Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
106.1
Τοῦ ἁγίου Ἀμβροσίου Μεδιολάνων ἐκ τοῦ περὶ ἐνανθρωπήσεως ἤτοι κατὰ Ἀπολιναρίου λόγου· Ἀλλ' ἐν ὅσῳ τούτους ἐλέγχομεν, ἀνεφύησαν ἕτεροι λέγοντες, τὸ σῶμα τοῦ κυρίου καὶ τὴν θεότητα μιᾶς εἶναι φύσεως. Ποῖος ᾅδης τὴν τοσαύτην βλασφημίαν ἠρεύξατο; Ἀρειανοὶ γὰρ ἤδη τυγχάνουσι φορητότεροι, οἷς ἐκ τούτων αὔξεται τῆς φιλονεικίας καὶ ἀπιστίας τὸ στέλεχος φιλονει κότερον διαβεβαιουμένοις λέγειν, τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον μιᾶς οὐσίας μὴ εἶναι, ἐπειδὴ οὗτοι τὴν θεότητα τοῦ κυρίου καὶ τὴν σάρκα μιᾶς φασιν ὑπάρχειν οὐσίας.