Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Jacobitas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
117.1
Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ πίστεως λόγου· Οὐδέποτε γὰρ ἀπέστη τῆς ἰδίας θεότητος, εἰ καὶ κεκένωκεν ἑαυτὸν μορφὴν δούλου λαβὼν δι' ἡμᾶς οὐκ ἀπολέσας τὴν θεϊκὴν μορφήν, ἵνα κατὰ σὲ ἑτοίμως θεοποιηθῇ ὡς ἄνθρωπος– μὴ γένοιτο–, ἀλλὰ γὰρ ναὸν ἑαυτῷ ἔμψυχον καὶ τέλειον κατασκευάσας ἐν τῇ ἁγίᾳ παρθενικῇ μήτρᾳ καὶ ἐνδυσάμενος αὐτὸν καὶ ἑνωθεὶς αὐτῷ ἀρρήτῳ λόγῳ σῳζομένων ἀμφοτέρων τῶν φύσεων καὶ οὐ κεκραμένων προῆλθε, φαινόμενος μὲν ἄνθρωπος, νοούμενος δὲ θεὸς Ἰησοῦς Χριστός.

Intertext edge

Open linked passage

Note