HISTORIA CHRONIKE
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77">
—
⋯
Original / primary: Pg Scrape Grc
86.1.1
Exc. De ins.: Ὅτι ὁ Κλαύδιος ὁ βασιλεὺς τῶν Ῥωμαίων τόν τε Χαιρέαν καί τινας ἄλλους, καίπερ ἐπὶ τὸν τοῦ Γαΐου θάνατον ἡσθεὶς, πρῶτα μὲν τῆς πόλεως ἐξέβαλεν, ἔπειτα καὶ ἐδολοφόνησεν. Οὐ γὰρ ὅτι τὴν ἀρχὴν διὰ τὴν ἐκείνων πρᾶξιν εἰλήφει χάριν αὐτοῖς εἶχεν, ἀλλ' ὅτι ἐτόλμησαν αὐτοκράτορα ἀποσφάξαι ἐδυσχέραινεν. 87 Exc. Salmas.: Κλαύδιος δειλὸς ὢν πάντας 87 τοὺς προσιόντας αὐτῷ ἐποίησεν ἀνερευνᾶσθαι, μή τι ξιφίδιον ἔχωσι, καὶ ἐν τοῖς συμποσίοις ὡπλισμένοι παρεστήκεσαν αὐτῷ. 88 Exc. De virt.: Ὅτι ὁ αὐτὸς ταῖς ὁπλομαχίαις ἀκορέστως προσκείμενος οὐ μόνον τὰ τῶν δορυαλώτων καὶ κατακρίτων κατανήλισκε σώματα, ἀλλὰ καὶ τῶν ἀπελευθέρων. Ταῖς τε τῆς γαμετῆς Βαλερίας Μεσσαλίνης γυναίου ἀκολάστου καὶ τυραννικοῦ διαβολαῖς ὑπαγόμενος, συχνοὺς τῶν ἐπισήμων τῆς βουλῆς διέφθειρεν. Ἀπείχετο δὲ οὐδὲ τῶν ἀφ' αἵματος. Καὶ γὰρ τούτων ἔστιν οἳ ἀπώλοντο, τοῦ μὲν ἀβασανίστως τὰς διαβολὰς δεχομένου, τῆς δὲ ἀφ' ἑτέρου εἰς ἕτερον ἀγούσης τὸν Κλαύδιον, τῇ τε κουφότητι τοῦ ἀνδρὸς κατακεχρημένης. Τὰς γοῦν δύω ἀδελφὰς διαβληθείσας ἀνεῖλεν, αὖθίς τε τοὺς γαμβροὺς μηδὲν ἡμαρτηκότας. Ἐκείνους γὰρ μάρτυρας τῶν κατηγοριῶν ἡ Μεσσαλίνα ἐποιεῖτο τοὺς τὸ κράτος ἔχοντας· καὶ τούς τι δυναμένους μηνῦσαι τῶν ὑπ' αὐτῆς πραττομένων, οὓς μὲν εὐεργεσίαις, οὓς δὲ τιμωρίαις προκατελάμβανεν, ὡς οὐ τὴν πολιτείαν μόνην ὑπ' αὐτῆς διοικεῖσθαι, ἀλλὰ καὶ τὰς στρατείας καὶ ἐπιτροπείας πάντα τε τἄλλα ἀφειδῶς πωλεῖν καὶ καπηλεύειν. Ἐξ οὗπερ ἀναγκασθῆναι τὸν Κλαύδιον, εἰς τὸ Ἄρειον πεδίον τοῦ πλήθους συνελθόντος, τὰς τιμὰς διατάξαι. Οὐ μὴν ἀλλὰ καὶ αὐτή γε, εἰς πᾶν ἀκολασίας τε καὶ ὠμότητος προελθοῦσα, καὶ μιγνυμένη μὲν ἀναίδην οἷς ἐπιθυμήσειεν, ἀναιροῦσα δὲ καὶ τῶν ὁμιλούντων αὐτῇ συχνοὺς, μόλις πρὸς τοῦ Κλαυδίου τῆς ἀτοπίας αἰσθομένου διαφθείρεται. Ἐπεὶ γὰρ οὐκ ἀπέχρησεν αὐτῇ μοιχεύεσθαι πολλάκις καὶ ἐπὶ οἰκήματος σὺν ταῖς ἄλλαις τῶν ἐπιφανῶν γυναιξὶ καθεζομένῃ, ἀλλ' ἐπεθύμησε κατὰ νόμον δὴ καὶ συμβόλαια πλείοσι συνοικεῖν ἀνδράσιν, ἐνταῦθα καταμηνυθεῖσα τῷ Κλαυδίῳ πρὸς Ναρκίσσου τινὸς ἀπελευθέρου τοῦ βασιλέως ἀναιρεῖται, τῶν μὲν βασιλείων ἐξωσθεῖσα, περὶ δὲ τοὺς Ἀσιατικοῦ κήπους πλανωμένη, ὧν ἕνεκα τὸν δείλαιον Ἀσιατικὸν μικρῷ πρόσθεν ἀπολωλέκει. Μεθ' ἣν καὶ τὸν ἑαυτοῦ δοῦλον ὁ Κλαύδιος ὑβρίσαντά τινα τῶν ἐν ἀξιώσει διέφθειρεν. 89 Exc. De ins.: Ὅτι Κλαύδιος ὑπὸ Ἀγριππίνης ἀναιρεῖται τρόπῳ τοιῷδε. Αὕτη γὰρ φάρμακον δηλητήριον ὑπὸ Λουκούστης ἀνελομένη, ἐν τοῖς καλουμένοις μύκησιν ἐνέβαλεν. Ὁ δὲ ὑπό τε τοῦ οἴνου καὶ τῆς ἄλλης διαίτης μηδέν τι τοιοῦτον ὑποπτεύων ἐπε βουλεύθη. Καὶ ἐκ μὲν τοῦ συμποσίου ὡς καὶ ὑπερκορὴς μέθης ἐξεκομίσθη, διὰ δὲ τῆς νυκτὸς ἐτελεύτησε, βιώσας ἔτη ξʹ καὶ γʹ καὶ μῆνας βʹ, ἡμέρας ιγʹ, αὐταρχήσας δὲ ἔτη ιʹ καὶ γʹ. Ταῦτα ἡ Ἀγριππίνα ποιῆσαι ἠδυνήθη, ὅτι τὸν Νάρκισσον συνέβη μὴ παρεῖναι, ἐπεὶ παρόντος αὐτοῦ οὐκ ἂν ἐδεδράκει τοῦτο· τοιοῦτός τις φύλαξ τοῦ δεσπότου ἦν. Ἀποθανόντος δὲ τοῦ Κλαυδίου, καὶ αὐτὸς εὐθὺς διεφθάρη, παρὰ τῷ Μεσσαλίνης μνημείῳ ἔκ τινος συντυχίας, ὅπερ εἰς τιμωρίαν ἐκείνης ἐνομίσθη. Καὶ Κλαύδιος μὲν ὑπὸ τῆς Ἀγριππίνης τῆς γυναικὸς τῆς τε ἀδελφῆς, δι' ἣν τά τε ἄλλα καὶ ἐπιόρκησεν, ἐπεβουλεύθη ἐν τῷ σιτίῳ, καὶ διεφθάρη κακῶς, ἵνα τε ὁ υἱὸς αὐτῆς μοναρχήσῃ, καὶ ὁ Βρεττανικὸς αἵ τε ἀδελφαὶ αὐτοῦ ἀπόλωνται.