HISTORIA CHRONIKE
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-antioch-pg-77-132" aria-label="More works by John of Antioch PG 77">
—
⋯
Original / primary: Pg Scrape Grc
98.1.1
Exc. De ins.: Ὅτι Βιτέλλιος βασιλεύσας κακῶς καὶ αἰσχρῶς, τῶν Ἰουδαίων νεωτερίζειν ἀρξαμένων, Βεσπασιανὸν στρατηγὸν ἐκπέμπει τῆς ἕω, τὴν τούτων κελεύσας αὐτῷ καταλῦσαι θρασύτητα. Ὡς οὖν ἐπολιόρκει τὴν Ἱερουσαλὴμ, οἱ στρατιῶται περὶ αὐτὸν ἀθροισθέντες, ἀναγορεύουσιν αὐτὸν βασιλέα. Ὅπερ ἀκηκοὼς Βιτέλλιος, Σαβῖνον τὸν ἀδελφὸν Βεσπασιανοῦ ἐν τῷ Καπιτωλίῳ προσφυγόντα συγκατέπρησε τῷ ἱερῷ. Κινήσεως δὲ ἐντεῦθεν μεγίστης γενομένης, ἐπειδὴ καὶ ὁ Βεσπασιανοῦ στρατὸς ἐγγίζειν ἔμελλε τῇ πόλει, συνδραμόντες ἅπαντες κρατοῦσι τὸν Βιτέλλιον, καὶ προσάγουσι τοῖς Βεσπασιανοῦ στρατιώταις, καὶ κατακρίνουσιν αὐτὸν τελευτῆς ἀσχήμονος, τῆς ἐπὶ τῷ Νέρωνι πρώην ἐψηφισμένης. Εἱλκύσθη γὰρ διὰ πάσης τῆς πόλεως γυμνὸς ἐσθήματος, ἀνελκομένου μὲν αὐτῷ τοῦ κρανίου διὰ τῆς κόμης, τοῦ δὲ ξίφους ὑποβεβλημένου τῷ ἀνθερεῶνι, βαλλόμενος ὑπὸ τῶν προστυγχανόντων, τέλος διατμηθεὶς τὸν λαιμὸν ἐνεβλήθη τῷ Θύβριδι, ἕβδομον καὶ νʹ ἔτος ἄγων. t99- 101 ΒΕΣΠΑΣΙΑΝΟΣ.