὶ μεταγαγεῖν τὴν πολιτείαν εἰς τυραννίδα φόνῳ τε πολλῷ τῶν ἀρίστων καὶ καταπρήσει τῆς πόλεως μηχανώμενος. Ἐπῆρε δὲ ἄρα τὸν Κατιλῖνον εἰς ταύτας τὰς ἀτόπους ἐννοίας βάρη τε ὀφλημάτων νικῶντα τὸ τίμημα τῆς οὐσίας, καὶ τὸ συνειδὸς ἐκθέ σμων καὶ μυσαρῶν πράξεων. Τόν τε γὰρ υἱὸν ἔτι παῖδα ὄντα τοῦ τῆς Ὀρεστίλλης ἕνεκα γάμου διέφθειρε, καὶ θυγατρὶ παρθένῳ συνελθών. Δι' ἃ δὴ καὶ ὑπατείαν μετιὼν ἀπηλάθη, Κικέρωνος ἐς τὴν τοῦδε χώραν αἱρεθέντος. Ἐξ οὗ δὴ καὶ μάλιστα τὰ ἀτοπώτατα τῶν δραμάτων ὁ Κατιλῖνος ἐπὶ νοῦν ἐβάλετο, οὐδαμοῦ τῶν κακῶν ἱστάμενος, οὐδὲ ἀναπαύων τὴν γνώμην. Οὐ μὴν ἀλλὰ ὁ Κικέρων, εἰπεῖν τε δεινὸς ὢν καὶ τὸ ἀληθὲς ἀνευρεῖν ἱκανὸς, γνῶναί τε τὸ μέλλον ὀξύτατος, πολέμιον αὐτὸν ἀποφήνας ἐξήλασε τῆς πόλεως. Ὁ μὲν γὰρ οὐχ ὑπομείνας τοὺς ἐλέγχους, φεύγων ὡς Μάνλιον τὸν συνωμότην ᾤχετο, συχνὰς ἤδη δυνάμεις περί τε Ἀπουλίαν καὶ Τυρρηνίαν ἠθροικότα. Οἱ δὲ κοινωνήσαντες αὐτῷ τῶν κατὰ τῆς Ῥώμης βουλευμάτων, δίκης τῆς προσηκούσης ἐς τὸ δεσμωτήριον ἔτυχον. 72 Exc. De ins.: Ὅτι Κάσσιος ὁ ταμίας πρῶτος τὸν τοῦ Καίσαρος φόνον ἐπὶ νοῦν ἐβάλλετο, τοὺς περὶ Βροῦτον εἰς τὴν τοῦ ἔργου κοινωνίαν προελόμενος. Μετὰ δὲ τὴν τοῦ Κράσσου συμφορὰν, ὁ πολιτικὸς διεδέξατο πόλεμος, ἐπάρατός τε καὶ πολλῶν δακρύων γεγονὼς αἴτιος. Ὅτι δὴ πρὸς ταῖς ἄλλαις ταῖς κατ' αὐτὸν συμβεβηκυίαις συμφοραῖς καὶ ἡ τύχη τοῦ δήμου ἐκ τοῦ ἡγεμονικοῦ μετέστη πρὸς τὸ ὑπήκοον. Γάϊος δὴ Καῖσαρ ἀναστρέφων ἐκ τῆς Γαλατίας, πολλῶν τε καὶ ἀλκίμων ἐθνῶν νικητὴς, ὑπατείαν ἐπήγγειλεν, ἀναμφιλόγως οἱ διὰ τῶν πεπραγμένων προστεθήσεσθαι ταύτην ὑπολαμβάνων. Ἀντειπόντων δὲ τῇ ἐξαιτήσει Μαρκέλλου τε τοῦ ὑπάτου καὶ Βιβούλου, ἔτι τε Πομπηίου καὶ τοῦ φιλοσόφου Κάτωνος, ἐπανιέναι πρὸς τὴν πόλιν, τὰς δυνάμεις διαφεὶς, παρατάττεται. (2) Οἱ δὲ οὐχ ὑπατείαν, ἀλλὰ θριάμβου καταγωγὴν αἰτοῦντι τῷ Καίσαρι ἐναντιωθῆναι τοὺς περὶ τὸν Πομπήιον· οἱ δὲ προσθήκην τινὰ τοῦ ὡρισμένου χρόνου λαβεῖν βουλόμενον, ἐπὶ τῷ πάντας ὁμοῦ τοὺς βαρβάρους καταγωνίσασθαι, οὐ προσδεχθῆναι μὲν ἀπὸ τῆς συγκλήτου βουλῆς· Κουρίωνος δὲ τοῦ κατ' ἐκεῖνο δημαρχοῦντος μόνου ψηφισαμένου, διαλύει μὲν τὸν πρὸς τοὺς βαρβάρους πόλεμον ὁ Καῖσαρ, θυμωθεὶς δὲ πολέμια κατὰ τῆς βουλῆς φρονεῖν ἤρξατο. (3) Ἄρα δὲ ἐξ Ἀριμινοῦ πόλεως, οὗ τὰς δυνάμεις εἶχεν ἠθροισμένας, συντεταγμένην ἐπῆγε τῇ πόλει τὴν στρατιάν. Οἱ δὲ ὕπατοι καὶ ὁ Πομπήιος ἅμα τῇ βουλῇ καὶ παντὶ τῶν ἀστῶν γνωριμωτέρῳ, καταδείσαντες τὴν τοῦ Καίσαρος ὁρμὴν, τὴν μὲν πόλιν ἐκλείπουσιν, ἐς δὲ τὴν Μακεδονίαν καὶ τὴν Ἤπειρον φεύγοντες ᾤχοντο. (4) Καὶ ὁ μὲν Πομπήιος σὺν τοῖς ἀπὸ τῆς βουλῆς ἐνταῦθα δυνάμεις ἤθροιζε, καὶ τὰ πρὸς τὸν πόλεμον ἐξηρτύετο. Καῖσαρ δὲ παρελθὼν εἰς τὴν Ῥώμην, οὐδενὸς ἐναντιουμένου, καὶ ἀποδείξας ἑαυτὸν δικτάτωρα, τούς τε δημοσίους θησαυροὺς ἀναρρήξας εἰς τοὺς στρατιώτας ἐκένωσεν, καὶ εὐθέως πρὸς τὰς ἐν Ἰβηρίᾳ δυνάμεις τοῦ Πομπηίου τρέπεται, ὡς μηδεὶς ὑπολείποιτο κατὰ νώτου πολέμιος. 5. Ἐπειδὴ γὰρ ὁ Πομπήιος ἔγνω προκατειλῆφθαι τὰ ἐν Ἰβηρίᾳ, ἐπὶ τὸ Βρεντήσιον στρατοπεδεύσας, ἐς χεῖρας τῷ Καίσαρι γίνεται. Διαμαρτήσας δὲ τῆς ἐλπίδος, αὖθις ἐπὶ τὸ Δυρράχιον καταφεύγει, πολύν τε διατρίψας χρόνον, ἅπαντα τὰ τοῦ πολέμου παρεσκευάζετο, καίτοι πρὸς μικρὸν ἀναβαλλόμενος ἐπεξελθεῖν τῷ πολέμῳ (πολεμίῳ?) ἕνεκεν σημείων τινῶν. 6. Αἱ μὲν οὖν Ῥωμαίων δυνάμεις μετέωροι πρὸς τὴν κατ' ἀλλήλων διέκειντο μάχην· ἥ τε σύγκλητος τὰ δίκαια τῆς Ῥώμης κατὰ τὴν Θετταλονίκην μεταγαγοῦσα, προεκάθητο τῶν πραττομένων· αὐτός τε Καῖσαρ καὶ Πομπήιος διὰ τῶν ὅπλων ἐκρίνοντο. 7. Τρεῖς δ' οὖν στρατιὰς ἐνταῦθα καὶ μεγάλας Καῖσαρ καταγωνισάμενος, ὑφ' ἡγεμόσι ταττομένας Λουκίῳ τε Ἀφρανίῳ καὶ Μάρκῳ Πετρονίῳ (λ. Πετρηίῳ) καὶ Μάρκῳ Βάρωνι, ἐν οὐ πολλῷ χρόνῳ, διὰ μάχης ἐλθὼν τῷ Πομπηίῳ φεύγει τὸ πρῶτον ἐλαττωθεὶς, καὶ μικρὸν ἀποσχὼν ἐλαττωθῆναι παντάπασιν· οὐ γὰρ ἂν ὑπεξέδυ τὸ κακὸν, εἰ μὴ νὺξ ἐπιγενομένη τῷ ἔργῳ, τὸν μὲν ἅμα τοῖς ὑπολειπομένοις τῶν οἰκείων διέσωσε, Πομπήιον δὲ τὴν στρατιὰν ἀπάγειν θᾶττον ἢ δεῖ παρεσκεύασε, κατὰ σκότος ποιεῖσθαι τὴν δίωξιν οὐ προελόμενον. Φασὶ γοῦν τὸν Καίσαρα παρ' ὅσον ἦλθε κινδύνου λογιζόμενον, πολλάκις εἰπεῖν, ὡς μάχεσθαι μὲν ἀγαθὸς εἴη Πομπήιος, νικᾶν δὲ ἀμαθῶς ἔχοι· οὐ γὰρ ἐν ἑτέρῳ χρόνῳ ἢ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γεγενῆσθαι τοῖς ἐναντίοις ἁλώσιμος. Μετὰ δὲ τοῦτο, πόλεως Θεσσαλικῆς Φαρσάλου πλησίον, μεγάλας αὖθις ἑκάτεροι δυνάμεις ἀγείραντες, συνῄεσαν. Πομπηίῳ μὲν οὖν τέσσαρες μυριάδες ὁπλιτῶν ἦσαν, καὶ ἱππεῖς πλείους ἢ τετρακισχίλιοι, καθ' ἑκάτερον τῶν κεράτων νενεμημένοι· πρὸς δὲ τούτοις τὸ ἐξ ἁπάντων τῶν ἑῴων ἐθνῶν συμμαχικὸν, καὶ πᾶν ὃ ἦν ἐπίσημον Ῥωμαίων εἵπετο, οἵ τε ἀπὸ τῆς βουλῆς, πλῆθος οὐκ εὐαρίθμητον ὂν, συνετάττοντο· ἐν οἷς στρατηγικοί τε καὶ ὑπατικοὶ ἄνδρες ἦσαν, πολλῶν ἤδη στρατοπέδων ἐξηγησάμενοι, καὶ πολλοὺς διαπεπραγμένοι πολέμους. Καίσαρί γε μὴν οὐδὲ ὅλαι τρεῖς μυριάδες ἀπεπλήρουν τὴν φάλαγγα, καὶ οἱ ἱππεῖς χίλιοι. Οὐδεπώποτε δὲ τοσαίδε Ῥωμαϊκαὶ συνῆλθον ἐς τὸ αὐτὸ δυνάμεις, οὐδὲ ὑπὸ βελτίοσιν ἡγεμόσι ταττόμενα· αἳ ῥαδίως ἂν ἅπασαν ἐσχατιὰν τῆς γῆς ὑποκύψαι Ῥωμαίοις ἠνάγκασαν, εἰ πρὸς ὀθνείους ἀλλὰ μὴ πρὸς ἐμφυλίους ἀγῶνας ἤχθησαν. 8. Τότε δ' οὖν συνελθόντες ἐμάχοντο καρτερῶς, οὐδέτεροι διά τε ἀρετὴν καὶ τὴν εἰς τοὺς ἐναντίους ἀπέχθειαν εἴκοντες. Πολλῆς τε διαφθορᾶς ἀφ' ἑκατέρων γενομένης, τέλος οἱ περὶ τὸν Πομπήιον ἐκλείπουσι, καὶ πολλοὶ μὲν αὐτοῦ πίπτουσι, πολλοὶ δὲ σποράδες ἀπεχώρουν, τὸ στρατόπεδον ἔρημον διαρπάσαι τοῖς ἐναντίοις παραδόντες. Αὐτὸς δὲ Πομπήιος ὀλίγοις ἅμα τῶν ἑταίρων καὶ τοῖς φιλτάτοις ἀπεχώρει, Αἴγυπτον καταλαβεῖν ἐν σπουδῇ ποιούμενος, ὡς ἂν δοθείη οἱ πρὸς τοῦ τότε δυναστεύοντος ὠφέλεια, οὗπερ δὴ πάλαι τὸν πατέρα ὑπὸ τῶν πολιτῶν φυγαδευθέντα εἰς τὴν βασιλείαν ἀποκατέστησεν. 9. Ὁ δὲ Πτολεμαῖος ἀναπεισθεὶς ὑπὸ Θεοδότου τοῦ Χίου, πονηροῦ τὸν τρόπον ῥήτορος, τῆς τῶν κρατούντων γενέσθαι μοίρας, ἐν οὐδενὶ δὲ θέσθαι τὰ τῶν φίλων ἀτυχούντων· πρὶν καταπλεῦσαι μηδὲν μήτ' εἰπόντα μήτε ὀδυρόμενον ἀναιρεῖ τὸν Πομπήιον. Ὡς γὰρ ᾔσθετο ὅτι οὔτε λαθεῖν οὔτε διαφυγεῖν δύναται, συνεκαλύψατο ἅμα καὶ ἀπώλετο. Ἀνοσίᾳ τε πράξει μεῖζον ἔτι προστιθεὶς ὁ Πτολεμαῖος ἀσέβημα, τῆς κεφαλῆς ἀφαιρεῖται τὸν ἄνδρα. 10. Μετὰ δὲ τὸ πάθος τοῦ Πομπηίου παρῆν εὐθὺς καὶ ὁ Καῖσαρ ἐς Αἴγυπτον, πάλαι μὲν διώκων τὸν πολέμιον, τότε δὲ ὡς παρὰ φίλον τὸν Πτολεμαῖον ἀφιγμένος. Ὁ δὲ ἄρα παραπλήσια καὶ κατὰ τοῦ Καίσαρος ἐβουλεύετο, ἀνελεῖν τὸν ἄνδρα λόχῳ διεγνωκώς. Ἀνοιχθείσης δὲ τῆς ἐπιβουλῆς, πολέμιος ὁ Πτολεμαῖος ἀναφαίνεται, καὶ διὰ μάχης ἐλθὼν τοῖς Ῥωμαίοις, κατ' αὐτὸν τὸν ἀγῶνα διαφθείρεται. Μικρὸν γοῦν ὕστερον ἐν τοῖς νεκροῖς ἀνευρέθη κρικωτὸν θώρακα χρυσοῦν περικείμενος. Αἴγυπτον δὲ Καῖσαρ ἑλὼν, Κλεοπάτρᾳ τὴν ἀρχὴν παραδίδωσιν, ἀδελφῇ μὲν τοῦ πρότερον βασιλεύοντος οὔσῃ, ἀπὸ δὲ τῆς ὥρας αὐτῷ τοῦ σώματος ἐγνωσμένῃ. Φασὶ γὰρ αὐτὴν τῷδε πρώτῳ Ῥωμαίων ἐς κοινωνίαν λέχους ἐλθεῖν. Ἐνδημοῦντος δὲ διὰ ταύτην τοῦ Καίσαρος ἐν Αἰγύπτῳ, λόγος κατέσχε τὸ πλῆθος, ὡς καὶ ἐπανάστασιν αὐτῷ παρὰ τῶν ἐγχωρίων γενέσθαι, καὶ πολλὰς μυριάδας ὑπὸ τῶν Ῥωμαϊκῶν ὅπλων ἐντεῦθεν διαφθαρῆναι. 11. Ὁ δὲ Καῖσαρ ἀκούσας τὸν Μιθριδάτου παῖδα Φαρνάκην αὖθις νεωτερίζειν ἀρξάμενον, ἀπῆρε μὲν ἀπὸ τῆς Αἰγύπτου· καὶ καταστρατευσάμενος ἐπ' αὐτὸν, καὶ περικλείσας ἐν τόπῳ τινὶ τῆς Θετταλίας, πρὸς αὐτόχειρα θάνατον τοῦτον ἐλθεῖν ἠνάγκασεν, ἐς ταύτην αὐτὸν ἀγαγὼν τὴν τελευτὴν τοῦ βίου, ἐς ἣν αὐτὸς πρότερον τὸν πατέρα συνήλασεν. 12. Ἐπειδὴ ταῦτα διαπραξάμενος ἐπανῆλθεν ἐς τὴν Ῥώμην, τρίτον ἑαυτὸν ὕπατον ἀνειπὼν, καὶ κοινωνὸν τῆς ἀρχῆς προσελόμενος Μάρκον Αἰμίλιον Λέπιδον, ὃς κατὰ τὸν ἔμπροσθεν ἐνιαυτὸν ἵππαρχος ἦν αὐτῷ κατὰ μοναρχίαν ἐξηγουμένῳ, πολλούς τε τῶν Πομπηιανῶν ἀνακαλεσάμενος, τῷ τε δήμῳ Ῥωμαίων μεγάλας δωρεὰς καὶ ἀφέσεις χρεῶν χαρισάμενος, στρατηγούς τε τῶν ἀναγκαίων ἐπιμελητὰς, καὶ ἱερεῖς ὑπὲρ τὸ νενομισμένον καταστήσας τῇ πόλει, τούς τε ἱππέας καὶ ἑκατοντάρχας ἄλλους τέ τινας καταλέξας, Σαλουστίῳ τὴν πολιτικὴν διοίκησιν καταλιμπάνει καὶ τοὺς γεγηρακότας στρατιώτας, αὐτός τε ἐπὶ τὴν Λιβύην ἐπεραιοῦτο, ἔνθα τὸ πολὺ καὶ γνωριμώτατον τῆς Ῥωμαϊκῆς εὐγενείας συνελθὸν, συμμάχῳ τε χρώμενον Ἰώβᾳ τῷ βασιλεῖ τῶν Μαυρουσίων, ἀνενεοῦτο τὸν πόλεμον. 13. Ἡγοῦντο δὲ τῶν συνεληλυθότων ἐνταῦθα Ῥωμαίων Πόπλιος Κορνήλιος, Σκιπίωνος Ἀφρικανοῦ γεγονὼς, κηδεστὴς δὲ Πομπηίου τυγχάνων, καὶ Μάρκος Πετρήιος καὶ Κόϊντος βάρος, καὶ Μάρκος Πόρκιος Κάτων ὁ φιλόσοφος, καὶ Κορνήλιος Φαῦστος Σύλλου τοῦ μοναρχήσαντος παῖς ὤν· οἷς ἀντιταξάμενος ὁ Καῖσαρ μετὰ πολλὰς προσβολὰς καὶ διαφόρους τῶν πραττομένων τύχας, κρατεῖ παντάπασιν· ὡς Κάτωνα μὲν καὶ Σκιπίωνα, Πετρήιόν τε καὶ Ἰώβαν αὐτόχειρας σφᾶς αὐτοὺς ἀνελεῖν, Φαῦστόν τε τὸν παῖδα Σύλλου συνοικοῦντα θυγατρὶ Πομπηίου, πρὸς αὐτοῦ διαφθαρῆναι τοῦ Καίσαρος. 14. Ἐνιαυτὸν δὴ οὖν ὕστερον ἀναστρέψας ἐπὶ τὴν Ῥώμην ὁ Γάϊος, τέταρτον ἑαυτὸν ἀπέδειξεν ὕπατον, καὶ τὰς δυνάμεις ἀναλαβὼν, εὐθὺ ἐπὶ τὰς Ἰβηρίας ἐχώρει. Οἱ γὰρ δὴ τοῦ Πομπηίου παῖδες, ἑαυτοῖς τε καὶ τῷ πατρὶ καθεστῶτες ὁμώνυμοι, Γναῖος Πομπήιος καὶ Σέξτος Πομπήιος, μεγάλας ἐγείραντες αὖθις δυνάμεις, ἀνενεοῦντο τὸν πόλεμον. Ἐπεὶ γοῦν Καῖσαρ ἀφίκετο, πολλαὶ μὲν καὶ καρτεραὶ συνίσταντο μάχαι· ἐσχάτη δὲ πόλεως Μούνδης πλησίον γίνεται· καθ' ἥν φασι παρὰ τόσον ἐλθεῖν κινδύνου τὸν Καίσαρα, ὡς παρερρηγμένης ἤδη τῆς οἰκείας φάλαγγος, σπάσαι καθ' ἑαυτοῦ τὸ ξίφος, τεθνάναι βουλόμενον πρὶν μετὰ τοσήνδε τῶν πολεμικῶν ἔργων δόξαν, ὑπὸ χεῖρα δύω μειρακίων πέσοι ἀνὴρ ἤδη πρὸς γῆρας σχεδὸν ἀφιγμένος. Ἀνακαλεσάμενος δὲ ὅμως τοὺς φεύγοντας, καὶ τὰς τάξεις ἀνανεωσάμενος, ἐπιπίπτει τοῖς ἐναντίοις, καὶ κρατεῖ περιφανῶς. Τῶν δὲ Πομπηίου παίδων ὁ μὲν πρεσβύτερος ἐν τῇ παρατάξει διαφθείρεται, ὁ δὲ νεώτερος ἀγαπητῶς διασώζεται. 15. Ὁ τοίνυν Καῖσαρ, ἁπάντων ἤδη τῶν ἐμφυλίων πολεμίων (λ. πολέμων) κατειργασμένων, ἐπὶ τὴν Ῥώμην ἀνεστρέφετο, τό τε φρόνημα ταῖς συνεχέσιν ἀνδραγαθίαις ἐξωγκωμένος, καὶ παρὰ τὸ σύνηθες τῇ Ῥωμαίων ἐλευθερίᾳ πρὸς τοὺς ἐντυγχάνοντας ἀλαζονευόμενος. Ἐπεὶ γοῦν τάς τε τιμὰς καὶ τὸ κῦρος τοῦ δήμου παρελόμενος αὐτὸς ἐπέτρεπεν οἷς ἐβούλετο, καὶ, τῆς βουλῆς πρὸς αὐτὸν ἰούσης, οὐχ ὑπανίστατο, ἀλλὰ βασιλικοῖς εἴτε, ἀληθέστερον εἰπεῖν, τυραννικοῖς χαίρων δῆλος ἦν ἐπιτηδεύμασιν (εἰκόνας τε γὰρ καὶ ἀνδριάντας καὶ ἀνιδρύματά τινες αὐτῷ τῶν κολάκων προσέφερον, ἄλλοι τε καὶ βασιλέα προσηγόρευον), οὕτω τοίνυν πάντων τῶν ἐν μνήμῃ Ῥωμαίων κρείττων φανεὶς, διὰ τὴν ὑπὲρ ἄνθρωπον δύναμιν θεὸς ὠνομάσθη. Εἰσὶ δὲ ἀπὸ τῶν Τρωϊκῶν ἐπὶ Ἰούλιον Καίσαρα ἐνιαυτοὶ χίλιοι ρκδʹ. 16. Ἐπεὶ δὲ Καῖσαρ ὑπερόγκῳ φρονήματι ἐς τὴν σύγκλητον διεγένετο, βουλεύουσι κατ' αὐτοῦ θάνατον, φθόνῳ τε τοῦ προσήκοντος καὶ μίσει τοῦ προτετιμημένου, ἄνδρες ὑπὲρ ξʹ τῶν τε ἀπὸ τῆς συγκλήτου καὶ τῶν ἐς τοὺς ἱππέας τελούντων, ὅρκῳ τὴν κατ' αὐτοῦ σύστασιν βεβαιωσάμενοι. Ἐνῆγον δὲ ἄρα μάλιστα πάντων τοὺς συνωμότας ἐς τὴν ἐπιχείρησιν Βροῦτοι δύω, γένους ὄντες ἀνέκαθεν αὐστηροτάτου· ἐς γὰρ δὴ τὸν παλαιὸν Βροῦτον τοῦ αἵματος ἀνέφερον τὴν ἀρχὴν, ὃς τοὺς τυράννους ἐν τοῖς ἀνωτάτω χρόνοις ἐκβαλὼν, πρῶτος ἀπεδείχθη παρὰ Ῥωμαίοις ὕπατος. 17. Καίτοι φασί τινες δημοτικοῦ γεγενῆσθαι πατρὸς αὐτοὺς, ἄρτι καὶ πρώην ἐς ἄρχοντας παρεληλυθότος· οὐ γὰρ τῷ παλαιῷ γε Βρούτῳ λειφθῆναι γένος, ἀνελόντι τοὺς υἱέας· οἷς ὁ φιλόσοφος ἀντιλέγων Ποσειδώνιος, τοὺς μὲν ἐν ἡλικίᾳ φησὶν ἀπολωλέναι τοῦ Βρούτου παῖδας, τρίτον δὲ λειφθῆναι νήπιον, ἀφ' οὗ τὸ γένος εἰς τούσδε καθήκειν. Μήτηρ δὲ αὐτοῖς ἀδελφὴ τοῦ φιλοσόφου Κάτωνος, ὃν μάλιστα Ῥωμαίων ὁ πρεσβύτερος ἐζήλωσε Βροῦτος, θεῖον ὄντα καὶ κηδεστὴν ὕστερον γενόμενον. Πορκίᾳ γὰρ δὴ τῇ**. 18. Ἐπὶ δὲ τοῖς Βρούτοις Γάϊος Κάσσιος ἦν ἐν τῇ συνωμοσίᾳ, ὁ Κράσσῳ ἐπὶ Παρθυαίους συστρατευσάμενος, καὶ Σερβίλιος Κάσκας, ὃς δὴ καὶ πρῶτος σπάσαι τὸ ξίφος κατὰ τοῦ Καίσαρος λέγεται. Ἐπιστάντος δὲ τοῦ καιροῦ, καθ' ὃν ἔδει τὴν βουλὴν συνελθοῦσαν χρηματίσαι τι περὶ τῶν κοινῶν, παρῆν καὶ ὁ Καῖσαρ ἐς τὸ βουλευτήριον, μεθέξων τῶν γινομένων. Ὡς δὲ τὰ ξίφη διεκόμισαν ἐν κιβωτίῳ τινὶ κατακρύψαντες, τρόπῳ δὲ συμβολαίων παρὰ τὸ συνέδριον ἤγαγον, αὐτίκα ἀναστάντες καὶ περιστάντες τὸν Καίσαρα κατετίτρωσκον. Ἐπιθεμένων δὲ αὐτῶν, τὰ μὲν πρῶτα διώθει τοὺς ἐπιόντας, καὶ κατὰ δύναμιν ἠμύνετο· ἐπεὶ δὲ τὸν Βροῦτον γυμνῷ τῷ ξίφει ἐπ' αὐτὸν χωροῦντα καὶ σὺν τοῖς πολεμίοις τεταγμένον ἐθεάσατο, ἐγκαλυψάμενος παρέδωκε παίειν τὸ σῶμα. Τρεῖς γοῦν καὶ κʹ πληγὰς ἀναδεξάμενος ἀναλίσκεται, ἐτῶν (δὲ) τῇ πόλει μετὰ τὸν ἀνοικισμὸν ἐννέα που πρὸς τοῖς ψʹ γεγονότων. Tzetzes Chil. III, 23, v. 16: Ἡ Πτολεμαίου σύναιμις, δέσποινα Κλεοπάτρα... αὕτη σὺν ἀρχιτέκτονι Κυπρίῳ Δεξιφάνει τὴν θάλασσαν χερσώσασα τὴν τῆς Ἀλεξανδρείας ὅσον πρὸς τετραστάδιον, εἴτε μικρόν τι πλέον, τὸν πύργον ἐξειργάσατο τὸν μέγιστον τῆς Φάρου, ὁλκάσι φῶς σωτήριον μᾶλλον ἐν ζάλῃ φαίνειν. Μέμνηται μὲν Βιργίλιος ταύτης τῆς Κλεοπάτρας, Λουκιανὸς καὶ Γαληνὸς καὶ Πλούταρχος σὺν τούτοις, Διόδωρος, Γεώργιος ὁ χρονικὸς σὺν ἄλλοις, καὶ Ἰωάννης μετ' αὐτοὺς Ἀντιοχεὺς ὑστέρως. 73 Exc. Salm.: Γάϊος Ἰούλιος Καῖσαρ νέος ὢν ἔδοξε καθ' ὕπνους συνουσιάζειν τῇ ἰδίᾳ μητρὶ, καὶ ἐν ταῖς ἀγέλαις αὐτοῦ ἵππος ἐτέχθη χηλοὺς ἔχων ἀντὶ ὁπλῆς, καὶ οὐδένα ἕτερον ἀναβάτην ἐδέχετο, εἰ μὴ αὐτὸν μόνον, ὡς ὁ Βουκέφαλος τὸν Ἀλέξανδρον. Πρὸ δὲ μιᾶς ἡμέρας τοῦ θανάτου αὐτοῦ, ἔδοξεν ὁρᾶν ἡ γυνὴ αὐτοῦ πεπτωκυῖαν τὴν οἰκίαν αὐτοῦ, καὶ αὐτὸν τραυματίαν καὶ αἵματι κατάρρυτον ἐμπεσεῖν τοῖς κόλποις αὐτῆς. Προϊόντι δὲ αὐτῷ ἔδωκέ τις ἐν χάρτῃ τὴν κατ' αὐτοῦ ἐπιβουλήν· ὁ δὲ ἄλλο τι νομίσας εἶναι, καὶ διὰ τοῦτο μὴ ἀναγνοὺς, ἀλλὰ δοὺς τοῖς ὑπογραφεῦσιν, ἐσφάγη. 74 Exc. De ins.: Ἐπειδὴ Καῖσαρ ἀνῃρέθη κατὰ τὸ βουλευτήριον, αὖθις ἐμφύλιος ἀνήφθη πόλεμος. Τοὺς μὲν γὰρ αὐθέντας τοῦ Καίσαρος, οἷα τῆς κοινῆς ἐλευθερίας προστάτας, περιεῖπε τὸ συνέδριον· ὅ γε μὴν ὕπατος Ἀντώνιος, τοῖς ἀχθομένοις τῇ τοῦ Καίσαρος τελευτῇ προσθέμενος, πιέζειν τοὺς ἄνδρας καὶ καταναλίσκειν ἐκ παντὸς ἐπενόει τρόπου· καὶ οὐ καθῆκεν ἄχρις οὗ φυγάδας τῆς πόλεως τοὺς περὶ τὸν Βροῦτον κατέστησεν· οἱ μὲν γὰρ ὑπεξῆλθον, δείσαντες τὴν τοῦ Ἀντωνίου δύναμιν δημαγωγοῦντος κατ' αὐτῶν τὸ πλῆθος. Ἡ δὲ βουλὴ ἀρχάς τε καὶ τιμὰς τοῖς ἀνδράσι προσένειμεν, ἄρχειν Συρίας τε καὶ Μακεδονίας ψηφισαμένη. Ταραχθείσης δὲ τῆς πόλεως ἐν ἑαυτῇ, πολλά τε καὶ ἔκνομα τὸν Ἀντώνιον διαπραττόμενον, πολέμιον ἀνεῖπεν ἡ βουλὴ, ἐπί τε τῇ συλλήψει τοῦ ἀνδρὸς ἤδη τῆς πόλεως σὺν ταῖς οἰκείας δυνάμεσιν ἀπεληλυθότος, Πάνσαν τε καὶ Ἴρτιον τοὺς ὑπάτους ἐκπέμπει, τρίτον ἡγεμόνα τούτοις ἐπιτάξασα τὸν Ὀκταούιον, ἔτι νέον ὄντα. Ζήτει ἐν**. 75 Exc. De virt.: Ὅτι Φολουία ἡ Ἀντωνίου γυνὴ Κικέρωνος τοῦ ῥήτορος ἀποτεμοῦσα τὴν κεφαλὴν, καὶ ἐπὶ τοῖς γόνασι λαβοῦσα, πολλὰ μὲν ἐς αὐτὴν ἐξυβρίσαι καὶ ἐμπτῦσαι. Τέλος δὲ τὸ αὐτῆς διανοίξασα στόμα, ἐκείνου τε τὴν γλῶτταν ἐξελκύσαι καὶ τῇ βελόνῃ τῇ κατὰ τὴν κεφαλὴν κατακεντῆσαι, πολλά τε καὶ μιαρὰ προσφθεγξαμένη, ἐπὶ τὸ βῆμα τεθῆναι προσέταξεν, ἵν' ὅθεν κατ' αὐτῆς δημηγορῶν ἠκούετο, ἐκεῖθεν καὶ ὁρῷτο. Οὗτοί γε μόνοι ἐσώθησαν τότε, παρ' ὧν γε πλείονα ἔλαβον ἤπερ τελευτησάντων εὑρεῖν ἤλπισαν. Καὶ ἵνα μὴ κεναὶ ἐν τοῖς λευκώμασι τῶν ἀνδρῶν αἱ χῶραι ὦσιν, ἑτέρους ἀντέγραψαν ὅ τε Καῖσαρ καὶ Λέπιδος καὶ Ἀντώνιος. Τοιαῦτα μὲν περὶ τὰς σφαγὰς, πολλὰ δὲ καὶ περὶ τὰς τῶν ἄλλων οὐσίας συνέβαινε· καίτοι ταῖς τε γυναιξὶν τῶν ἀναιρουμένων τὰς προῖκας, καὶ τοῖς τέκνοις τὸ δέκατον τῆς οὐσίας μέρος παρεῖχεν ὁ Καῖσαρ. Ἐπορθεῖτο γοῦν πάντα ἀδεῶς. Τῶν μὲν γὰρ ἐνοικίων οἱ κτήτορες τὸ ὅλον ἀφῃροῦντο, τῶν δὲ προσόδων τὸ ἥμισυ. Καὶ πρός γε τοὺς στρατιώτας ἀπέτρεφον προῖκα. Δεκάτας τε αὖθις εἰσφέρειν τῶν προσόδων ἐπιτραπέντες μόλις αὐτοὶ δέκατον ἐκαρποῦντο μέρος. Αὐξήσεως γὰρ τῶν τελῶν πολλῆς γενομένης, καὶ πρὸς ἀνάγκης ἐς τὸ ναυτικὸν ἀπαιτούμενοι παῖδας, ἔστιν ὅτε καὶ ὠνούμενοι ἐδίδοσαν. Τάς τε ὁδοὺς οἰκείοις δαπανήμασιν ἐπεσκεύαζον. Μόνοι δὲ οἱ τὰ ὅπλα ἔχοντες ἐπλούτουν. Οἱ μὲν γὰρ τὰς οὐσίας τῶν τελευτησάντων ὅλας καὶ ᾔτουν καὶ ἐλάμβανον, οἱ δὲ καὶ ἐς τὰ τῶν ζώντων ἔτι γερόντων τε καὶ ἀτέκνων γένη ἐσεβιάζοντο. Ἐς τοσοῦτον γὰρ ἀπληστίας καὶ ἀναισχυντίας ἐχώρησαν, ὥστε τινὰ καὶ τὴν τῆς Ἀττίας τῆς τοῦ Καίσαρος μητρὸς ἀποθανούσης τότε καὶ δημοσίᾳ ταφῇ τιμηθείσης οὐσίαν παρ' αὐτοῦ τοῦ Καίσαρος αἰτῆσαι. Τοιαῦτα οἱ τρεῖς ἄνδρες ἐποίουν Καῖσαρ καὶ Λέπιδος καὶ Ἀντώνιος. 76 Exc. De ins.: Ὅτι μετὰ τὸ ἀνελεῖν Βροῦτον καὶ Κάσσιον τοὺς αὐθέντας Καίσαρα τὸν Αὔγουστον καὶ διαλαχεῖν κλήρῳ τὴν ἀρχὴν, Ἀντώνιος ὁ ὕπατος πόλεμον ἔγνω κινεῖν κατὰ τὴν Ἰταλίαν ἐμφύλιον. Ἦν δὲ οὗτος ἀδελφὸς Μάρκου Ἀντωνίου, τοῦ σὺν Καίσαρι Βρούτῳ καὶ Κασσίῳ συμπολεμήσαντος. Οὐ πολλῷ γε μὴν χρόνῳ ἐν Περουσίᾳ πόλει Τυρρηνικῇ σφόδρα τῶν ἀναγκαίων ἐνδείᾳ πιεσθεὶς, ἥλω μὲν, οὐ μὴν ἀνῃρέθη, ἀλλ' ἐξηλάθη τῆς Ῥώμης πρὸς τοῦ Καίσαρος, σὺν τῇ γαμετῇ τοῦ Ἀντωνίου Φολουίᾳ· οὓς ὁ Καῖσαρ ἤλασεν ὡς νεωτεροποιοὺς καὶ πολυπράγμονας. 77 Exc. De virt.: Ὅτι μετὰ τὰς σπονδάς φασι δειπνεῖν παρὰ τῷ Πομπηίῳ τῷ παιδὶ Πομπηίου τόν τε Καίσαρα (Ἰούλιον) καὶ Ἀντώνιον, ἐν τῇ στρατηγίδι νηὶ παρασκευασαμένῳ τὸ δεῖπνον. Τοῦτο γὰρ ἔφη αὐτῷ μόνον καταλελεῖφθαι πατρῷον οἶκον. Ἤδη δὲ ἔνδον ὄντων καὶ τῆς συνουσίας ἀκμαζούσης Μηνᾶν τὸν πειρατὴν τὰ πλείστου ἄξια τῷ Πομπηίῳ ὑπηρετοῦντα, καὶ τότε προσελθεῖν τε αὐτῷ ἡσυχῆ, καὶ, «Βούλει, φάναι, τὰς ἀγκύρας τῆς νεὼς ὑποτεμὼν ποιήσω σε μὴ Σικελίας καὶ Σαρδῶνος, ἀλλὰ τῆς Ῥωμαίων ἡγεμονίας κύριον;» Τὸν δὲ Πομπήιον ἀποκρίνασθαι· «Ἔδει σε, ὦ Μηνᾶ, τοῦτο πεποιηκέναι μὴ προειπόντα ἐμοὶ τὴν ἐπιχείρησιν. Νῦν δὲ οὐ πρὸς ἡμῶν ἐπιορκεῖν· τὰ παρόντα στέργωμεν.» t78 AUGUSTUS.