Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
HISTORIA CHRONIKE
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77"> —
⋯
More
Original / primary: Pg Scrape Grc
78.1.1
Exc. Salmas.: Ὀκταύϊος ἐβασίλευσε ἔτη ζʹ, ἡμέρας βʹ. Ἡμέρας μιᾶς πρὸ τεχθῆναι τοῦτον, εἶδεν ἡ μήτηρ αὐτοῦ, ὡς τὰ σπλάγχνα αὐτῆς ἐξαρπαγέντα εἰς οὐρανὸν ἐφέρετο· καὶ ἐν τῇ νυκτὶ ᾗ ἐγεννήθη εἶδεν ὁ πατὴρ αὐτοῦ ὅτι ἐκ τῶν κόλπων τῆς αὐτοῦ γυναικὸς ἀνέτειλεν ὁ ἥλιος. Νιγίδιος δέ τις βουλευτὴς ἀστρολόγος, βραδύτερον προελθόντος τοῦ πατρὸς αὐτοῦ, ἠρώτησε τὴν αἰτίαν, ὁ δὲ ἔφη υἱὸν αὐτῷ τεχθῆναι· κἀκεῖνος, «Ὢ τί ἐποίησας; δεσπότην ἡμῖν ἐγέννησας,» ἀνεβόησε. Τρεφομένου δὲ τοῦ παιδὸς ἐν ἀγρῷ, ἀετὸς καταπτὰς ἄρτον ἐκ χειρῶν αὐτοῦ ἀφείλετο, καὶ ἐπανελθὼν πάλιν αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ ἀπέθετο. Ἐν παισὶ δὲ τελοῦντα εἶδε καθ' ὕπνους αὐτὸν Κικέρων χρυσῇ ἁλύσει δεδεμένον, καὶ μάστιγα κρατοῦντα ἐν τῷ Καπιτωλίῳ χαλασθῆναι οὐρανόθεν. Ἐν δὴ τῷ μέλλειν αὐτὸν τελευτᾶν, κεραυνὸς ἐμπεσὼν εἰς τὴν εἰκόνα αὐτοῦ τὸ πρῶτον γράμμα τοῦ ὀνόματος αὐτοῦ ἠφάνισε, καὶ προεῖπον οἱ μάντεις ὅτι ἀποθανεῖται. 2. Οὗτος τοὺς λογίους τιμῶν μετεωρολέσχας ἀπήλαυνε, τόδε τὸ λόγιον προφερόμενος· Μήτι πελώρια μέτρα γύης ὑπὸ σὴν φρένα βάλλου, μηδὲ μέτρει μέτρῳ ἠελίου κανόνας συναθροίσας· ἀϊδίου βουλῇ φέρεται πατρὸς, οὐχ ἕνεκεν σοῦ· ἀστέριον προπόλευμα σέθεν χάριν οὐκ ἐλοχεύθη. 3. Δρούσου θυγάτηρ Λιουία γαμετὴ ἦν Νέρωνός τι νος, ἐξ οὗ καὶ παῖδα Τιβέριον εἶχεν· εἶτα ςʹ μηνῶν ἐγγύου οὔσης, ἠναγκάσθη Νέρων ὁ ταύτης ἀνὴρ, εἴτε ὑπὸ τοῦ πρώτου Καίσαρος, εἴτε ὑπὸ τοῦ Ὀκταυίου, ἐκδοῦναι αὐτὴν αὐτῷ, ὡς πατήρ. Τεκούσης οὖν μετὰ τρεῖς μῆνας τοῦ γάμου, τὸ μὲν τεχθὲν Νέρωνι τῷ πατρὶ ἀπέπεμψεν. Ἐντεῦθεν δὲ αἴτιος γέγονε τοῦ λέγεσθαι παροιμίαν, «τοῖς εὐτυχοῦσι καὶ τρίμηνα παιδία.» 4. Οὗτος τοσοῦτον ὑπὸ πάντων ἠγαπᾶτο, ὥστε καί τις ἐκέλευσε τοῖς ἑαυτοῦ κληρονόμοις θῦσαι, ὅτι ζῶντα τὸν Σεβαστὸν καταλείπει. Δυστυχήσας δὲ περὶ γάμον καὶ τὰ εἰς παῖδας ἐκβεβηκότα, ἐβόα· Αἴθ' ὤφελον ἄγαμός τ' ἔμεναι ἄγονός τ' ἀπολέσθαι. Περὶ δὲ ὀρθογραφίαν ἐσπουδάκει, ὥστε καὶ διάδοχόν τινι τῶν ἀρχόντων ἔπεμψεν, ὅτι αὐτῷ ἐπιστέλλων τῆς ὀρθῶς ἐχούσης ἐσφάλη γραφῆς. 5. Τούτου ποτὲ δικάζοντος, καὶ πολλῶν θάνατον καταψηφισαμένου, Μηκήνας τις ἀνὴρ σοφὸς ἀγαπώμενος ὑπ' αὐτοῦ, μὴ δυνάμενος ἐντυχεῖν αὐτῷ διὰ τὸ πλῆθος, ἔγραψεν ἐν χάρτῃ «ἀνάστηθι, δήμιε,» καὶ σημηνάμενος ἔρριψεν ἐν τῷ κόλπῳ αὐτοῦ. Ὅπερ ἀναγνοὺς ἐκεῖνος ἀνέστη, καὶ ἐκέλευσεν ἀργῆσαι τὰ κριθέντα. Τινός ποτε τῶν συστρατευσαμένων αὐτῷ δεηθέντος τῆς εἰς τὸ βουλευτήριον αὐτοῦ παρουσίας, εἶπεν αὐτὸς μὲν ἀσχολεῖσθαι, ἐπιτρέψαι δέ τινι τῶν φίλων παραγενέσθαι καὶ τὴν χρείαν πληρῶσαι· καὶ ὃς ὀργισθεὶς ἔφη, «Ἐγὼ μέν τοι ὁσάκις τῆς ἐμῆς ἐπικουρίας ἐδεήθης, οὐκ ἄλλον ἀντ' ἐμοῦ ἔπεμψα.» Ἐρυθριάσας οὖν ὁ Καῖσαρ καὶ συναπῆλθε καὶ συνέπραξε. 6. Μανιώδης δὲ ἦν περὶ τὰς ἀλλοτρίας γυναῖκας, ὡς καὶ τοὺς ἄνδρας αὐτῶν ἐξυπηρετεῖν τῷ μιάσματι Ἡνίκα γὰρ ἤρχετό τις τῶν βουλευτῶν πρὸς αὐτὸν, ὡραίαν ἔχων γυναῖκα, ἔπεμπε πρὸς αὐτὸν τὸν οἰκεῖον δακτύλιον, καὶ ἠξίου ἐμβαλεῖν τὴν γαμετὴν ἐν τῷ καταστέγῳ φορείῳ, καὶ κατασημηνάμενον αὖθις τὸν δακτύλιον ἀντιπέμψαι· καὶ οὕτως δεχόμενος τὴν γυναῖκα ἐν τῷ φορείῳ ἀσελγαίνων ἐσφράγιζε καὶ ἀνταπέστελλε. Ποτὲ γοῦν ἐκέλευσέ τινι τὴν ὁμευνέτιν αὐτῷ πέμψαι. Ὁ δὲ μὴ δυνάμενος ἀντειπεῖν, ἀπωδύρετο. Ἐπιστὰς δὲ ὁ Ἀθηνόδωρος ὁ Ἀλεξανδρεὺς, ὃν ὡς σοφὸν ἀεὶ σύνοικον καὶ διδάσκαλον ἔσχεν ὁ Καῖσαρ, καὶ τὴν αἰτίαν μαθὼν, ἑαυτὸν ᾔτησεν ἐμβαλεῖν τῷ φορείῳ, καὶ κατασημηνάμενον ἀποστεῖλαι γυμνὸν ξίφος ἐπιφερόμενον. Ἀπαχθέντος δὲ, δοκῶν ὁ Καῖσαρ τὴν τοῦ συγκλητικοῦ εἶναι γυναῖκα, κλείσας τὰς θύρας ἀνέῳξε τὸ φορεῖον, καὶ ἐξέθορε ξιφήρης ὁ Ἀθηνόδωρος, καὶ πάνυ τὸν Καίσαρα κατέπληξε· δεδιότα δὲ αὐτὸν ἀνακτησάμενος ἐκεῖνος τοῖς μεγίστοις ὅρκοις κατέδησε, μηδέποτ' ἄλλοτε τοῦτο πρᾶξαι. Ὃν τοσοῦτον ὑπερηγάπησεν, ὥστε τὴν σύγκλητον συναγαγὼν καὶ πολλὰ τὸν Ἀθηνόδωρον ἐγκωμιάσας, καὶ τοῦτο προσέθηκεν, ὡς κακὸν βίον ἐσχηκὼς ὑπὸ Ἀθηνοδώρου ἐπηνωρθώθη. 7. Οὗτος ὁ φιλόσοφος ἠξίου τὸν Καίσαρα συγχωρῆσαι αὐτῷ εἰς τὴν πατρίδα ἐπανελθεῖν. Καὶ μόλις πείσας, ἀσπαζόμενος αὐτὸν, ἐπικύψας πρὸς τὸ οὖς παρεκάλει ἵνα ὁσάκις ὀργισθῇ, μὴ πρότερον κελεύσῃ τὸ πρακτέον, πρὶν ἂν καθ' ἑαυτὸν ἀριθμήσῃ τὰ κδʹ γράμματα· ᾔδει γὰρ αὐτοῦ τὸ ὀξύθυμον καὶ εὐμετάβλητον. Ὁ δὲ Καῖσαρ ἀσπαζόμενος ἔφη, «Εὖγε ὑπέμνησάς με, ὡς ἀτελὴς εἰμὶ, καὶ οὐ συγχωρήσω σοι τέως τῆς ἐνεγκαμένης ἐπιβῆναι.» Παρεγγύησεν ὁ Καῖσαρ ἵνα ἐν τῇ τελευτῇ αὐτοῦ κροτήσωσι καὶ γελάσωσιν, ὡς ἐπὶ μίμου τελευτῇ, δηλονότι ἀποσκώπτων εἰς τὸν ἀνθρώπινον βίον.

Intertext edge

Open linked passage

Note