Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
114.1
Τοῦ ἁγίου Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἐκ τοῦ προσφωνητικοῦ τοῦ πρὸς Ἀλεξανδρεῖς· Ἐγὼ τὸ συγκεκραμένον οὐ καταδέχομαι· ἀλλότριον γάρ ἐστι τῆς ἀποστολικῆς πίστεως καὶ τῆς τοῦ Χριστοῦ ὀρθῆς παραδόσεως. Ἡ γὰρ σύγκρασις ἀφανισμὸν τῶν φύσεων ἐργάζεται, ἡ δὲ ἄρρητος ἕνωσις παρὰ τῶν ὀρθῶς φρονούντων ὁμολογουμένη ἀμφοτέρας σῴζει ἀσυγχύτως τὰς φύσεις καὶ ἕνα ἀποτελεῖ ἐξ ἀμφοῖν τὸν ὀφθέντα Χριστόν, θεόν τε ὁμοῦ καὶ ἄνθρωπον γενόμενον τὸν αὐτόν, καὶ οὐ δύο Χριστούς, ἕνα δὲ μᾶλλον ἑνωθέντα καὶ οὐ κεκραμένον. Εἰ γὰρ κέκρανται αἱ δύο φύσεις εἰς μίξιν μίαν ἑτεροούσιοι τυγχάνουσαι, οὐδ' ὁποτέρα σῴζεται, ἀλλ' ἀμφότεραι συγχυθεῖσαι ἠφανίσθησαν.