Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Jacobitas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
115.1
Καὶ μετ' ὀλίγα· Καὶ λύεται μὲν ὁ ναὸς ἐν τῷ καιρῷ τῆς τριημέρου ταφῆς βουλομένου αὐτοῦ· καὶ πάλιν ἀνέστησεν αὐτόν, καὶ ἡνώθη αὐτῷ ἀρρήτῳ καὶ ἀφράστῳ λόγῳ, οὐ κεκραμένος ἐν αὐτῷ ἢ ἀποσεσαρκωμένος, ἀλλ' ἀποσῴζων ἐν ἑαυτῷ τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἀσυγχύτους τὰς ἰδιότητας. Οὐ γὰρ δήπου ἐκράθησαν αἱ φύσεις ἐν τῇ ἀρρήτῳ καὶ ἀσυγχύτῳ ἑνώσει, ἀλλ' ἡνώθησαν ἀρρήτῳ καὶ ἀφράστῳ λόγῳ καὶ ὑπερέκεινα παντὸς νοῦ τυγχάνουσι κατὰ τὸν τρισμακάριον καὶ ἀληθῶς οἰκουμενικὸν τῆς ὀρθοδόξου πίστεως διδάσκαλον καὶ ἀρχιεπίσκοπον ἡμῶν Ἀθανάσιον τὸν ἐν τῇ μεγάλῃ ἐν Νικαίᾳ συνόδῳ διαπρέψαντα μεταξὺ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκόπων εἰπόντα· Δύο πραγμάτων ἀνομοίων καὶ ἀνίσων κατὰ τὴν φύσιν σύνοδος γέγονεν οὐ σύγκρασις θεοῦ ἀφράστου καὶ θνητοῦ σώματος οὐ κατὰ ἀφανισμὸν ἢ ἀποσάρκωσιν, ἀλλὰ καθ' ἕνωσιν ἄρρητον καὶ ἀνέκφραστον καὶ ἀνεκδιήγητον· δύο φύσεων τῶν ἑτεροουσίων ἐν ἑνὶ Χριστῷ, υἱῷ δὲ τοῦ θεοῦ, σῳζομένων καὶ μήτε συγχεομένων μήτε ἀπολλυμένων ἢ διαιρεθεισῶν. 116 Σχόλιον. Ὁρᾶτε, ὡς οἱ ἅγιοι πατέρες ἐξ ἴσης τὴν σύγχυσιν καὶ τὴν διαίρεσιν φεύγοντες σῴζεσθαι τὰς δύο φύσεις φασὶν ἐν ἑνὶ Χριστῷ ἤτοι μιᾷ ὑποστάσει.

Intertext edge

Open linked passage

Note