Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
HISTORIA CHRONIKE
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77"> —
⋯
More
Original / primary: Pg Scrape Grc
85.1.1
CLAUDIUS. Exc. De virt.: Ὅτι Κλαύδιος ὁ βασιλεὺς Ῥωμαίων τὴν μὲν ψυχὴν οὐ φαῦλος ἐγεγόνει, ἀλλὰ καὶ ἐν παιδείᾳ ἤσκητο ὡς καὶ συγγράψαι τινά· τὸ δὲ δὴ σῶμα νοσώδης, ὥστε καὶ τῇ κεφαλῇ καὶ ταῖς χερσὶν ὑποτρέμειν. Καὶ διὰ τοῦτο καὶ τῷ φωνήματι ἐσφάλλετο, καὶ οὐ πάντα ὅσα εἰς τὸ συνέδριον εἰσέφερεν, αὐτὸς ἀνεγίνωσκεν, ἀλλὰ τῷ ταμίᾳ ὥς γε πλήθει ἀναλέγεσθαι ἐδίδου· ὅσα δ' αὐτὸς ἀνεγίνωσκε, καθήμενος ὡς τὸ πολὺ ἐπελέγετο. Καὶ μέντοι καὶ δίφρῳ καταστέγῳ πρῶτος Ῥωμαίων ἐχρήσατο. Οὐ μέντοι καὶ διὰ ταῦτα οὕτως ὅσον ὑπὸ τῶν ἐξελευθέρων καὶ ὑπὸ τῶν γυναικῶν αἷς συνῆν ἐκακύνετο. Περιφανέστατα γὰρ ἐγυναικοκρατήθη καὶ ἐδουλοκρατήθη, ἅτε ἐκ παίδων ἐν νοσηλείᾳ καὶ ἐν φόβῳ τραφείς· καὶ διὰ τοῦτο ἐπὶ πλέον τῆς ἀληθείας εὐήθειαν προσεποιεῖτο, ὅπερ που καὶ αὐτὸς ὡμολόγησε. Καὶ πολὺν μὲν χρόνον τῇ τηθῇ Λιουίᾳ, πολὺν δὲ καὶ τῇ μητρὶ Ἀντωνίᾳ τοῖς τε ἀπελευθέροις συνδιαιτηθεὶς, καὶ προσέτι καὶ ἐν συνουσίαις γυναικῶν πλείοσι γενόμενος, οὐδὲν ἐλευθεροπρεπὲς ἐκέκτητο. Ἐπετίθεντο δὲ αὐτῷ ἔν τε τοῖς συμποσίοις μάλιστα καὶ ἐν ταῖς συμμίξεσι. Πάνυ γὰρ ἀπλήστως ἐν ἀμφοτέροις διέκειτο· καὶ ἦν ἐν τῷ καιρῷ τούτῳ εὐάλωτος. Πρὸς δὲ καὶ δειλίαν εἶχεν, ὑφ' ἧς πολλάκις ἐκπληττόμενος οὐδὲν τῶν προσηκόντων ἐξελογίζετο. Ἐκεῖνόν τε γὰρ ἐκφοβοῦντες ἐξεκαρποῦντο, καὶ τοῖς ἄλλοις δέος ἐνέβαλλον. Τοιοῦτος οὖν δή τις ὢν οὐκ ὀλίγα καὶ δεόντως ἔπραττεν, ὁσάκις ἔξω τῶν εἰρημένων παθῶν ἐγίνετο.

Intertext edge

Open linked passage

Note