HISTORIA CHRONIKE
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77">
—
⋯
Original / primary: Pg Scrape Grc
81.1.1
Ibid.: Ὅτι ἐπὶ Τιβερίου τοῦ βασιλέως γενόμενος ὁ Κύριος Ἰησοῦς ἐτῶν λγʹ, ὑπὸ τῶν Ἰουδαίων κατηγορεῖτο, ὡς καταλύων αὐτῶν τὴν δόξαν, καὶ ἑτέραν ἀντεισάγων καινήν. Καὶ συναχθέντες ἅπαντες ἐν Ἱεροσολύμοις, στάσιν ἐκίνουν κατ' αὐτοῦ, βλασφημίας καταχέοντες εἴς τε τὸν Θεὸν καὶ τὸν Καίσαρα. Ἐντεῦθεν παρρησίαν λαβόντες, καὶ κρατήσαντες αὐτὸν ἐν νυκτὶ, παρέδωκαν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι· ὅστις εἴτε διὰ δειλίαν τοῦ πλήθους, εἴτε δι' ἐπαγγελίαν χρημάτων, μηδεμίαν αἰτίαν εὑρηκὼς, ἐκέλευσεν αὐτὸν σταυρωθῆναι. Καὶ σταυρωθέντος αὐτοῦ, σεισμὸς ἐγένετο μέγας καὶ σκότος ἐπὶ πᾶσαν τὴν γῆν. Γευσάμενος δὲ θανάτου, ἀνέστη ἀπὸ τῶν νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελήφθη εἰς τοὺς οὐρανούς. Μάρτυρες γεγόνασι πολλοὶ θεασάμενοι καὶ συγγράψαντες.