Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
HISTORIA CHRONIKE
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77"> —
⋯
More
Original / primary: Pg Scrape Grc
95.1.1
Exc. De ins.: Ὅτι Ὄθων ἀνελὼν τὸν Γάλβαν, ὡς παρῆλθεν εἰς τὴν ἡγεμονίαν, Βιτέλλιος ὑπὸ τῶν Γαλατικῶν τε καὶ Γερμανικῶν στρατοπέδων αὐτοκράτωρ ἀναγορευθεὶς, ἤλασεν ἐπ' αὐτόν. Ὄθων δὲ σὺν ταῖς οἰκείαις ὑπαντήσας δυνάμεσιν, ἐλαττοῦται κατὰ τὴν πρώτην συμβολὴν, καὶ τοῖς παροῦσιν ἀθύμως διατεθεὶς, καίτοι στρατιᾶς αὐτάρκους αὐτῷ καθεστηκυίας, ὑπεξάγειν ἑαυτὸν ἐκ παντὸς ἔγνω τρόπου. Δεομένων δὲ τῶν στρατιωτῶν, μὴ ταχέως οὕτω τὰς περὶ τοῦ παντὸς καταβαλεῖν ἐλπίδας, ἀποκρινάμενος, οὐδαμῶς ἄξιον ἑαυτὸν ἡγεῖσθαι τοσαύτης ἐμφυλίου ταραχῆς καὶ κινήσεως· ἑκουσίως ὑποδέχεται τὸν θάνατον, ὀγδόῳ καὶ λʹ τῆς ἡλικίας ἔτει, τῆς γε μὴν βασιλείας ἡμέρᾳ εʹ καὶ ʹ. Ἡ δὲ στρατιὰ ἐπένθησεν αὐτὸν, ἡττηθέντες τοῦ πάθους. Καὶ ὁ μὲν τὴν ἀσέλγειαν τοῦ ἔμπροσθεν βίου ἐν τούτοις θαυμαστῶς συνεσκιάσατο, βεβαίως τὸν τοιόνδε πόλεμον τῷ ἑαυτοῦ κατασβέσας αἵματι.

Intertext edge

Open linked passage

Note