Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
HISTORIA CHRONIKE
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77"> —
⋯
More
Original / primary: Pg Scrape Grc
90.1.1
ΝΕΡΩΝ. Exc. De virt.: Ὅτι βασιλεύοντος νέου τοῦ Νέρωνος Βοῦρρος καὶ Σενέκας διῴκουν τὰ πράγματα. Ὁ δὲ λόγοις ἐσχόλαζε φιλοσόφοις, καὶ τὰ περὶ τοῦ Χριστοῦ κατεμάνθανεν. Ἔτι γὰρ ἐνόμιζεν αὐτὸν τοῖς ἀνθρώποις συναναστρέφεσθαι. Καὶ μαθὼν ὅτι ὑπὸ τῶν Ἰουδαίων ἐσταυρώθη, ἠγανάκτησε. Καὶ προσέταξεν ἐλθεῖν τοὺς ἱερεῖς Ἄνναν καὶ Καϊάφαν καὶ αὐτὸν Πιλάτον, τὸν ἄρχοντα τότε γενόμενον, σιδηροδεσμίους. Καὶ καθίσας ἐπὶ τῆς συγκλήτου τὰ περὶ αὐτοῦ πεπραγμένα κατεμάνθανεν. Οἱ οὖν περὶ τὸν Ἄνναν καὶ Καϊάφαν ἔλεγον, ὅτι «Ἡμεῖς τοῖς νόμοις αὐτὸν παρεδώκαμεν, καὶ εἰς καθοσίωσιν οὐχ ἡμάρτομεν. Ὁ γὰρ Πιλάτος ὢν ἄρχων ὅσα ἠβουλήθη ἔπραξε.» Καὶ τοῦτον ἐν τῷ δεσμωτηρίῳ κατέκλεισε, τοὺς δὲ περὶ τὸν Ἄνναν καὶ Καϊάφαν ἀπέλυσεν. Ἤκμαζε δὲ τότε καὶ Σίμων ὁ Μάγος. Καὶ διαλεγομένων Πέτρου καὶ Σίμωνος παρουσίᾳ Νέρωνος, ἤχθη Πιλάτος ἀπὸ τοῦ δεσμωτηρίου· καὶ παρισταμένων τῶν τριῶν τῷ Νέρωνι, ἐρωτᾷ τὸν Σίμωνα· «Σὺ εἶ ὁ Χριστός;» Ὁ δὲ λέγει· «Ναί.» Εἶτα ἐρωτᾷ τὸν Πέτρον· «Σὺ εἶ ὁ Χριστός;» Ὁ δὲ λέγει· «Οὔ· ἐμοῦ γὰρ παρισταμένου εἰς τὸν οὐρανὸν ἀνελήφθη.» Ἠρώτησε δὲ καὶ τὸν Πιλάτον, ποῖός ἐστιν ἐκ τούτων ὁ λεγόμενος Χριστός. Καὶ εἶπεν· «Οὐδὲ εἷς· ὁ μὲν γὰρ Πέτρος μαθητὴς αὐτοῦ γέγονε, καὶ εἰσηνέχθη παρ' ἐμοὶ ὡς μαθητὴς αὐτοῦ, καὶ ἠρνήσατο αὐτὸν λέγων· «Οὐκ οἶδα τὸν ἄνθρωπον·» καὶ ἀπέλυσα αὐτόν. Οὗτος δὲ ὁ Σίμων οὐδαμῶς ἔγνωσταί μοι, οὐδεμίαν δὲ ἔχει ὁμοιότητα πρὸς ἐκεῖνον· ἔστι γὰρ οὗτος καὶ Αἰγύπτιος καὶ ἐμπληθὴς καὶ κατάκομος καὶ μέλας, παντελῶς τῆς ἐκείνου μορφῆς ἀλλότριος.» Ἀγανακτήσας οὖν ὁ βασιλεὺς κατὰ μὲν τοῦ Σίμωνος, ὡς ψευσαμένου καὶ εἰπόντος ἑαυτὸν Χριστόν· κατὰ δὲ τοῦ Πέτρου, ὡς ἀρνησαμένου τὸν διδάσκαλον, ἐξέβαλεν αὐτοὺς ἐκ τοῦ συνεδρίου· τὸν δὲ Πιλάτον τῆς κεφαλῆς ἀπέτεμεν, ὡς τηλικοῦτον ἄνθρωπον ἀνελεῖν τολμήσαντα δίχα βασιλικῆς κελεύσεως. Καὶ μετὰ ταῦτα Πέτρον μὲν ἐσταύρωσε, Παῦλον δὲ τῆς κεφαλῆς ἀπέτεμε. Καὶ τὸ μὲν πρότερον τοιαῦτα ἔπραττεν ὁ Νέρων. Ἐπεὶ δὲ τρυφαῖς καὶ κώμοις καθημερινοῖς ὁ Νέρων ἐντραφεὶς πράττειν (τε) τὰ τῆς ἀρχῆς (ἐφ' ἧς) ἑαυτὸν ἠξίου, ταχὺ τὸ σεμνὸν καὶ μεγαλοπρεπὲς τῆς τῶν Ῥωμαίων ἡγεμονίας εἰς τὸ ἄκοσμόν τε καὶ ταπεινὸν μετεβέβληκεν, ἀήθη τινὰ μετιὼν καὶ δαπανηρὸν ἀκολασίας τρόπον, ἐκθέσμοις τε καὶ παρανόμοις ἐγχειρῶν δράμασι· λουτρὸν μὲν γὰρ ἦν αὐτῷ ζηλοῦντι τῆς πολυτελείας καὶ ἐκδιαιτήσεως τοῦ Καλιγόλα, οὐχ ὕδωρ, ἀλλὰ μύρον, τὸ μὲν θερμαινόμενον, τὸ δὲ ψυχόμενον, καὶ εἰς ἑκατέραν τὴν χρείαν τοῦ λουτροῦ παρασκευαζόμενον. Ἐχρῆτο δὲ δικτύοις παρὰ τὰς ἄγρας τῶν ἰχθύων χρυσοῖς, ἐξέλκων τοὺς κόλπους τῶν δικτύων καλωδίοις ἐξ ἐρίου πεποιημένοις, ἀστράπτουσι τῇ βαφῇ τῆς κόχλου. Ἐς τοῦτό γε μὴν προϊὼν ἀτοπίας ἐλήλυθεν, ὡς παριέναι μὲν εἰς τὴν σκηνὴν, ὑπὸ δὲ τῇ πάντων ὄψει ὀρχεῖσθαί τε καὶ ᾠδάς τινας διεξιέναι, ἀναλαμβάνοντα σκευὴν νῦν μὲν κιθαριστῶν, νῦν δὲ τραγῳδίας ὑποκριτῶν. Ἀλλὰ ταῦτα μὲν εἰ καὶ σφόδρα τὴν ἀρχὴν ἐλυμαίνετο, γέλωτά γε ὅμως καὶ ἡδονὴν παρεῖχε τοῖς θεωμένοις. Τὸ δὲ πάντων αἴσχιστον καὶ δεινότατον ὅτι καὶ ἄνδρας καὶ γυναῖκας οὐ μόνον τῶν εἰς τὸν δῆμον καὶ τοὺς ἱππεῖς τελούντων, ἀλλὰ καὶ τοῦ βουλευτικοῦ ἀξιώματος, καὶ οὐχ ὅπως νέους, ἀλλ' ἤδη καὶ παρηβηκότας ὁπλομαχεῖν ἐν τοῖς θεάτροις ἠνάγκαζε καὶ θηρία φονεύειν καὶ ὀρχεῖσθαι καὶ ᾄδειν καὶ πρὸς πᾶν ἀσχημοσύνης ἰέναι· ἵνα δὲ δὴ εὐπρεπὲς εἴη, καὶ αὐτὸς ἐς τὸ θέατρον παρῄει. Καὶ εἶδον οἱ τότε ἄνθρωποι τὰ γένη τὰ μεγάλα, τοὺς Φουρίους, τοὺς Ὁρατίους, τοὺς Φαβίους, τοὺς Πορκίους, τοὺς Βαλερίους κάτω ἑστηκότας καὶ τοιαῦτα δρᾶν ἀναγκαζομένους, ὧν ἔνια οὐδὲ ὑπὸ ἄλλων γινόμενα πρόσθεν ὁρᾶν ἠνείχοντο. Αἰλία γοῦν Κατέλλα γυνὴ τοῦτο μὲν γένει, τοῦτο δὲ καὶ πλούτῳ προήκουσα, πρὸς γῆράς τε μακρὸν ἀφιγμένη (ὀγδοηκοντοῦτις γὰρ ἦν) ἐπὶ τῆς σκηνῆς ὠρχήσατο, οἵ τε ἄλλοι τῶν ἐπιφανῶν, ἢ διὰ γῆρας ἢ διὰ νόσον οὐδὲν ἰδίᾳ ποιῆσαι δυνηθέντες, ᾖδον κατὰ χοροὺς ἱστάμενοι. Ἐπετέλει δὲ ταύτας τὰς ἐκθέσμους θέας ἐπί τε τῷ γενείῳ τὸ πρῶτον ψιλωθέντι, καὶ ἐπὶ τῷ τῆς μητρὸς φόνῳ· ἀπολελοίπει γὰρ αὐτὸν οὐδὲ τὸ φονικόν τε καὶ ἀπηνὲς, καίτοι γε παίζειν δοκοῦντα· ἀλλ' ἦν μὲν καθάπαξ τοῖς ἀγαθοῖς τε καὶ πεπαιδευμένοις ἔγκοτος. Τὸ δὲ πλεῖστον καὶ κράτιστον ἐπὶ παραλόγοις αἰτίαις ἀπανηλώκει τῆς βουλῆς μέρος, τοὺς μὲν ὅτι εὐγενεῖς, τοὺς δὲ ὅτι περιουσίας ἔχοντας, τοὺς δὲ ὅτι σώφρονες ἦσαν μισῶν τε καὶ κολάζων. Μουσώνιόν τε καὶ Κορνοῦτον μικροῦ μὲν ἐδέησεν ἀποκτεῖναι, τῆς δὲ Ῥώμης ἐξήλασεν· ἄλλο μὲν οὐδὲν ἐπικαλῶν, ὅτι δὲ σοφοὶ καὶ ἄριστοι τὸν βίον ἐγενέσθην. Συγγενῶν τε φόνοις ἑκάστης, ὡς εἰπεῖν, ἐμιαίνετο τῆς ἡμέρας. Τόν τε γὰρ Βρεττανικὸν ἀδελφόν οἱ εἶναι δοκοῦντα, πρῶτα μὲν εἰς τὴν ὥραν ἀσελγῶς ὕβρισεν, ἔπειτα δὲ παρὰ δεῖπνον δηλητηρίῳ φαρμάκῳ διέφθειρεν· ὡς δεινὸν μὴ μόνον ἀκούεσθαι, ἀλλὰ καὶ ὁρᾶσθαι· πελιδνὸς γὰρ ὅλος ἐγένετο, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀνεῳγμένοι καὶ τοὺς ἐφόρους πρὸς τιμωρίαν καλοῦντες. Καὶ τὴν ἑαυτοῦ γαμετὴν Ὀκταβίαν δι' ἣν εἰς τὴν ἀρχὴν οὐχ ἥκιστα παρεληλύθει, πρῶτον μὲν ἀπεπέμψατο, ἔπειτα καὶ ἀπέκτεινε. Καὶ ἐν νυκτὶ ἐκώμαζε κατὰ πᾶσαν τὴν πόλιν, ὑβρίζων τὰς γυναῖκας καὶ ἀσελγαίνων εἰς τὰ μειράκια, ἀποδύων τε τοὺς ἀπαντῶντας, παίων, τιτρώσκων, φονεύων· καὶ ἐδόκει λανθάνειν ἀλλοτρίαις ἐσθῆσι χρώμενος· τάς τε τῶν ἐλευθέρων γυναῖκας ἐξ ἐπηρείας ὑβρίζων, καὶ ταῖς παρθένοις ὡς καὶ ἑταιρίσι μετὰ τῶν φίλων χρώμενος. Ἡ δὲ Ἀγριππίνη ἔς τε τὰ συνέδρια ἐφοίτα, ταῖς τε πρεσβείαις ἐχρημάτιζε, καὶ ἐπιστολὰς δήμοις καὶ ἄρχουσι καὶ βασιλεῦσιν ἐπέστελλεν. Ἀλλὰ ταῦτα μὲν Ἀγριππίνη ἔπραττεν, ἄχρις οὗ ὁ Νέρων τὴν Σαβίνην ἠγάγετο. Τότε γὰρ καὶ τὴν μητέρα ἐφόνευσεν. Αἰτίαν δὲ τῆς ἀνοσιουργίας τῆσδε γεγενῆσθαι Σαβίναν γυναῖκα γένους ἐπιφανοῦς· ἧς ἐρασθεὶς ὁ Νέρων πρῶτον μὲν αὐτὴν πρὸς βίαν τοῦ ἀνδρὸς Ποπλίου ἀπήγαγεν· ἔπειτα σὺν ταῖς παλλακίσι τάττειν οὐκ ἀνασχόμενος, ἀλλὰ γαμετὴν ποιήσασθαι διεγνωκὼς, τὴν μὲν Ἀγριππίνης ἀφαιρεῖται τιμὴν, Αὐγούσταν δὲ τὴν Σαβίναν ἀποδείκνυσιν· ὡς ἐκ τούτου ἀνόσιόν τι καὶ μιαρώτατον ἔργον τὴν μητέρα αὐτοῦ μελετῆσαι. Ὥσπερ γὰρ τὸν θεῖον αὐτῆς τὸν Κλαύδιον εἰς ἔρωτα φαρμακείαις εἰσήγαγεν, οὕτω καὶ τὸν ἑαυτοῦ παῖδα πρὸς τὴν τοιαύτην δυσσέβειαν παρέτρεψεν. Ἀλλ' ὅμως καὶ μετὰ τὰς τοιαύτας πράξεις διαβληθεῖσάν οἱ πρὸς τῆς Σαβίνης, Ἀνικήτῳ τινὶ τῶν σωματοφυλάκων πρὸς διαφθορὰν ἐξέδοτο. Οὗ γενομένου, ἔγων τε ἐκείνη καὶ ἀνεπήδησεν ἐκ τῆς κλίνης, τήν τε ἐσθῆτα περιερρήξατο, καὶ τὴν γαστέρα γυμνώσασα, «Παῖε, ἔφη, ταύτην, Ἀνίκητε, ὅτι Νέρωνα ἔτεκε.» Καὶ τὰς περιττὰς μιαρίας προεγράψαμεν ἐκ τῆς ἱστορίας Δίωνος, περί τε τῆς μητροκτονίας καὶ τοῦ Σπόρου τοῦ ἐρωμένου καὶ τῶν λοιπῶν. 91 Exc. De ins.: Ὅτι ἐν τῇ Ἰβηρίᾳ Γάϊος Ἰούλιος Οὐίνδιξ ἐπανίσταται τῷ Νέρωνι, πολλούς τε τῶν τῆς συγκλήτου βουλῆς φυγάδων προσλαβόμενος Γάλβαν ἀποδείκνυσι βασιλέα· ὃς τὰς δυνάμεις εὐθέως ἐξοπλίσας, καὶ πάντα τὰ πρὸς τὸν πόλεμον παρασκευασάμενος ἐπὶ τὴν Ῥώμην ἐλαύνει. Ὁ γοῦν Νέρων, οὐ μετρίως ἐπὶ τούτῳ ταραχθεὶς, στρατηγὸν τοῦ πολέμου Ῥοῦφον Γάλλον ἐκπέμπει· ὃς οὐδὲ ἐς χεῖρας ἐλθεῖν ἀνασχόμενος πρὸς τὸν Γάλβαν, ὁμολογεῖται καὶ σπένδεται πρὸς τὸν Οὐίνδικα· αὐτὸς μὲν τῶν Γαλλιῶν ἄρχειν ἐπιλεξάμενος, Οὐίνδικι δὲ τὴν Ἰβηρίαν προσήκειν, καὶ τῷ Γάλβᾳ πᾶσαν ὁμοῦ τὴν Ἰταλίαν, καὶ ὅσα τῇ Ῥωμαίωνἀρχῇ πρὸς ὑπακοὴν ἔθνη τυγχάνει. Τούτων αὐτοῖς διομολογηθέντων, τινὲς τῶν τοῦ Ῥούφου στρατιωτῶν ἐπιβουλεύουσι τῷ Οὐίνδικι, ἀγνοίᾳ μὲν τῶν ὁμιληθέντων, ζήλῳ δὲ τῆς πρὸς αὐτὸν δυναστείας. Ἀλλ' ὁ μὲν Οὐίνδιξ, καίτοι ῥᾳδίως δυνάμενος σωθῆναι, ἀγανακτήσας καὶ ὀλοφυράμενος, ὅτι ἐκ τῶν ὁμοφρονούντων ἐκακώθη, καὶ ὅτι τὰ ἐναντία τῷ Νέρωνι ἀμφότεροι πράττοντες ἑαυτοὺς ἀπώλλυσαν, καὶ προσέτι τοῦ ἀνθρωπείου βίου καταγνοὺς, καί τι πρὸς τὸ δαιμόνιον εἰπὼν, ὅτι τοιούτου πράγματος ἀρξάμενος οὐκ ἐπλήρωσεν, ἑαυτὸν προσκατειργάσατο. Ὁ γοῦν Ῥοῦφος δεινῶς ἐπὶ τῷ τοιούτῳ πάθει ὑπεραλγήσας, καί τινας τῶν στρατιωτῶν κολά σας ἐν ἀφασίᾳ κατέστη. Ταῦτα ὡς ἠγγέλθη τῷ Νέρωνι, οὐδεμίαν τοῦ λοιποῦ τῶν ὅπλων ἐλπίδα ἐποιήσατο, ἀλλ' ἐβουλεύσατο ἀμφ' αὑτὸν ἄλλο πρᾶξαι. Καὶ ἄλλων ἄλλα λεγόντων, τέλος ἔγνω τούς τε βουλευτὰς ἀποκτεῖναι, καὶ τὴν πόλιν καταπρῆσαι νύκτωρ, ἔς τε τὴν Ἀλεξάνδρειαν πλεῦσαι· εἰπὼν «ὅτι κἂν τῆς ἀρχῆς ἐκπέσωμεν, τό γε τέχνιον ἡμᾶς θρέψει.» Οἱ δὲ τῆς βουλῆς ἀκούσαντες ταῦτα, πρὸς τοὺς δορυφόρους καὶ τοὺς ἄλλους, οἳ τὴν βασίλειον φρουροῦσιν, αὐλὴν προσδιαλεχθέντες, πείθουσί τε αὐτοὺς ἅμα γενέσθαι, καὶ μεταποιήσασθαι τῆς Ῥωμαίων ἐπικρατείας. Ἐπειδὴ δὲ καὶ οὗτοι τῆς τῶν βουλευσάντων ἐγένοντο γνώμης, αὐτίκα μὲν τὸν τοῦ στρατοπέδου ἔπαρχον Σκίπουλον ἀναιροῦσιν· ἀφίστανται δὲ τῆς τοῦ βασιλέως φρουρᾶς. Ὁ δὲ Νέρων ὡς καὶ ὑπὸ τῶν σωματοφυλάκων κατελείφθη, ἀποκτεῖναι μὲν ἑαυτὸν οὐκ ἐτόλμησεν, ἵνα τὴν αἰσχύνην κερδάνῃ· φυγεῖν δὲ ἐπεχείρησε, πρότερον κεραυνωθείσης αὐτοῦ τῆς τραπέζης· ἐσθῆτά τε φαύλην ἐνδυσάμενος, καὶ ἐφ' ἵππον οὐδὲν βελτίονα ἀναβὰς, κατακεκαλυμμένος πρὸς χωρίον τι Φάωνος Καισαρείου μετὰ Ἐπαφροδίτου καὶ Σπόρου κατέφυγε. Νυκτὸς δὲ ἔτι οὔσης, καὶ αὐτοῦ ταῦτα πράσσοντος, σεισμὸς ἐξαίσιος ἐν τῇ Ῥώμῃ γέγονε. Καὶ αὐτὸν γνωρισθέντα ὑπό τινων ἀποβῆναι μὲν τοῦ ἵππου παραχρῆμα, ἔς τινα δὲ πλησίον καταφυγεῖν καλαμῶνα· ἐν ᾧ μέχρι πολλοῦ ἐρριμμένος, πάντα μὲν παριόντα ὑπετοπεῖτο, πᾶσαν δὲ φωνὴν, ὡς καὶ ἀναζητοῦσαν αὐτὸν, ὑπέτρεμε, θρηνῶν τε καὶ ὀλοφυρόμενος ἐν οἷς ἦν πρότερον, καὶ ὅτι ἐν κοπρίᾳ ἔρριπτο. Νέρων μὲν οὖν αὐτὸς παρ' ἑαυτῷ ἐτραγῴδει, καὶ ὀψέ ποτε, ἐπεὶ μηδεὶς αὐτὸν ἑώρα, μετῆλθεν εἰς τὸ πλησίον ἄντρον, καὶ διψήσας ἔπιεν ὕδωρ. Ἡ δὲ τῶν Ῥωμαίων βουλὴ πολέμιον αὐτὸν ἀνειποῦσα, δοῦναι δίκας τῶν κατὰ τὴν ἀρχὴν ἡμαρτημένων τοιόνδε τινὰ τρόπον ἐψηφίσατο· ἀχθῆναι μὲν γὰρ ἐς τὸ δεσμωτήριον γυμνὸν, κεραίας ἐπιβεβλημένης τῷ τραχήλῳ, προστάττεται, μετὰ δὲ σφοδρὸν αἰκισμὸν τοῦ σώματος ὠσθῆναι κατά τινος πέτρας. Ἃ δὴ προαισθόμενος ὁ Νέρων, τούς τε χωροῦντας ἐπ' αὐτὸν καταδείσας, προσέταξε τοῖς παροῦσι καὶ ἑαυτὸν καὶ ἑαυτοὺς ἀποκτεῖναι. Ἐπεὶ δέ γε οὐχ ὑπήκουσαν, τὸ μὲν ὅτι οὐκ ἐτόλμων, τὸ δὲ ὅτι τὴν ταφὴν αὐτοῦ προεφασίσαντο, δεινῶς ἀλγήσας ἐστέναξεν, ὅτι μηδὲν ἐδύνατο. Μετὰ δὲ τοῦτο τὸν Σπόρον βουληθεὶς ἀποκτεῖναι διήμαρτεν, ἀποφυγόντος ἐκείνου. Τότε ἔφη· «Ἐγὼ οὐδὲ φίλον οὐδὲ ἐχθρὸν ἔχω·» καὶ τοῦτο εἰπὼν, ἑαυτὸν ἐπάταξεν· δυσθανατοῦντα δὲ ὁ Ἐπαφρόδιτος προσκατειργάσατο. Καὶ ὁ μὲν Νέρων φὺς ἄριστα καὶ τραφεὶς κάκιστα, οὕτω τῆς ἀρχῆς ἐξέπεσε, λʹ μὲν ἐξ αὐτῆς ὠδῖνος γεγονὼς ἔτη, βασιλεύσας δὲ ιδʹ δυεῖν μηνῶν ἀποδέοντα. Καὶ ἡ πόλις στεφανώμασι καὶ δᾳδουχίαις κεκόσμητο, εὐχάς τε ἀληθεῖς καὶ ἑορτὰς ἐπετέλουν, καὶ τούς τε δυνηθέντας ἐπὶ τοῦ τυράννου φονεύοντες, ὡς καὶ αὐτὸν ἐκεῖνον αἰκίζοντες διετέλουν. 92 Exc. Salm: Νέρων ἰδὼν τοὺς ἀναιρήσοντας αὐτὸν, παρακάλει τοὺς συνόντας ἀνελεῖν αὐτόν· ὡς δ' οὐδεὶς ὑπήκουεν, ἑαυτὸν διεχρήσατο· τελευτῶν δὲ ἔφη· «Ὦ Ζεῦ, οἷος (κιθαρῳδὸς) τεχνίτης ἀπόλλυμαι.» Ὅτε δὲ ἐτέχθη, εἶπον οἱ ἀστρολόγοι, ὅτι καὶ βασιλεύσει ταὶ τὴν μητέρα φονεύσει· ἦν δὲ καὶ λόγιον· Ἔσχατος Αἰνεαδῶν μητροκτόνος ἡγεμονεύσει.

Intertext edge

Open linked passage

Note